πρὸς τοῖς δεξιοῖς μέρεσιν, αὐτοῦ που πρὸς τῇ εἰσόδῳ, ἀλλ' εἰς αὐτὸν εὐθὺς ἀναβέβηκας τὸν ἐπὶ γῆς οὐρανόν, ὥσπερ δεινὸν ἡγησάμενος, εἰ μὴ τῆς τόλμης εὐθὺς ἀπὸ θεοῦ ἄρξαιο. καὶ ὁ μὲν πρώτως ἀποστατήσας θεοῦ, ὡς τῶν ἱερῶν λογίων ἀκούομεν, ἐνενόησε μὲν θεῖναι τὸν θρόνον αὐτοῦ ἐπὶ τῶν νεφελῶν καὶ ἔσεσθαι ὅμοιος τῷ ὑψίστῳ οὐ μὴν ἐπεχείρησε· σὺ δὲ ἐκεῖνό τε ἐλογίσω καὶ τοῦτο πεποίηκας. πῶς οὖν ὅμοια τετολμηκώς, μᾶλλον δὲ τούτων χείρονα, δυσχεραίνεις τὴν καθαίρεσιν καὶ πρὸς ἀντιλογίας χωρεῖς καὶ τοὺς κατηγόρους φυλοκρινεῖς; καὶ τοὺς μὲν παραγράφῃ, τοῖς δὲ ἀντεγκαλεῖς, παρ' ὧν δὲ γραφὰς ἀπαιτεῖς ὥστε παθεῖν, ἅπερ ἂν αὐτὸς ἐγκαλούμενος. πῶς καὶ τίνα τρόπον, ὦ βέλτιστε-ἴνα σοι καὶ τοῦτο τὸ μέρος προσεξετάσω; εἰ μὲν γὰρ ἀμφιβόλων σε ἐγκλημάτων ἐδίωκον καὶ δεομένων μαρτυρίας καὶ ἀποδείξεως, καλῶς γε τότε ποιῶν ταῖς τῶν κανόνων ἀκριβείαις ἐχρῶ καὶ παρατηρήσεσι καλῶς ἐγενεαλόγεις σου τὸν κατήγορον καὶ ἐπολυπραγμόνεις αὐτοῦ τὴν ζωὴν καὶ ἀσφαλεῖ τῷ λόγῳ πλήξειν ἠνάγκαζες. ἐπεὶ δὲ ἀναμιμνήσκω μόνον τὰ πεπραγμένα σοι καὶ μονονοὺ μεταφέρω τῷ λόγῳ, τῷ διηγήματι ταῦτα παραδεικνύς, τί μοι τοὺς κανόνας ἀντιτίθης καὶ τὰ πολλὰ ταῦτα συνείρεις κεφάλαια; ὁρᾷς, ὅτι σε οὔτε ἀρρητουργίας γράφομαι οὔτε βίου κακοῦ οὔτε τῶν ὑπὸ σκότῳ κεκαλυμμένων. διὰ τί; οὐχ ὅτι μηδέν σοι τούτων πέπρακται, ἀλλ' ὅτι μαρτύρων ὁ λόγος δεῖται καὶ ἀποδείξεων. ἵν' οὖν μή τισιν ἀντιλογίας ὑπὲρ σοῦ δῶ ἀφορμήν, πᾶν ἀμφιλαφές σοι παρατρέχων καὶ ὑπόσκιον ἔγκλημα τὰ ὕπαιθρα μόνα κινῶ καὶ ὁπόσα πάντες συνίσασιν. εἰ μὲν οὖν ἐξῆν αὐτὰ τὰ πράγματα μεταφέρειν καί, ὅσα τοῖς παρῳχηκόσιν ἐτολμήθη καιροῖς, ταῦτα τῶν ἐνεστώτων ποιεῖν, οὐκ ἂν οὐδὲ τῆς ἐν τοῖς λόγοις ἐκθέσεως ἐδεήθημεν· ἐπεὶ δὲ οὐκ ἔχει φύσιν τὸ πρᾶγμα, ὁ λόγος τὸ λεῖπον ἀναπληροῖ. καὶ παρεληλύθαμεν νῦν κατηγορήσοντες, οὐ μαρτυρήσοντες, τιμωρήσοντες, οὐκ ἀποδείξοντες. ἔδει μὲν οὖν σύνδρομόν