πολέμιοι ὁμόσε ταῖς πύλαις σὺν ἀλαλαγμῶ πολλῷ καὶ βοῇ διωθήσαντο, καὶ ταύτας καὶ μέρη τοῦ τείχους ἐπιθετικῶς καταστρέψαντες αἱροῦσιν ἀνὰ κράτος τὴν πόλιν, καὶ γίνεται φόνος τῶν ἔνδον ἀμύθητος. οὔτε γὰρ ἡλικίας οὔτε φύσεως οὔθ' αἱρέσεως ἔλεος ἦν, ἀλλὰ πάντες ἡβηδὸν ἀνῃροῦντο, καὶ ποταμὸς αἵματος τὴν οἰκτρὰν ταύτην καὶ δύστηνον κατεδίαινε πόλιν. περιεσώθη δὲ τοῦ κρατίστου ταύτης πολλοστημόριον, σὺν τοῖς κακίστοις ἡγεμόσιν εἰς τὴν ἀκρόπολιν ἀνιόν. τῶν δ' ἐν χερσὶ γενομένων ὅσοι κατά τινα χρηστοτέραν συγκύρησιν τὸν ἐκ τοῦ σιδήρου διέφυγον ὄλεθρον, αἰχμαλωσίᾳ πικρᾷ παρεδόθησαν. ἀλλὰ καὶ οἱ τῆς ἀκροπόλεως μητ' ἐπισιτισμὸν ἔχοντες, καὶ τῇ σπάνει τῶν ἀναγκαίων τρυχόμενοι, ὁμολογίαις ὕστερον ὑποσπόνδοις καὶ μόνης τῆς ζωῆς ἐχούσαις τὴν ἔφεσιν καὶ αὐτοὶ παραδεδώκασι τὸ κρησφύγετον, καὶ γέγονεν ὑπὸ πολεμίοις τοιαύτη πόλις μετὰ τῶν πολιχνίων καὶ τῶν ὑπαίθρων αὐτῶν δι' ἀπληστίαν καὶ χρημάτων ἄκαιρον φυλακήν, μὴ εἰδότος τοῦ βασιλεύοντος ὅτι πολλάκις μὲν ὤνησε καὶ διαφόρως ἄφθονος χείρ, ἐν δὲ τοῖς ἀναγκαίοις διὰ παντός, ὀλιγάκις δὲ κἀν μὴ τοῖς ἀναγκαίοις κατέβλαψε, καὶ ὡς αὐτὸ τὸ ὄνομα τῶν χρημάτων χρῆσιν ἅμα παρυπεμφαίνει καὶ χρησιμότητα. Καὶ τὰ μὲν κατὰ τὴν Ἀσίαν τοῦτον εἶχε τὸν τρόπον 83 καὶ εἰς τοσοῦτον σκυλμὸν περιήγοντο, τῆς ἐπιδρομῆς καὶ τῆς ἐνέδρας μὴ ληγούσης τῶν ἐναντίων· τὰ δὲ τῆς Εὐρώπης ἐνόσουν μὲν καὶ αὐτὰ ταῖς τῶν Πατζινάκων ἐπιδρομαῖς, σχολαίως δὲ καὶ βραδέως καὶ μέρει τινὶ τῷ πρὸς αὐτοὺς πλησιάζοντι. προετέρουν δὲ ἔν τισι προσβολαῖς οἱ Ῥωμαῖοι καὶ ἧτταν ἀνελαμβάνοντο. οὐ μὴν οὐδ' ἐκεῖσε κατεπολεμήθη τὸ πολεμοῦν, σπονδαῖς δὲ μόνον εἰρηνικαῖς ἀναστολὴν ἐλάμβανεν ἡ τοῦ ἔθνους ἐπιδρομή. τὰ δὲ τῆς ἀρετῆς προτερήματα ταῦτα. Τῆς γ' ἰνδικτιῶνος ἐνστάσης, ἐπάρχοντος τῶν κατὰ τὸν Ἴστρον πόλεων τοῦ τε μαγίστρου Βασιλείου τοῦ Ἀποκάπη καὶ τοῦ μαγίστρου Νικηφόρου