σφοδρᾷ συμπτώσει. ἐν τοῖς μαλακοῖς οὐ γίνεται ψόφος, ὅτι θρύπτεται ὁ ἀὴρ ἐν τοῖς πόροις τούτων καὶ διαλύεται ὡς ἐν τοῖς σπόγγοις. ἐν τοῖς μὴ λείοις κ[ατα]κερματίζεται πάλιν ταῖς κοιλότησιν ὁ ἀήρ. δεῖ δὲ τῆς σφοδρᾶς τῶν σκληρῶν συμπτώσεως, ἵνα πολὺς ἀὴρ ἐναπολειφ[θῇ] μεταξύ, ὃς ἐναπολαμβανόμενος καὶ ταχέως ἐξωθούμενος 54 ποιεῖ ψόφον. ἐν κώδωσι καὶ λοιποῖς κοίλοις ἠχεῖ ἀὴρ ἐπὶ πολύ, ὅτι τελεῖται περὶ τὸ κοίλωμα καὶ ἐξελθεῖν οὐ δύναται, καὶ ὅτι διὰ χαλκῶν τυπτόμενος ἐντὸς ὁ κώδων ποιεῖ ἐκτεταμένην τὴν ἠχήν, ἐπειδὴ ἐμπίπτει ὁ ἐκτὸς ἀὴρ τῷ ἐντὸς καὶ πλήττει καὶ ἀντιπλήττεται καὶ διηχεῖ. Οὔτε διὰ κενοῦ οὔτε διὰ στερεοῦ γίνεται ἡ κίνησις, ἀλλ' ἐν ἀέρι ἢ ὕδατι. ἐν ὕδατι ψόφος οὐ γίνεται, ἂν ἐν τούτῳ βῇς καὶ ἄμφω τὰς παλάμας πλήξῃς. εἴπομεν γὰρ ὅτι δεῖ ἀθρόαν τὴν συνδρομὴν γενέσθαι τῶν πληττομένων, ἵνα μὴ κατὰ μικρὸν ὁ ἀὴρ θρυφθῇ. Τῇ μάστιγι πλήξαντες τὸν ἀέρα οὐ ποιοῦμεν ψόφον, ὅτι ὁ ἀὴρ τότε δύο χρείας ἀναπληροῖ, καὶ τὴν τοῦ πληττομένου καὶ τὴν τοῦ μεταξύ. ὁ ἀὴρ καὶ τὸ ὕδωρ δεκτικὰ ψόφου, οὐ μὴν ποιητικά, ὡς καὶ τὸ ἄχρουν χρώματος· ποιητικὰ δὲ τὰ στερεά. Ἠχὼ γίνεται ὅταν πληχθεὶς ὁ ἀὴρ ὠθούμενος ἐνεχθῇ ἐπί τι ἀντίτυπον κοιλότητα ἔχον καὶ ἀποστραφῇ κατὰ ἀνάκλασιν, ὡς ἡ ῥιπτουμένη κατὰ τοίχου σφαῖρα καὶ οὕτως χωροῦσα ἐπὶ τὸν πλήξαντα. ἔναρθρος δὲ ἡ ἠχὼ γίνεται, ἐπειδὴ ὁ πρῶτος ὑφ' ἡμῶν διαλεγομένων πληττόμενος ἀὴρ πρώτως καὶ ἀνακλᾶται φέρων εἰς ἡμᾶς τῆς πρώτης λέξεως τὴν ἠχώ, καὶ ὁ δεύτερος τῆς δευτέρας, καὶ οὕτως ἡ τάξις τῆς διαλέκτου φυλάττεται. Εἰ καὶ ὁ ψόφος ἀσώματος, πῶς ἀνακλᾶται; ἀλλ' οὐ καθ' αὑτόν, ἀλλὰ μετὰ τοῦ οἰκείου ὑποκειμένου, ἤγουν τοῦ ἀέρος. Αἱ αἰσθήσεις διὰ τοῦ ἐγκεφάλου ἀρχόμεναι ἄχρι τῶν αἰσθητηρίων προΐασι, ἡ ἀκουστικὴ μέχρι τῆς ῥίζης τῶν ὤτων, ἃς καλοῦσι μήνιγγας. νεῦρον ἀπὸ τοῦ ἐγκεφάλου προϊὸν πεποροποιημένον, ἐν