«γράψω»· τῶν ὀνομάτων δὲ εἰς ψῖ ὁπόσα λήγει πάλιν τούτων ἑνὶ τὴν γενικήν, δέσποτα, σχηματίζει· «ὁ Πέλοψ» γάρ, «τοῦ Πέλοπος», «τοῦ Κίνυφος», «ὁ Κίνυψ», καὶ «τοῦ λιβὸς» «ὁ λίψ» ἐστιν· εὔλογος ἡ μεσότης. οὕτως εἰσὶ καὶ τὰ λοιπὰ τῶν ἀπηριθμημένων. τοῦ γάμμα καὶ τοῦ κάππα γὰρ καὶ τοῦ χῖ ἓν τὸ γένος, τοῦ «λέγω» καὶ τοῦ «πλέκω» γὰρ τὸ ῥῆμα καὶ τοῦ «τρέχω» εἰς ξῖ ποιεῖ τὸν μέλλοντα, «λέξω», «πλέξω» καὶ «θρέξω»· εἰς ξῖ δὲ λῆγον ὄνομα τὴν γενικὴν ποιεῖται, ὥσπερ καὶ πρὶν εἰρήκαμεν, ἑνὶ τῶν εἰρημένων, «ὁ τέττιξ» γάρ, «τοῦ τέττιγος», «τοῦ πέρδικος», «ὁ πέρδιξ», «ὁ ὄνυξ» δέ, «τοῦ ὄνυχος»· ἐν τοῖς τρισὶ ταὐτότης. οὕτω τὸ δέλτα πέφυκε μέσον τοῦ ταῦ καὶ θῆτα, πᾶν ῥῆμα γὰρ λεγόμενον δι' ἑνὸς τούτων, ἄναξ, εἰς σῖγμα δρᾷ τὸν μέλλοντα, «ᾄδω», «πλήθω», «ἀνύτω», ὁ μέλλων «ᾄσω» γάρ ἐστιν «ἀνύσω» τε καὶ «πλήσω»· εἰς σῖγμα δέ γε τελευτῶν ὄνομα κατ' εὐθεῖαν τὴν γενικὴν τούτων ἑνὶ δείκνυσι τελουμένην, «Ἄδωνις» γὰρ «Ἀδώνιδος», «ὄρνις ὄρνιθος» γράφεις, «ἔρως» τε πάλιν «ἔρωτος»· ἴδε τὴν συμφωνίαν. Οὐ πάντων ἡ γραμματικὴ πέφυκεν ἐμπειρία· τῶν πολιτευομένων γὰρ λέξεων ἐπιστήμη, οὐ τῶν ἐν παραβύστῳ δὲ τισὶ συμπεπλασμένων. τὰς γὰρ ἐν τῷ Λυκόφρονι «εὐῶπας κόρας», κώπας, καὶ τὸν παρὰ τῇ Σύριγγι «ἀντίπετρον» οὐκ οἶδεν· ἀλλ' οὔτε τὸ «βαλάντιον» ὡς ἀκόντιον ἔχει οὔτ' ἔριον τὸ «σκέπαρνον» ἐκ τοῦ τὸν ἄρνα σκέπειν οὔτε φησὶ «ποτήριον» ἔνδυμα ἐξ ἐρίων· «ἑλκύδριον» οὐ τίθησιν οὐδέποτε τὸν κάδον. Τὸν τόνον ὁ γραμματικὸς τίθεται προσῳδίαν· πρὸς τόνον γὰρ τὸ μελῳδεῖν, πρὸς τόνον ἁρμονία. Τέσσαρες πρὸς τοῖς εἴκοσι τῶν ποιήσεων τρόποι· παραβολή, ὑπερβολὴ καὶ ἀντωνομασία, ἄλλοι τε προφανέστατοι καὶ γνώριμοι τοῖς πᾶσι. τρόποι δ' ἐπωνομάσθησαν ὡς τρέποντες τὴν φράσιν. Τὸ τρίτον τῆς γραμματικῆς τοῦτο τυγχάνει μέρος, ἱστοριῶν ἀπόδοσις καὶ γλωσσῶν πολυτρόπων. ἑκάστη γὰρ διάλεκτος παμπόλλους ἔχει γλώσσας. ἡ γὰρ ∆ωρὶς