γενόμενος, καὶ τῷ τῶν Ταύρων κατάρχοντι φιλιωθεὶς, δώροις τε τοῦτον διαφθείρας καὶ λόγοις καταγοητεύσας ἐπαγωγοῖς (φιλοκερδὲς δὲ ἅπαν ἐκτόπως τὸ Σκυθικὸν, καὶ λίχνον ὅτι μάλιστα, καὶ ἐπιῤῥεπὲς πρὸς λημμάτων ὑπόσχεσιν καὶ ἀνάληψιν) ἐνέπεισε στρατιὰν συναγηοχότα βαρεῖαν, ἐλαύνειν κατὰ Μυσῶν· τούτους δὲ καταγωνισάμενον ὑποποιήσασθαι μὲν τὴν χώραν καὶ ταύτην παρακατέχειν εἰς ἴδιον ἐνδιαίτημα· αὑτῷ δὲ κατὰ Ῥωμαίων συνάρασθαι, ὅπως κατάσχοι τὴν βασιλείαν, καὶ τῆς Ῥωμαϊκῆς ἡγεμονίας ἐπιτεύξοιτο. μεγάλας δὲ καὶ ἀνεκδιηγήτους τὰς ὠφελείας αὐτῷ πράξειν καθυπισχνεῖτο, ἐκ τῶν βασιλικῶν ταμείων συνεκφορήσαντα. βʹ. Τούτων τῶν λόγων ὁ Σφενδοσλάβος ἀκουτισθεὶς (τοῦτο γὰρ πρὸς τῶν Ταύρων κατωνομάζετο) οὐχ οἷός τε ἦν ἐπισχεῖν τὴν ὁρμήν· ἀλλὰ, μετέωρος ταῖς ἐλπίσι τοῦ πλούτου γενόμενος, ὀνειροπολῶν τε τὴν τῆς χώρας κατάσχεσιν τῶν Μυσῶν, καὶ ἄλλως δὲ θερμουργός τε ὢν καὶ θρασὺς, ἄλκιμός τε καὶ ῥέκτης ἀνὴρ, πᾶσαν ἡβηδὸν ἡλικίαν τῶν Ταύρων πρὸς τὴν ἐκστρατείαν κατήπειγεν. ἑξήκοντα τοιγαροῦν χιλιαδῶν ἀκμαίων ἀνδρῶν στρατιὰν συναγείρας, ἐκτὸς τοῦ θητικοῦ, ἅμα τῷ Πατρικίῳ Καλοκύρῃ, 78 ὃν καὶ ὁμαίμονα προσήκατο φιλίας θεσμοῖς, ἐχώρει κατὰ Μυσῶν. ἄρτι δὲ παραπλέοντος τὸν Ἴστρον, καὶ πρὸς τὴν ἐπὶ τῆς ἠπείρου ἀπόβασιν ἐπειγομένου, αἰσθόμενοι τὸ δρώμενον οἱ Μυσοὶ, εἰς τρισμυρίων ἀνδρῶν συναγομένην φάλαγγα συνασπίσαντες ὑπηντίαζον. ἀλλ' ἐῤῥωμενέστατα τῶν πορθμείων ἀποβάντες οἱ Ταῦροι, τά τε σάκη προβαλόντες, καὶ τὰ ξίφη σπασάμενοι, ἐπιστροφάδην ἔπληττον τοὺς Μυσούς. οἱ δὲ, μηδὲ τὴν πρώτην ῥοπὴν ἐνεγκόντες, εἰς φυγαδείαν ἐτράποντο καὶ πρὸς τὸ ∆ορύστολον (ἐχυρὸν δὲ φρούριον τοῦτο Μυσῶν) ἀγεννῶς συνεκλείοντο. τηνικαῦτα δὴ λέγεται καὶ Πέτρον, τὸν ἡγήτορα τῶν Μυσῶν, ἄνδρα θεοφιλῆ καὶ σεβάσμιον, τῷ ἀπροσδοκήτῳ τῆς τροπῆς περιαλγήσαντα, ἐπιληψίας πάθος περιπεσεῖν, καὶ ὀλίγον ἐπιβιώσαντα, τῶν τῇδε