15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
ἄνθρωπος, φησί, γέγονα τέλειος, μείνας θεὸς ὅπερ ἦν, οὕτω δὴ καὶ ἡ ἑνωθεῖσά μοι φύσις θεὸς γέγονε τέλειος, μείνασα σὰρξ ὅπερ ἦν. τοιοῦτον γὰρ τὸ καθ' ἡμᾶς δόγμα· αὐτόν τε γὰρ τὸν θεὸν θαρρούντως ἄνθρωπον ὀνομάζομεν καὶ τὸν ἄνθρωπον θεόν. διὰ τοῦτο κἀν τοῖς πράγμασιν ὡς βουλόμεθα χρώμεθα τοῖς ὀνόμασι, καὶ τὸν μὲν θεὸς διατετρῆσθαι λέγομεν ἐπὶ τοῦ σταυροῦ, τὸν δὲ ἄνθρωπον ἀναστῆσαι τὸν Λάζαρον· καίτοι γε ἐκεῖ μὲν ἄνθρωπος ἦν ὁ διατρηθείς, ἐνταῦθα δὲ θεὸς ὁ τὴν θαυματουργίαν πεποιηκώς. ἐπειδὴ γὰρ γέγονεν ἡ τῶν φύσεων ἀντιπεριχώρησις ἀκριβὴς καὶ τελεία, διὰ τοῦτο καὶ τοῖς ὀνόμασιν ἀντιπερι κεχωρηκότως χρώμεθα, τουτέστιν ἀντιτετυπωμένως. «Χριστὸν» γοῦν «ἕνα διό με γνῶτε, τὰ ἐξ ὧν ἐν οἷς ἅπερ πέφυκα σῴζοντα»· ἐπεὶ γὰρ τὸ τοῦ Χριστοῦ ὄνομα τὸ συναμφότερον δηλοῖ τῶν φύσεων, κἄν τινες ἄλλως παραβιάζωνται, διὰ τὸ «Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε» ἐπὶ γυμνοῦ τοῦ θεοῦ τοῦτο κατηγοροῦντες, ἓν δὲ πρόσωπον καὶ μετὰ τὴν ἕνωσιν γέγονεν ὁ θεός, ὃ δὴ καὶ θεός ἐστι καὶ ἄνθρωπος τέλειος διὰ τὴν θαυμασίαν ταύτην ἀντίδοσιν, «Χριστὸν ἕνα» φησί «διό με γνῶτε». διὰ γὰρ τὸ ἀντίδοσιν γενέσθαι τῶν φύσεων ἕνα με γνῶτε Χριστόν, οὐ τὰς φύσεις παραχαράξαντα, ἀλλὰ «τὰ ἐξ ὧν ἐν οἷς ἅπερ πέφυκα σῴζοντα»· ἔκ τε γὰρ δύο ὑφέστηκα φύσεων καὶ ἐν ταύταις ταῖς φύσεσι πέφυκα, μᾶλλον δὲ οὐδὲν ἕτερον παρὰ ταύτας τὰς φύσεις εἰμί, ἀλλὰ τοῦτο αὐτό εἰμι, δύο φύσεις, θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος. οὐ γὰρ εἴ τι ἐξ ὧν ἐστι, τοῦτο δὴ αὐτὰ ἐκεῖνα τυγχάνει τὰ ἐξ ὧν· «ἐκ πυρὸς» γὰρ «καὶ γῆς» ὁ οὐρανὸς κατὰ Πλάτωνα, ἀλλ' οὐχ ἅπερ ἐκεῖνα ὁ οὐρανὸς πέφυκεν. ὁ δὲ Χριστὸς ἐξ ὧν πέφυκεν ἢ συνέστηκεν ἐκεῖνα τυγχάνει, οὐκ ἄλλο