διάλεκτος ἔχει τοιάσδε γλώσσας, Ἀργείων Κορινθίων τε καὶ τῶν Συρακουσίων· ἡ δ' Αἰολὶς τῶν Βοιωτῶν, πρὸς δὲ καὶ τῶν Λεσβίων. ὀφείλει δ' ὁ γραμματικὸς εἰδέναι καὶ τὰς γλώσσας· Ἰάδος γὰρ τὸ «πίσυρες», ἀλλὰ Συρακουσίων. Πέμπτον δὲ μέρος, δέσποτα, γραμματικῆς τυγχάνει ἐκλογισμῶν ἀκρίβεια τῶν τῆς ἀναλογίας, τουτέστι παραθέσεως πρὸς ὅμοιον ὁμοίου. τὸ «∆ημοφῶν» γάρ, δέσποτα, καὶ «Ξενοφῶν» κατ' ἴσον ὁμοίου τις παράθεσις κατὰ ἀναλογίαν. Ἔστι καὶ κρίσις ἀκριβὴς αὕτη τῶν ποιημάτων. οὐ κρίνει δ' εἰ συγγέγραπται κρειττόνως ἢ χειρόνως, ἀλλὰ τίνα νενόθευται, τίνα γνησίως ἔχει. πολλὰ γὰρ ἀμφιβάλλεται τῶν προσυγγεγραμμένων, Ὁμήρου μὲν τὰ Κύπρια, πρὸς δὲ καὶ ὁ Μαργίτης, Ἀράτου δὲ τὰ Θυτικὰ καὶ τὰ Περὶ ὀρνέων. κρίνεται δὲ ποιήματα χρόνῳ καὶ ἱστορίᾳ, οἰκονομίᾳ λέξει τε, πλάσματι καὶ συνθέσει. Βιωτικὴ δ' ἀνάγνωσις ἐστὶν ἡ κωμῳδία, οὐκ εὔτονος, οὐκ εὔφωνος, ἀλλ' ὥσπερ ὑφειμένη, συνήθους καὶ βιωτικῆς εἰκών τις ὁμιλίας. τὰ γάρ τοι τραγικώτερα ἄλλου τυγχάνει τύπου· ἡρωϊκὴ γὰρ μέστωσις ἐστὶν ἡ τραγῳδία. εὐτόνως προοιστέον δὲ τὸ ἔπος, στεφηφόρε· ἔπος δ' ὁ τόνος πέφυκεν, ἡ τάσις τῶν ἡρώων. Τὰ δίχρονα δὲ δίσημα οἱ ῥυθμικοὶ καλοῦσιν. Ἄνω δ' ἀποφηνάμενοι πολλοὺς τῶν χρόνων λείπειν αἰτίας οὐ δεδώκαμεν· νῦν δὲ καὶ ταύτας δέχου. «τέτυμμαι»· καὶ τὸ εὐκτικὸν ἀποίητον τυγχάνει, διότι παραλήγεται οὗτος ὁ χρόνος, ἄναξ, ἄλλῳ συμφώνῳ πρὸ τοῦ μῦ, οὐ πέφυκεν ἐντεῦθεν γίνεσθαι παρακείμενος εὐκτικὸς πάθος ἔχων· ἀλλ' οὐδὲ ὑποτακτικός, κοινὴ γὰρ ἡ αἰτία. «τέθεικα» παρακείμενος, ἀπέλιπε δ' ὁ μέσος· καὶ γὰρ ὅταν ὁ δεύτερος ἀόριστος τοῦ πρώτου μιᾷ ἐνδεῖ τῇ συλλαβῇ, ὡς παραδείξομέν σοι, ὁ μέσος παρακείμενος καθ' ὁμοιότητά πως μιᾷ τοῦ ἐνεργητικοῦ συλλαβῇ ἐλαττοῦται. ὁ πρῶτος γὰρ ἀόριστος «ἐλήκησα» τυγχάνων, «ἔλακον» ἐκληρώσατο τὸν δεύτερον εἰκότως· «λελήκηκα» καὶ «λέληκα» ὁμοίως προελέχθη. μέσος δὲ παρακείμενος ἀρχὴν