ὑπαπελθεῖν. ἀλλὰ ταῦτα μὲν κατὰ τὴν Μυσίαν ἐπράττετο ὕστερον· ὁ δὲ τῶν Ῥωμαίων αὐτοκράτωρ Νικηφόρος, τὰ περὶ τῶν Ταύρων διαγνοὺς, καὶ ἄλλως δὲ παρὰ πᾶσαν αὑτοῦ τὴν βιοτὴν μεμεριμνημένος τις ὢν, καὶ ἐγρηγορὼς, καὶ μὴ νευστάζων, μηδέ τισιν ἡδοναῖς ὅλως δουλούμενος (οὐδὲ γὰρ ἔχοι τις λέγειν, ὡς ἴδοι τοῦτον κωμάσαντα κἂν ἐν νεότητι), τότε παντοδαπός τις ἦν, καὶ τὴν πεζικὴν στρατιὰν ἐξήρτυε, καὶ τοὺς λόχους καθώπλιζε, καὶ τὴν ἱππικὴν φάλαγγα ἐς βάθος διέταττε, καὶ πανσιδήρους ἱππότας ἀπέφαινε. τάς τε μηχανὰς τὰς ἐφετηρίους τεκταινόμενος ἐπὶ τῶν τῆς πόλεως πυργωμάτων καθίδρυε, καὶ σειρὰν βαρυτάλαντον ἐκ σιδήρου πεποιημένην ἐπὶ 79 τὸν πύργον ἐνδησάμενος, ὃν Κεντηνάριον κικλήσκειν εἰώθασιν, ἐπὶ φιτρῶν τε μεγίστων ἐφαρμοσάμενος, κατὰ τὸν Βόσπορον ἔτεινε, καὶ πρὸς τὸ τοῦ καταντιπέρας Καστελλίου πύργωμα ἀνῆψε. δραστήριος δὲ ὢν, καὶ βαθυγνώμων, εἰ καί τις ἄλλος, ὧν ἴσμεν, ἀνὴρ, ἀξύμφορον εἶναί οἱ διελογίζετο, εἰ πρὸς ἀμφότερα τὰ ἔθνη τὴν διαμάχην ἄροιτο. ξυνοῖσον οὖν ἐδόκει εἶναι αὐτῷ, εἰ τὸ ἓν ὑποποιήσῃ τῶν ἐθνῶν. οὕτω γὰρ ἐδόκει ῥᾷστα περιέσεσθαι τοῦ ἑνὸς, καὶ αὐτὸ θᾶττον καταγωνίσασθαι. γʹ. Ἐντεῦθεν, ἐπεὶ τὸ παρὰ τῶν Ταύρων ἀπεγνώκει διακηρυκεύεσθαι (ᾔδει γὰρ τὸν Πατρίκιον Καλοκύρην ἅπαξ τῆς εὐθείας ἐκκλίναντα καὶ τῆς τούτου κυρίας ἀφηνιάσαντα, καὶ μέγα παρὰ τῷ Σφενδοσλάβῳ δυνηθέντα, μὴ εὐείκτως τῷ τούτου θελήματι σπείσασθαι), πρὸς τοὺς ὁμοθρήσκους Μυσοὺς ἐβουλεύσατο μᾶλλον πρεσβείαν στείλασθαι. καὶ δῆτα πρέσβεις ὡς αὐτοὺς ἔστελλε, τόν τε Πατρίκιον Νικηφόρον, ᾧ τὸ ἐπώνυμον Ἐρωτικὸς, καὶ Φιλόθεον, τὸν τῶν Εὐχαΐτων πρόεδρον, καὶ τῆς τε θρησκείας αὐτοὺς ὑπεμίμνησκε (τὰ Χριστιανῶν γὰρ ἀναντιῤῥήτως πρεσβεύουσιν οἱ Μυσοὶ), καὶ παρθένους τοῦ βασιλικοῦ γένους ἐξῄτει, ὡς συνάψῃ ταύτας τοῖς τοῦ αὐτοκράτορος Ῥωμανοῦ παισὶ, καὶ ἀδιάῤῥηκτος ἐκ τοῦ κήδους ἥ τε πρὸς Ῥωμαίους καὶ τοὺς Μυσοὺς