τι ποιησάσης τῆς μίξεως. ἐκ δύο γοῦν φύσεων ὁ Χριστὸς καὶ ἐν ταύταις ταῖς φύσεσιν. ἀλλ' ἐπειδὴ τὸ ἔν τινι ἄλλο τι πέφυκε παρὰ τὸ ἐν ᾧ ἐστιν (οὕτω γὰρ ἐν τῇ τοῦ ἔν τινι ἑνδεκαχῇ ὁμωνυμίᾳ μεμαθήκατε), ἵνα μή τις οἰηθείη ὡς, εἰ ἐν ταῖς φύσεσιν ὁ Χριστὸς ἐξ ὧν συνέστηκεν, ὡς συμβεβηκός ἐστιν ἐν ἐκείναις καὶ ἄλλο τι παρὰ ταύτας, τὸ «ἅπερ πέφυκα» προσῆψεν ὁ μελῳδός, ἐξ ἑτέρου θεολόγου τὴν τοιαύτην θεηγορίαν ἐρανισάμενος, μᾶλλον δὲ συνημμένως ὅλην λαβὼν τὴν περίοδον, ὡς ἴστε, καὶ μεταλλάξας μικρὸν τὰ ὀνόματα διὰ τὴν πρὸς τὴν ἁρμονίαν ἠχώ. Καὶ ταῦτα μὲν ἐκεῖνος συντετμημένως, ἐγὼ δὲ τὴν τῆς ᾠδῆς θεωρίαν ἀναπτυξάμενος, ἅπερ ἐκεῖνος συνεσπειραμένως εἴρηκεν ἀποτάδην διηρμή νευκα. δεδόσθω γοῦν ἐκείνῳ μὲν ὁ νοερὸς χαρακτήρ, ἐμοὶ δὲ ἡ τῆς διανοίας διέξοδος· ὁ μὲν γὰρ νοῦς εἰς ἑαυτὸν ἀνελιττόμενος βραχύς ἐστι τὴν προφοράν, ἡ δὲ διάνοια τὸν νοῦν ὑποβᾶσα διεξοδικωτέρα ἐστί. καὶ ἀφάνταστα μὲν ἄμφω κατὰ τὸν μέγαν Πορφύριον καὶ πρὸ αὐτοῦ τὸν Ἀρίστωνος, ἀλλ' ὁ μὲν νοῦς ἀκινήτως οἶδεν ὅπερ ἐπίσταται, ἡ δὲ διάνοια, κατ' αὐτὸ δὴ τὸ ὄνομα ὁδὸν διά τι διανύουσα, ἐν κινήσει τὴν τῶν πραγ μάτων ἔχει ἀντίληψιν.
13 λαʹ. Τοῦ αὐτοῦ εἰς τὸ «κύριε, ἐλέησον» ∆οκεῖ τισιν ἁπλοῦν εἶναι καὶ ταῖς προχείροις ἡμῶν ἐννοίαις τὸ «κύριε ἐλέησον» ἐγκείμενον, ὅτι δὴ καὶ καθωμίληται καὶ πάντες ἐξ αὐτομάτου γλώττης τὸ τοιοῦτον ῥητὸν ἀναπνέουσιν· ἐμοὶ δὲ καὶ λίαν δυσκατανόητον φαίνεται καὶ ἀμφίβολός εἰμι τοῖς λογισμοῖς. πρῶτον μὲν διὰ τί, πολλῶν προσαρμοζουσῶν προσηγοριῶν τῷ κρείττονι, ἡ τοῦ «κύριος» φωνὴ ἐνταῦθα προκέκριται; ἔπειτα δέ, πολλῶν αὐτῷ οὐσῶν τῶν δυνάμεων, δικαιοσύνης, φημί, ἀνεξικακίας καὶ φιλανθρωπίας, διὰ τί ἡ τοῦ ἐλεεῖν προσηγορία συνῆπται τῷ «κύριε»; ζητῶ δὲ καὶ τί ἑκάτερα δύναται, καὶ πότερον «τῷ ἐπὶ