Vita Porphyrii episcopi Gazensis
δοξαζόμενος, πατάξει σου τὴν γλῶσσαν καὶ φιμώσει σου τὸ στόμα, ἵνα μὴ λαλῇ δύσφημα.
γλῶσσαν Φωτεινήν· ταύτῃ παρέθετο τὴν Σαλαφθᾶν, δοὺς αὐτῇ τὸ κανονικὸν σχῆμα, καὶ παραθέμενος αὐτὰς τῷ θεῷ ἀπέλυσεν μετ' εἰρήνης. Τοιαύτην δὲ ἀνεδέξατο πολιτείαν οἵαν οὐκ ἄλλη κατ' ἐκεῖνον τὸν χρόνον ἔσχεν, καθ' ἡμέραν νηστεύουσα καὶ μετὰ τὴν νηστείαν μεταλαμβάνουσα ὀλίγου ἄρτου μετὰ ἁλὸς καὶ ὀσπρίου βρεκτοῦ ἢ λεπτολαχάνου καὶ ὕδατος μόνου· τοῦ γὰρ οἴνου παντελῶς οὐ μετελάμβανεν. Ἐν δὲ ταῖς ἑορταῖς μετελάμβανεν καὶ ἐλαίου καὶ ἐλαίας ἤσθιεν, οὐδὲν δὲ ἄλλο τῶν διὰ πυρὸς γινομένων ἐγεύετο· ἐν δὲ τῇ τεσσαρακοστῇ τῶν νηστειῶν τὰς πάσας ἡμέρας διὰ δύο ἤσθιεν βρεκτὰ ὄσπρια ἢ λεπτολάχανα ἄνευ ἄρτου· τὴν δὲ ἁγίαν πασχαλίαν πᾶσαν εἷλκεν τὴν ἑβδομάδα, μηδενὸς μεταλαμβάνουσα, εἰ μὴ τῇ ἁγίᾳ πέμπτῃ, μετὰ τὴν ἁγίαν κοινωνίαν, ὕδατος θερμοῦ. Καὶ τοσοῦτον κατέτηξεν αὐτῆς τὸ σῶμα ὡς νομίζειν τοὺς ὁρῶντας αὐτὴν σκιὰν θεωρεῖν. Ἐγένετο δὲ ὑπόδειγμα καὶ ἄλλαις πολλαῖς· ἐζήλωσαν γὰρ τὸν βίον καὶ τὴν πολιτείαν τῆς ἁγίας κόρης Σαλαφθᾶς, ἥτις ἕως τοῦ νῦν δοκεῖ ζῆν· νενέκρωται γὰρ τῷ κόσμῳ, τῷ δὲ Χριστῷ ζῇ καὶ σὺν αὐτῷ ἐστι διὰ παντός· ἧς τῶν ἁγίων εὐχῶν μέρος ἔχωμεν. Καὶ ταῦτα μὲν περὶ τῆς ὁσίας κόρης Σαλαφθᾶς εἰρήσθω.
103 Ὁ δὲ μακαριώτατος ἐπίσκοπος Πορφύριος, καταστήσας τόν τε ἐκκλησιαστικὸν κανόνα καὶ τὴν πᾶσαν ἀκολουθίαν, ἐπιζήσας ἄλλα ὀλίγα ἔτη μετὰ τὸ ἁγιάσαι τὴν μεγάλην ἐκκλησίαν, περιπεσὼν ἀρρωστίᾳ διετύπωσεν εὐσεβῆ διαθήκην, ληγατεύσας πολλούς· καὶ παραθέμενος πάντας τοὺς τοῦ φιλοχρίστου λαοῦ τῷ θεῷ, ἐν εἰρήνῃ ἐκοιμήθη μετὰ τῶν ἁγίων, μηνὶ ∆ύστρῳ δευτέρᾳ ἔτους κατὰ Γαζαίους ὀγδοηκοστοῦ τετρακοσιοστοῦ, ἐπισκοπήσας ἔτη ˉκˉδ καὶ μῆνας ˉιˉα καὶ ἡμέρας ˉη, τὸν καλὸν ἀγῶνα τετελεκὼς πρὸς τοὺς εἰδωλομανεῖς ἕως τῆς ἡμέρας τῆς κοιμήσεως αὐτοῦ. Καὶ νῦν ἔστιν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς, πρεσβεύων μετὰ πάντων τῶν ἁγίων ὑπὲρ ἡμῶν, ὧν ταῖς εὐχαῖς ἐλεήσῃ ἡμᾶς ὁ πατὴρ καὶ θεὸς σὺν υἱῷ καὶ ἁγίῳ πνεύματι, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.