ᾧ τὸ ὀπτικὸν πνεῦμα. ἔστιν {γὰρ} οὖν ἀπειλημμένος <τις ἀὴρ> ἐν τῷ κοιλώματι τῆς ἀκοῆς συμφυὴς τῇ μήνιγγι καὶ τῷ ὑμένι. οὗτος δεχόμενος ἐκ τοῦ ἔξωθεν ἀέρος τοὺς ψόφους διαπορθμεύει εἰς τὴν μήνιγγα. πρόεισι δὲ ἀπὸ πλατυτέρου πόρου τοῦ κοιλώματος τοῦ ὠτὸς μέχρι τοῦ πόρου τῆς μήνιγγος τοῦ στενωτέρου στενοῦ ὄντος. Ἔχει δὲ καὶ ὄψις οἷον διαφανὲς τὸ κρυσταλλοειδὲς ὑγρὸν καὶ κερατοειδές, ἃ δέχονται τὴν τοῦ ἔξωθεν διαφανοῦς ἐνέργειαν καὶ διαπορθμεύουσι ταύ55 την ἐπὶ τὸ ὀπτικὸν πνεῦμα, ὅ<περ> νεῦρον ἀπὸ τοῦ ἐγκεφάλου ἀρχόμενον 55 καταλήγει μέχρι καὶ τοῦ κρυσταλλοειδοῦς. Ἑλικοειδεῖς οἱ πόροι τῶν ὤτων, ἵνα μὴ ῥᾳδίως εἰσελθόν τι πλήξῃ τὴν μήνιγγα. ∆ιὰ μόνων τῶν ὠτίων ἀκούομεν, ὅτι ἐν μόνοις τούτοις ἐστὶν ὁ ἀὴρ συμφυὴς καὶ συνεχὴς πρὸς τὸν ἔξω ἀέρα καὶ τὸ ἀκουυστικὸν αἰσθητήριον, ὡς δύνασθαι δι' αὐτοῦ διαδιδόναι τὸ ἐν τῷ ἔξω ἀέρι γινόμενον πάθος. ὡς ἐπὶ τῆς ἀκοῆς προβέβληται ὁ συμφυὴς ἀήρ, τοῦτο καὶ ἐπὶ τῆς κόρης τὸ ὑγρὸν διὰ τὴν ἀντίληψιν τοῦ αἰσθητοῦ. Ὁ ἀὴρ κινεῖται καὶ οἰκείαν κίνησιν, καὶ δῆλον ἐκ τοῦ ἐν ταῖς νηνεμίαις τὰ ξύσματα φαίνεσθαι κινούμενα ἐν τῷ διὰ τῶν θυρίδων ἡλίῳ. Χρεία τοῦ ἔξω ἀέρος δι' ἀκοήν, ἵνα αὐτὸς παρενέγκῃ τὸν ψόφον· τοῦ γὰρ ἀλλοτρίου ψόφου ἡ ἀκοὴ ἀντιλαμβάνεται, οὐ τοῦ ἰδίου. καὶ ποῖον ψόφον, τὸ τυπτόμενον ἢ τὸ τύπτον; καὶ ἄμφω· ἀδιάκριτος γὰρ ἡ αἰτία, ἐπεὶ καὶ τὸ τυπτόμενον τύπτει καὶ τὸ τύπτον τύπτεται. Τὸ ἀκούειν γίνεται οὐ κατ' εἴσοδον τοῦ ἐκτὸς ἀέρος, ἀλλὰ κατὰ ἁφὴν τὴν πρὸς ἐγκατῳκοδομημένον ἀέρα ἐν τοῖς ὠσί. τεκμήριον δὲ τοῦ εἶναί τινα ἀέρα συμπεφυκότα τῇ μήνιγγι, ὅτι οὐκ εὐκόλως εἰσέρχεται ὕδωρ εἰς τὸ ὦς ἐξωθούμενον ἐκ τοῦ ἐντὸς ἀέρος. Ἔχομεν γνωρίσαι εἰ ὑγιὲς τὸ ἀκουστικόν, ἐὰν ἐμφράξαντες τὸ ὦς τῷ δακτύλῳ αἰσθανόμεθά τινος βόμβου. ἐξέρχεται ὁ ἐντὸς ἀὴρ λεπτὸς καὶ τύπτει τὸν ἐκτὸς καὶ ποιεῖ