τοῦ περιβοήτου Βοτανειάτου, παγγενεὶ τὸ τῶν Οὔζων ἔθνος μετὰ τῆς ἰδίας ἀποσκευῆς τὸν Ἴστρον διαπεραιωθὲν ξύλοις μακροῖς καὶ λέμβοις αὐτοπρέμνοις καὶ βύρσαις, τοὺς διακωλύοντας τὴν τούτων περαίωσιν Βουλγάρους καὶ λοιποὺς στρατιώτας κατηγωνίσαντο, καὶ τοὺς ἡγεμόνας αὐτῶν καίτοι διαγωνισαμένους ἐκθύμως, καὶ μᾶλλον τοῦ Βοτανειάτου, αἰχμαλώτους παρέλαβον, καὶ τὴν ἐκεῖσε πᾶσαν ἐπλήρωσαν ὕπαιθρον· συνεψηφίζετο γὰρ τὸ ἔθνος εἰς ἑξήκοντα μυριάδας ἀνδρῶν. μοῖρα δέ τις οὐκ ἐλαχίστη τῶν ἐκεῖ σπουδαίως ἀπάρασα τὸ Ἰλλυρικὸν ἅπαν ἄχρι Θεσσαλονίκης καὶ αὐτῆς Ἑλλάδος κατέδραμε καὶ κατεληίσατο, καὶ λείαν ἤλασεν οὐκ ἀριθμητήν. χειμῶνι δὲ πολλῷ πε 84 ριπεπτωκότες, ὅτε πρὸς τὰ σφέτερα ἤλαυνον, οἱ τὴν τοιαύτην μοῖραν πληροῦντες οὐ μόνον τὰ ἀλλότρια ἀλλὰ καὶ τὰ ἑαυτῶν σχεδὸν ἀπέβαλον ἅπαντες, καὶ δυστυχῶς εἰς τὴν παρεμβολὴν ἐπανέζευξαν. ὁ δὲ βασιλεὺς περὶ τοῦ πληθυσμοῦ πυνθανόμενος ἤσχαλλε μὲν καὶ ἠδημόνει, στρατιὰν δ' ἀξιόμαχον συναθροῖσαι καὶ δυνάμεις ἀφεῖναι τούτοις ὀκνηρότερος ἦν, ὡς μέν τινες, φειδοῖ τῶν ἀναλωμάτων (ἦν γάρ, ὡς προέφαμεν, φιλοχρήματος ὁ ἀνήρ), ὡς δ' ἔνιοι, μὴ ἀποθαρρῶν πρὸς τοιαύτην ἰσχὺν ἀντιπαρατάξασθαι· καὶ γὰρ ἅπαντες ἀπρόσμαχον εἶναι τὸ τῶν ἐναντίων πλῆθος καὶ ὅλως ἀκαταγώνιστον συνετίθεντο. μηδὲ γὰρ εἶναι τῶν ἐνδεχομένων ἢ δυνατῶν ὑπενόουν τοσαύτας μυριάδας, πολέμῳ καὶ μάχαις συντεθραμμένας καὶ προχείρους ἐχούσας τὰς δεξιὰς καὶ γεγυμνασμένας πρὸς ἀντικατάστασιν καὶ ἀναίρεσιν, παρατάξει κατατροπώσασθαι, καὶ ἀμήχανος ἐδόκει πᾶσιν ἡ λύτρωσις, καὶ μετοικίαν ἤδη τὸ τὴν Εὐρώπην ἅπαν οἰκοῦν ἐβουλεύετο. ὁ δὲ βασιλεὺς πρεσβείαν ἀπεσταλκὼς πρὸς τοὺς ἐθνάρχας αὐτῶν ἐπειρᾶτο, καθ' ὅσον οἷόν τε, τούτους παρενεγκεῖν καὶ πρὸς καιρὸν καταστεῖλαι καὶ πάλιν εἰς τὴν ὑστεραίαν βουλεύεσθαι, πολλὰ τούτοις ἐπιστείλας ἐπαγωγά. καὶ μεταπεμψάμενος ἐνίους χαρίσμασι τούτους