ἀπέβλεψε δὲ καὶ νῦν πρὸς ἀποστασίαν. Τὴν γὰρ τοῦ Νικηφόρου μὴ φέρον ἀπληστίαν καὶ ἃ κατὰ πάντων αὐτῷ μεμηχάνηται, οὐδενὸς ἐπιστρεφομένου τοῦ βασιλέως, ταῖς παιδαριώδεσι δὲ παιδιαῖς μόνον προσανέχοντος, οἱ κατὰ τὴν Βουλγαρίαν προέχοντες ἀξιοῦσι τὸν Μιχαηλᾶν, ἀρχηγὸν ὄντα τηνικαῦτα τῶν εἰρημένων Χροβάτων τὴν οἴκησίν τε ἐν ∆εκατέροις καὶ Πραπράτοις ποιούμενον καὶ χώραν οὐκ ὀλίγην ὑφ' ἑαυτὸν ἔχοντα, ἐπαρῆξαι αὐτοῖς καὶ συνεργῆσαι δοῦναί τε αὐτοῖς τὸν υἱὸν αὑτοῦ, ὡς ἂν αὐτὸν βασιλέα Βουλγαρίας ἀνακηρύξωσι καὶ τῆς ἐκ τῶν Ῥωμαίων ἐλευθερωθεῖεν καταδυναστείας καὶ βαρύτητος. Ὁ δὲ ἀσμένως ὑπακούει αὐτῶν, τριακοσίους τε τῶν αὑτοῦ ἀπολεξάμενος καὶ τῷ οἰκείῳ αὐτοῦ υἱῷ Κωνσταντίνῳ, τῷ καὶ Βοδίνῳ ὀνομαζομένῳ, παραδοὺς εἰς Βουλγαρίαν ἐξαποστέλλει. Ἔξεισι γοῦν εἰς τὰ Πρισδρίανα, ἔνθα καὶ συναθροισθέντες οἱ ἐν τοῖς Σκοπίοις προέχοντες, ὧν ἔξαρχος ἦν Γεώργιος ὁ Βοϊτάχος, τοῦ τῶν Κοπχάνων γένους καταγόμενος, βασιλέα Βουλγάρων αὐτὸν ἀνεκήρυξαν, Πέτρον ἀντὶ Κωνσταντίνου μετονομάσαντες. Ὅπερ ἀκούσας ὁ ἐν Σκοπίοις διέπων τὴν ἀρχὴν τοῦ δουκὸς Νικηφόρος ὁ Καραντηνός, τοὺς ὑφ' ἑαυτὸν στρατηγοὺς παραλαβὼν ἄπεισιν εἰς τὰ Πρισδρίανα μετὰ τῶν βουλγαρικῶν δυνάμεων. Ἐν ὅσῳ δὲ οὗτος τὰ πρὸς τὸν πόλεμον ἐξήρτυεν, ἐπικατέλαβε διάδοχος αὐτοῦ ∆αμιανὸς ὁ ∆αλασσηνός. Ἑνωθεὶς τοίνυν μετὰ τοῦ Καραντηνοῦ πολλά τε κερτομήσας αὐτὸν καὶ ἐς ἕκαστον δὲ τῶν σὺν αὐτῷ στρατηγῶν ἐμπαροινήσας οὐκ ὀλίγα καὶ ὡς ἀνάνδρους μυκτηρίσας αὐτούς, συνταξάμενος συμβάλλει τοῖς Σέρβοις εὐθέως. Καὶ γίνεται μάχη φρικτὴ καὶ τροπὴ τῶν Ῥωμαίων φρικωδεστέρα. Πίπτουσι γὰρ πολλοὶ ἔκ τε Ῥωμαίων καὶ Βουλγάρων, ζωγροῦνται δὲ πλεῖστοι καὶ αὐτὸς ὁ δοὺξ ∆αμιανὸς ὁ ∆αλασσηνὸς ὅ τε λεγόμενος Προβατᾶς καὶ ὁ Λογγιβαρδόπουλος καὶ ἕτεροι συχνοὶ σὺν αὐτοῖς. Ἐλήφθη δὲ καὶ ἡ παρεμβολὴ ἅπασα καὶ τῶν ἐν αὐτῇ πάντων διασκύλευσις γίνεται. Ἐντεῦθεν ἀνέδην οἱ Βούλγαροι τὸν Βοδῖνον 164 βασιλέα ἀναγορεύουσιν, ὡς