1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

29

καὶ οἱ ἀσεβεῖς πάσχουσι τῆς θείας ὀργῆς ἐπιπεσούσης. ἔοικε δὲ διὰ τῶν ῥαδάμνων, οἳ σημαίνουσι τὰς παραφυάδας ἢ κλάδους ἢ ἄνθη, τὴν ἀπώλειαν τῶν παίδων τοῦ Ἰὼβ αἰνίττεσθαι. 86 8, 1718 ἐπὶ συναγωγῇ λίθων κοιμᾶται, ἐν δὲ μέσῳ χαλίκων ζήσεται. ἐὰν δὲ καταπίῃ, ὁ τόπος ψεύσεται αὐτόν. ἐοίκασι γάρ, φησίν, οἱ ἀσεβεῖς τοῖς ἐν γῇ φυτευθεῖσι μὴ ἐχούσῃ βάθος, ἀλλὰ λιθώδει καὶ σκληρᾷ τυγχανούσῃ. ἢ γὰρ οὐδὲ ὅλως ῥιζοῦνται, ἢ, κἂν ῥιζωθῶσιν, διὰ τὸ μὴ ἔχειν βάθος γῆς ξηραίνονται, ὡς μηδὲ φαίνεσθαι ἔτι ἐν τῷ τόπῳ. τὸ γὰρ ἐὰν καταπίῃ ἀντὶ τοῦ· ἐὰν ῥιζωθῇ, τὸ δὲ ὁ τόπος ψεύσεται αὐτὸν ἀντὶ τοῦ· ἀφανῆς γίνεται καὶ ἀνεπίγνωστος ὑπὸ τῆς συμφορᾶς. καλῶς δὲ ἔοικε λίθων καὶ χαλίκων μεμνῆσθαι. οἱ γὰρ ἀσεβεῖς ἐπὶ τῇ τῶν φαύλων τραχύτητι καὶ ἀνωμαλίᾳ ἐπαναπαύονται· κἂν δόξωσί τινα δέχεσθαι θεοσεβείας λόγον, εὐθέως ἐμοῦσιν αὐτὸν διὰ τὸ μὴ ἔχειν εὔγειον καὶ καρποφόρον ψυχήν. 8, 1819 οὐχ ἑώρακας τοιαῦτα, ὅτι καταστροφὴ ἀσεβοῦς τοιαύτη; ταῦτα, φησίν, καὶ ἐκ τῶν ἑτέροις συμβεβηκότων ὀφείλεις θεωρῆσαι. 8, 19 ἐκ δὲ γῆς ἄλλον ἀναβλαστήσει· ὁ γὰρ κύριος οὐ μὴ ἀποποιήσεται τὸν ἄκακον. ὥσπερ δέ, φησίν, τοὺς ἐν εὐημερίᾳ ἀσεβεῖς ὁ θεὸς ἐξαφανίζει, οὕτω καὶ τοὺς ἀκάκους, ἐὰν ἔν τινι δυσπραγίᾳ γένωνται, παρασκευάζει ἀναβλαστῆσαι καὶ ἐν εὐθηνίᾳ καθίστησιν. οὐ γὰρ εἰς τέλος ὁ ἄκακος περιορᾶται, οὐδὲ ὁ ἀσεβὴς εἰς τέλος εὐθηνεῖται. ἐπιμείνας δὲ τῇ τροπῇ τῶν βοτανῶν τὸ ἀναβλαστήσει τέθεικεν. 87 8, 22 πᾶν δὲ δῶρον ἀσεβοῦς οὐ δέξεται· ἀληθινῶν δὲ στόμα ἐμπλήσει γέλωτος, τὰ δὲ χείλη αὐτῶν ἀγαλλιάσεως. οἱ δὲ ἐχθροὶ αὐτῶν ἐνδύσονται αἰσχύνην, δίαιτα δὲ ἀσεβοῦς οὐκ ἔσται. καὶ τὰ μὲν δῶρα τῶν ἀσεβῶν οὐ δεκτὰ παρὰ τῷ θεῷ, τοὺς δὲ ἀληθινοὺς χαρᾶς ἐμπλήσει, ὡς εὐθηνουμένους ἀγαλλιᾶσθαι καὶ δοξάζειν τὸν θεόν. καὶ οἱ μὲν τῶν δικαίων ἐχθροὶ αἰσχύνην ὀφλήσουσι, τῶν δὲ ἀσεβῶν πᾶσα διαγωγὴ ἀνατραπήσεται. δι' ὅλων δὲ καὶ οὗτος δεῖξαι ἐπειράθη, ὡς ἡ μεταβολὴ τῷ Ἰὼβ διὰ ἀσέβειαν γέγονεν. 