29
χωρίον καὶ ἄξιον τοῦ κατ' εἰκόνα θεοῦ ἐνδιαίτημα, ἐν ᾧ οὐδὲν τῶν ἀλόγων ηὐλίζετο, μόνος δὲ ὁ ἄνθρωπος, τῶν θείων χειρῶν τὸ πλαστούργημα. Ἐν μέσῳ τούτου ξύλον ζωῆς ὁ θεὸς ἐφύτευσεν καὶ ξύλον τῆς γνώσεως. Τὸ μὲν ξύλον τῆς γνώσεως ἀπόπειράν τινα καὶ δοκιμὴν καὶ γυμνάσιον τῆς τοῦ ἀνθρώπου ὑπακοῆς καὶ παρακοῆς. ∆ιὸ καὶ ξύλον τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν κέκληται, ἢ ὅτι δύναμιν ἐδίδου γνωστικὴν τοῖς μεταλαμβάνουσι τῆς οἰκείας φύσεως, ὅπερ καλὸν μὲν τοῖς τελείοις, κακὸν δὲ τοῖς ἀτελεστέροις, ἔτι καὶ τὴν αἴσθησιν λιχνοτέροις, ὥσπερ στερεὰ τροφὴ τοῖς ἔτι δεομένοις γάλακτος· οὐκ ἐβούλετο γὰρ ὁ κτίσας ἡμᾶς θεὸς μεριμνᾶν καὶ περὶ πολλὰ τυρβάζεσθαι οὐδὲ φροντιστὰς καὶ προνοητὰς τῆς ἰδίας ζωῆς γενέσθαι. Ὅπερ δὴ καὶ πέπονθεν ὁ Ἀδάμ· γευσάμενος γὰρ ἔγνω, ὅτι γυμνὸς ἦν, καὶ περίζωμα ἑαυτῷ περιεποιεῖτο· φύλλα γὰρ συκῆς λαβὼν περιεζώσατο. Πρὸ δὲ τῆς γεύσεως «γυμνοὶ ἦσαν ἀμφότεροι, ὅ τε Ἀδὰμ καὶ ἡ Εὔα, καὶ οὐκ ᾐσχύνοντο». Τοιούτους δὲ ἀπαθεῖς ἐβούλετο εἶναι ἡμᾶς ὁ θεός (ἀπαθείας γὰρ ἄκρας τοῦτό ἐστιν), ἔτι δὲ καὶ ἀμερίμνους, ἓν ἔργον ἔχοντας τὸ τῶν ἀγγέλων, ὑμνεῖν ἀλήκτως καὶ ἀδιαλείπτως τὸν κτίσαντα, καὶ τῆς αὐτοῦ κατατρυφᾶν θεωρίας καὶ αὐτῷ ἐπιρρίπτειν τὴν ἑαυτῶν μέριμναν. Ὅπερ καὶ διὰ τοῦ προφήτου ∆αυὶδ πρὸς ἡμᾶς ἀπεφθέγξατο· «Ἐπίρριψον ἐπὶ κύριον τὴν μέριμνάν σου», λέγων, «καὶ αὐτός σε διαθρέψει», καὶ ἐν τοῖς ἱεροῖς εὐαγγελίοις τοὺς οἰκείους μαθητὰς διδάσκων φησί· «Μὴ μεριμνήσητε τῇ ψυχῇ ὑμῶν, τί φάγητε, καὶ τῷ σώματι ὑμῶν, τί ἐνδύσησθε», καὶ πάλιν· «Αἰτεῖτε τὴν βασιλείαν τοῦ θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν», καὶ πρὸς τὴν Μάρθαν· «Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά, ἑνὸς δέ ἐστι χρεία· Μαρία γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ' αὐτῆς», τὸ καθῆσθαι δηλονότι παρὰ τοὺς πόδας αὐτοῦ καὶ ἀκούειν τῶν λόγων αὐτοῦ. Τὸ δὲ τῆς ζωῆς ξύλον ἢ ξύλον ἔχον ἐνέργειαν ζωῆς παρεκτικὴν ἢ τοῖς τῆς ζωῆς ἀξίοις καὶ τῷ θανάτῳ οὐχ ὑποκειμένοις μόνοις ἐδώδιμον. Τινὲς μὲν οὖν αἰσθητὸν τὸν παράδεισον ἐφαντάσθησαν, ἕτεροι δὲ νοητόν. Πλὴν ἔμοιγε δοκεῖ, ὅτι ὥσπερ ὁ ἄνθρωπος αἰσθητὸς ἅμα καὶ νοητὸς δεδημιούργητο, οὕτω καὶ τὸ τούτου ἱερώτατον τέμενος αἰσθητὸν ἅμα καὶ νοητὸν καὶ διπλῆν ἔχον τὴν ἔμφασιν· τῷ γὰρ σώματι ἐν τῷ θειοτάτῳ χώρῳ καὶ ὑπερκαλλεῖ, καθὼς ἱστορήσαμεν, αὐλιζόμενος, τῇ ψυχῇ ἐν ὑπερτέρῳ καὶ ἀσυγκρίτῳ καὶ περικαλλεστέρῳ τόπῳ διέτριβε θεὸν ἔχων οἶκον τὸν ἔνοικον καὶ αὐτὸν ἔχων εὐκλεὲς περιβόλαιον καὶ τὴν αὐτοῦ περιβεβλημένος χάριν καὶ τοῦ μόνου γλυκυτάτου καρποῦ τῆς αὐτοῦ θεωρίας κατατρυφῶν οἷά τις ἄγγελος ἄλλος καὶ ταύτῃ τρεφόμενος. Ὅπερ δὴ καὶ ξύλον ζωῆς ἀξίως ὠνόμασται· ζωῆς γὰρ θανάτῳ μὴ διακοπτομένης ἡ γλυκύτης τῆς θείας μεθέξεως τοῖς μεταλαμβάνουσι μεταδίδωσιν. Ὃ δὴ καὶ πᾶν ξύλον ὁ θεὸς ἐκάλεσεν· «Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει», φησί, «φάγεσθε·» αὐτὸς γάρ ἐστι τὸ πᾶν, ἐν ᾧ καὶ δι' οὗ τὸ πᾶν. Τὸ δὲ τῆς τοῦ καλοῦ τε καὶ κακοῦ γνώσεως ξύλον ἡ τῆς πολυσχεδοῦς θεωρίας διάγνωσις. Αὕτη δέ ἐστιν ἡ τῆς οἰκείας ἐπίγνωσις φύσεως, ἥτις καλὴ μὲν τοῖς τελείοις καὶ ἐν τῇ θείᾳ θεωρίᾳ βεβιωκόσιν, ἐξ ἑαυτῆς τὴν τοῦ δημιουργοῦ μεγαλουργίαν δημοσιεύουσα, τοῖς μὴ δεδιόσι μετάπτωσιν διὰ τὸ ἐκ τοῦ χρόνου εἰς ἕξιν τινὰ τῆς τοιαύτης ἐληλακέναι θεωρίας, οὐ καλὴ δὲ τοῖς νέοις ἔτι καὶ τὴν ἔφεσιν λιχνοτέροις, οὓς διὰ τὸ ἀβέβαιον τῆς ἐν τῷ κρείττονι διαμονῆς καὶ τὸ μήπω παγίως ἐνεδρασθῆναι τῇ τοῦ μόνου καλοῦ προσεδρείᾳ ἡ τοῦ οἰκείου κηδεμονία σώματος πρὸς ἑαυτὴν ἀνθέλκειν καὶ περισπᾶν πέφυκεν. Οὕτω διπλοῦν οἶμαι τὸν θεῖον παράδεισον. Καὶ ἀληθῶς οἱ θεοφόροι πατέρες παρέδωκαν οἵ τε οὕτως, οἵ τε ἐκείνως διδάξαντες. ∆υνατὸν δὲ νοῆσαι πᾶν ξύλον τὴν ἐκ πάντων τῶν κτισμάτων τῆς θείας δυνάμεως γινομένην ἐπίγνωσιν, ὥς φησιν ὁ θεῖος ἀπόστολος· «Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται». - Πασῶν δὲ τῶν ἐννοιῶν καὶ θεωριῶν τούτων ἡ καθ' ἡμᾶς ὑψηλοτέρα πέφυκεν, ἡ τῆς