σοι γενέσθαι τῇ τόλμῃ τὴν δίκην καὶ τούς νῦν σοι συνηγοροῦντας τότε παρεῖναι κατηγοροῦντας. ἀλλὰ τοῦτο ἀνθρώπινον οἶμαι δίκαιον. οὐχ οὕτω δὲ τὸ θεῖον ποιεῖ, ἀλλ' ἑτοιμάζει μὲν <τὸ> τόξον, οὐκ ἀφίησι δὲ τὸ βέλος εὐθύς, καὶ τοὺς ἄνθρακας ἀνάπτει μέν, οὐ καταφλέγει δέ, ἀλλ' οἶδεν ἐκεῖ μὲν καιρὸν ἀφέσεως, ἐνταῦθα δὲ καταφλέξεως. ὁπότε τοίνυν ἔδει καὶ τὸ βέλος ἀφεῖναι καὶ γενέσθαι τὸν ἐμπρησμόν, ἄμφω πεποίηκε. τίνι ταῦτά φημι τεκμαιρόμενος; τῇ κινήσει τοῦ αὐτοκράτορος· ὁμοῦ τε γὰρ τὸ θεῖον κεκίνηται ἐπὶ σέ, καὶ ὁ βασιλεὺς ὑπηρετεῖ τῷ βουλήματι. καὶ πάλαι πάντα τετολμηκὼς νῦν ἐπὶ πᾶσι καὶ τύραννος καὶ φονεὺς ἀναδέδειξαι. Καὶ τοῦτο μὲν οὕτω κείσθω. ἐμὲ δὲ τάχα τις οἰήσεται ὑπερβάλλειν μακρῷ τοῖς λόγοις τὰ πράγματα, τέχνας τινὰς ταῖς ἀποδείξεσιν ἢ ἀναμνήσεσιν ἐπεισάγοντα. ἐγὼ δὲ τοσούτου δέω πλείονα λέγειν τῶν γεγονότων, ὅτι μηδὲ ξυμμετρεῖν τὸν λόγον οἷς προὐθέμην ἐρεῖν δεδύνημαι. οὐ μὴν διὰ τοῦτο καὶ ὑμᾶς κατόπιν ἐλθεῖν τῶν πραγμάτων ἡγοῦμαι. εἰ μὲν γὰρ ἀγνοοῦντας ἐδίδασκον, τάχ' ἂν τοῦτο παθεῖν ὑμᾶς ὑπελάμβανον· ἐπεὶ δὲ εἰδότας ἀναμιμνήσκω, οὐ τῷ λόγῳ τοσοῦτον προσέξετε, ἀλλὰ τὴν διάνοιαν πρὸς τὰς πράξεις ἀνενεγκόντες πρὸς ἐκείνας τὰς ψήφους μετρήσετε. ἀλλ' ἃ μὲν εἴρηκα γέγονέ τε ὁμοῦ καὶ τά γε πλείω τῷ παρεληλυθότι καιρῷ συναπέρρευσε· περὶ δὲ οὗ νῦν λέγειν ἐπικεχείρηκα, ὁμοῦ τε γεγονός ἐστιν καὶ γιγνόμενον, καὶ παρεληλυθὸς καὶ ὁρώμενον, οὐδὲν ἧττον καὶ ἐσόμενον, καὶ περιειληφὸς ἀκριβῶς τὴν τοῦ χρόνου τριμέρειαν καὶ οἷον στήλη τις ὄν, ὥσπερ ἐν αἰῶνι τῷ μετ' ἐκεῖνον βίῳ παντί, τῆς ἐκείνου κακοηθείας καὶ περὶ τὰ θεῖα μανίας καὶ τῆς περὶ τοὺς ἱεροὺς οἴκους καταστροφῆς. καὶ οὐκ ἔχω τίνι ποτὲ τὸ ἐκείνου παρεικάσω πρᾶγμα καὶ διανόημα. πάντα γάρ μοι τὰ ἄτοπα ὁμοῦ συνεισέρχεται καὶ πᾶσιν ἐκεῖνον ἀντισταθμούμενος, ὥσπερ ἐν ῥοπαῖς κουφότερα τἆλλα ὁρῶ καὶ τῷ ἐκείνου μέτρῳ μηδαμῆ παρισούμενα. τί ποτε