88 ΚΕΦΑΛΑΙΟΝ ΕΒ∆ΟΜΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Ἰὼβ λέγει· ἐπ' ἀληθείας οἶδα, ὅτι οὕτως ἐστίν. πῶς γὰρ ἔσται δίκαιος βροτὸς παρὰ κυρίῳ; Προθεωρία τοῦ κεφαλαίου τοῦ Βαλδὰδ εἰρηκότος· μὴ ὁ κύριος ἀδικήσει κρίνων ἢ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ δίκαιον, συντρέχει καὶ ὁ Ἰὼβ τῇ τοῦ θεοῦ δικαιοκρισίᾳ φάσκων· ἐπ' ἀληθείας οἶδα, ὅτι οὕτως ἐστίν. ἀποφηνάμενος δὲ μετὰ πολλῆς τῆς πληροφορίας δίκαιον τὸν θεόν φησιν, ὅτι καὶ σοφός ἐστι καὶ δυνατὸς καὶ μέγας, καὶ χαλεπὸν πάντῃ πρὸς θεὸν ἀντιτείνειν. εἶτα κατασκευάζει διὰ πλειόνων τοῦ θεοῦ τὸ δυνατὸν καὶ ἀκατάληπτον καί φησιν, ὅτι οὐδεὶς δίκαιος παρὰ τῷ θεῷ, εἰ μὴ κατὰ χάριν, καὶ ὅτι οὐδὲν μὲν σύνοιδεν ἑαυτῷ, πλὴν οὐκ ἐν τούτῳ δεδικαίωται. εἶτα τοῦ βίου τὸ ὀλιγοχρόνιον εἰς ἱκεσίαν προβάλλεται καί φησιν ὅτι· εἰ ὡς ἀσεβὴς κολάζομαι, ἄμεινόν μοι ἦν τὸ ἀποθανεῖν. ὑπὸ δὲ τῆς πολλῆς περὶ θεὸν ἀγάπης τὸν ἐμπαθῆ φόβον ὑπερβάς, ἐπειδὴ μὴ πείθει τοὺς φίλους, ὅτι οὐ δι' ἁμαρτίας κολάζεται, πρὸς τὸν ἀδέκαστον θεὸν ἡδέως τὴν ἑαυτοῦ λέγει δίκην, σφόδρα θαρρῶν τῇ τοῦ θεοῦ δικαιοκρισίᾳ, εἰδὼς ὅτι οὐκ ἀνέξεται κύριος ἄδικόν τι φθέγξασθαι. ταῦτα οὖν οὐ τραχυνομένου τυγχάνουσι τὰ ῥήματα, ἀλλ' ὡς υἱοῦ πρὸς πατέρα παρρησιαζομένου καὶ μονονουχὶ λέγοντος· ἡδέως σοι, ὦ πάτερ, δικάζομαι· οἶδα γάρ, ὅτι ψεύσασθαι οὐκ ἀνέχῃ. ὁ δὲ 89 ταῦτα λέγων ὑπερβαλλόντως τιμᾷ τὸν θεὸν ὡς δίκαιον καὶ ἀληθῆ καὶ ἀπροσωπόληπτον. ἐκ τοιαύτης οὖν διαθέσεως τὴν πρὸς θεὸν αἰτεῖ διαδικασίαν, καὶ πάλιν, ἐπειδὴ ὅλως ἐτόλμησεν λαλῆσαι, σύγγνωθι, φησίν, δέσποτα· αἱ γὰρ περιστᾶσαι ὀδῦναι καὶ ὅλως φθέγξασθαί με παρεσκεύασαν. καὶ πάλιν τὸ φιλάνθρωπον τοῦ θεοῦ καὶ ἀμνησίκακον καὶ μεγαλόδωρον προίσχεται καὶ ἱκετεύει ὡς ποιητὴν φείσασθαι τοῦ ποιήματος· καὶ τὸ δυνατὸν τοῦ θεοῦ παρίστησι καὶ αἰτεῖ τινος ἀναψύξεως τυχεῖν πρὸ τελευτῆς, οὐχ οὕτως, οἶμαι, διὰ τὸ τῶν βασάνων ἀπαλλαγῆναι, ὡς ἵνα πληροφορηθῇ ζῶν, ὅτι οὐκ ὀργίζεται αὐτῷ ὁ θεὸς οὐδὲ ἀπορρίπτει αὐτὸν εἰς σκότος ἐκ τοῦ φωτεινοτάτου ἑαυτοῦ προσώπου. Αἱ λέξεισ 9, 2 ἐπ' ἀληθείας οἶδα, ὅτι οὕτως ἐστίν. οἶδα, φησι,