εἴρηται, Πέτρον μετονομάσαντες διχῇ τε διαιρεθέντες, οἱ μὲν μετὰ τοῦ Βοδίνου εἰς τὸν Νίσον ἀπῄεσαν, οἱ δὲ Πετρίλον τινά, τὰ πρῶτα παρὰ τῷ Βοδίνῳ φέροντα, παραλαβόντες κατὰ τῶν ἐν Καστορίᾳ Ῥωμαίων ἀπίασιν· ἐκεῖσε γὰρ διὰ τὸ τετειχίσθαι τὴν πόλιν οἱ τὰ Ῥωμαίων φρονοῦντες ἠθροίζοντο. Ὁ μὲν οὖν Πετρίλος τῇ Ἀχρίδιπαραβαλὼν καὶ ταύτην ἐξ ἐφόδου ἑλών οὔπω γὰρ τετείχιστο, ἀλλ' ἐρείπιον ἔκειτο ἐξ ὅτου Βασίλειος ὁ βασιλεὺς κατηρείπωσε ταύτην, μέγα κέντρον ὑπειδόμενος πρὸς ἀποστασίαν τὰ ἐν αὐτῷ τῶν Βουλγάρων βασίλειαἔνθα καὶ ὑποδεχθεὶς φιλοτίμως τὸν ἑαυτοῦ τε κύριον ἀναγορεῦσαι παρεσκεύασε τοὺς ἐγχωρίους κἀν τῇ ∆ιαβόλει δὲ ταὐτὸ πεποιηκὼς ἐπὶ Καστορίαν ἀπῄει σὺν πάσῃ σπουδῇ· ἐκεῖσε γὰρ ἠθροίζοντο οἱ τὰ Ῥωμαίων φρονοῦντες, ὡς εἴρηται, ὅ τε Ἀχρίδος στρατηγὸς Μαριανὸς καὶ ὁ τῆς ∆ιαβόλεως, ὁ πατρίκιος καὶ ἀνθύπατος Θεόγνωστος ὁ Βούρτζης, σὺν αὐτοῖς δὲ καὶ ὁ ἐν Καστορίᾳ στρατηγῶν, μεθ' ὧν καὶ ὁ Βορίσης ∆αβὶδ καὶ ἄλλοι πολλοί, οἵτινες δεδιότες τὴν ἐκ τῶν ἰθαγενῶν Βουλγάρων ἀπειλὴν ὡς εἰς κρησφύγετον τὴν Καστορίαν συνέφυγον. Καταλαβὼν οὖν ὁ Πετρίλος τὴν Καστορίαν μετὰ πλήθους στρατιωτῶν Βουλγάρων ἀμυθήτου τὰ πρὸς τὸν πόλεμον συνεσκευάζετο. Οἱ δὲ Ῥωμαῖοι καὶ αὐτοὶ συνταξάμενοι ἐξῆλθον κατ' αὐτῶν, καὶ μετὰ ῥύμης σφοδρᾶς συμβαλόντες αὐτοῖς τρέπουσι τὸν Πετρίλον καὶ φυγεῖν καταναγκάζουσι, δι' ὀρέων ἀβάτων πρὸς τὸν ἑαυτοῦ κύριον τὸν Μιχαηλᾶν ἀφικόμενον. Κτείνουσι δὲ καὶ τῶν Βουλγάρων πολλούς, αἱροῦσι δὲ καὶ τὸν μετὰ τὸν Πετρίλον ἐν Χροβάτοις τεταγμένον καὶ πρὸς τὸν βασιλέα δεσμώτην ἀπάγουσιν. Ὁ δὲ Βοδῖνος τὸν Νίσον καταλαβὼν ὡς ἤδη βασιλεὺς τῶν βουλγαρικῶν πραγμάτων ἀντείχετο, πᾶν τὸ προστυχὸν ληιζόμενος καὶ τοὺς μὴ δεχομένους μηδὲ δουλουμένους αὐτῷ κεραΐζων καὶ λυμαινόμενος. Ὅπερ ἀκηκοὼς ὁ βασιλεύς, τήν τε τοῦ δουκὸς ἧτταν δηλαδὴ καὶ τὴν αὐτοῦ ἀναγό 165 ρευσιν, τὸν Σαρωνίτην κατ' αὐτοῦ ἐξαπέστειλε, πρὶν ἐξαφθῇ τὸ κακὸν καὶ εἰς