Οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ τῷ «κυρίῳ τοὺς ὅρκους σου· ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως»· <τὸ> «Ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς» πολ 20.17.151 λὴν ἂν αὐτόθεν ἐνεποίησεν προσκοπήν. νυνὶ δὲ ὥσπερ ὁ ἐν τοῖς οὐρανοῖς πατὴρ ἀνατέλλει τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθούς, οὕτως ἕκαστος τῶν υἱῶν τοῦ θεοῦ, οἱονεὶ ἥλιον ἐν ἑαυτῷ τὴν ἀγά πην ἔχων, ταύτην ἀνατέλλει καὶ ἐπὶ πονηρούς, ἐπὰν ἀγαπήσῃ τοὺς ἑαυτοῦ ἐχθρούς· καὶ πάλιν ὥσπερ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους, οὕτως οἱονεὶ ὑετόν τινα τὴν προσευχὴν ὁ ἅγιος καταπέμπει ἐπὶ τοὺς κάτω που τυγχάνοντας, διὰ τὸ διώκειν αὐτόν, καὶ περὶ τῶν τοιούτων προσευχόμενος. ταῦτα μὲν εἰς τὸ ὑποπεσὸν ἡμῖν τρανω θῆναι τὸ «Εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ». 20.18.152 Ἴδωμεν δὲ καὶ τὸ «Ἐγὼ ἐκ τοῦ θεοῦ ἐξῆλθον καὶ «ἥκω», εἰς ὃ χρήσιμόν μοι φαίνεται παραθέσθαι τὸ ἐκ Μιχαίου οὕτως ἔχον· «Ἀκούσατε, λαοί, λόγους, καὶ προσεχέτω ἡ γῆ καὶ πάντες οἱ «ἐν αὐτῇ· καὶ ἔσται κύριος ἐν ὑμῖν εἰς μαρτύριον, κύριος ἐξ οἴκου «ἁγίου αὐτοῦ. διότι ἰδού, κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου ἑαυτοῦ «καὶ καταβήσεται καὶ ἐπιβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σαλευθήσε «ται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς «ἀπὸ προσώπου πυρὸς καὶ ὡς ὕδωρ καταφερόμενον ἐν καταβάσει». 20.18.153 καὶ ὅρα μήποτε ἰσοδυναμεῖ τὸ «Ἐξῆλθον παρὰ τοῦ θεοῦ» τῷ «Κύ «ριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ», ἐπεὶ ὅτε ὁ υἱὸς ἐν τῷ πατρί ἐστιν, ἐν μορφῇ θεοῦ ὑπάρχων πρὶν ἑαυτὸν κενῶσαι, οἱονεὶ 20.18.154 τόπος αὐτοῦ ἐστιν ὁ θεός. καὶ εἴ τίς γε νοήσαι τὸν πρὸ τοῦ κενῶ σαι ἑαυτὸν ἐν τῇ προηγουμένῃ ὑπάρχοντα θεοῦ μορφῇ, ὄψεται τὸν μηδέπω ἐξεληλυθότα ἀπὸ τοῦ θεοῦ υἱὸν αὐτοῦ καὶ κύριον τὸν μη 20.18.155 δέπω ἐκπορευόμενον ἐκ τοῦ τόπου ἑαυτοῦ. ἐπὰν δὲ ἐκείνῃ τῇ κατα στάσει τοῦ υἱοῦ συγκρίνῃ τὴν ἐκ τοῦ ἀνειληφέναι τὴν τοῦ δούλου μορφήν, ἑαυτὸν κενώσαντα, συνήσει πῶς ὁ υἱὸς τοῦ θεοῦ ἐξῆλθεν καὶ ἧκεν πρὸς ἡμᾶς, καὶ οἱονεὶ ἔξω γεγένηται τοῦ πέμψαντος αὐτόν, εἰ καὶ κατ' ἄλλον τρόπον οὐκ ἀφῆκεν αὐτὸν μόνον ὁ πατήρ, ἀλλὰ μετ' αὐτοῦ ἐστιν, καὶ ἔστιν ἐν τῷ υἱῷ ὥσπερ καὶ αὐτὸς ἐν τῷ πατρί. 20.18.156 καὶ εἰ μὴ κατ' ἄλλον γε τρόπον νοήσαις εἶναι τὸν υἱὸν ἐν τῷ πατρί, ὡς ἦν πρὶν ἐξέλθῃ ἀπὸ τοῦ θεοῦ, δόξει περιέχειν μάχην τὸ καὶ ἐξεληλυθέναι ἀπὸ τοῦ θεοῦ καὶ εἶναι τὸν ἐξεληλυθότα ἀπὸ τοῦ θεοῦ 20.18.157 ἔτι ἐν τῷ θεῷ. ἄλλοι δὲ τὸ «Ἐξῆλθον ἀπὸ τοῦ θεοῦ» διηγήσαντο ἀντὶ τοῦ «γεγέννημαι ἀπὸ τοῦ θεοῦ», οἷς ἀκολουθεῖ ἐκ τῆς οὐσίας φάσκειν τοῦ πατρὸς γεγεννῆθαι τὸν υἱόν, οἱονεὶ μειουμένου καὶ λεί ποντος τῇ οὐσίᾳ ᾗ πρότερον εἶχεν τοῦ θεοῦ, ἐπὰν γεννήσῃ τὸν υἱόν, 20.18.158 ὡσεὶ νοήσαι τις τοῦτο καὶ ἐπὶ τῶν ἐγκυμόνων. ἀκολουθεῖ δὲ αὐτοῖς καὶ σῶμα λέγειν τὸν πατέρα καὶ τὸν υἱὸν καὶ διῃρῆσθαι τὸν πατέρα, ἅπερ ἐστὶν δόγματα ἀνθρώπων μηδ' ὄναρ φύσιν ἀόρατον καὶ ἀσώ 20.18.159 ματον πεφαντασμένων, οὖσαν κυρίως οὐσίαν. οὗτοι δὲ δῆλον ὅτι ἐν σωματικῷ τόπῳ δώσουσιν τὸν πατέρα, καὶ τὸν υἱὸν τόπον ἐκ τό που ἀμείψαντα σωματικῶς ἐπιδεδημηκέναι τῷ βίῳ, καὶ οὐχὶ κατά στασιν ἐκ καταστάσεως, ὥσπερ ἡμεῖς ἐξειλήφαμεν. 20.19.n Οὐδὲ γὰρ ἀπ' ἐμαυτοῦ ἐλήλυθα, ἀλλ' ἐκεῖνός με ἀπέστειλεν. 20.19.160 Ταῦτα νομίζω λέγεσθαι ὥς τινων ἀφ' ἑαυτῶν ἐρχομέ νων καὶ μὴ ἀπεσταλμένων ἀπὸ τοῦ πατρός. περὶ μὲν οὖν ἀνθρώ πων τοιούτων, διδασκαλίαν ἢ προφητείαν ὑπισχνουμένων, διδασκό μεθα καὶ ἀπὸ τοῦ Ἱερεμίου, ἔνθα γέγραπται· «Οὐκ ἀπέστελλον τοὺς 20.19.161 «προφήτας, καὶ αὐτοὶ ἔτρεχον». εἰ δὲ καὶ δυνάμεις τινὲς μὴ ἀπο στελλόμεναι ἀπὸ τοῦ πατρὸς ἔρχονται πρὸς ἀνθρώπους, ἐπιστήσεις καὶ εἴ τινες ἐν αὐταῖς εἰσιν ἐκ τοῦ θεοῦ ἐξεληλυθυῖαι καὶ τούτῳ 20.19.162 ἡμαρτηκυῖαι τῷ μὴ ἀπεστάλθαι ἀπ' αὐτοῦ. οὐκ ἀζήτητον δὲ ἐατέον τὸν τόπον καὶ εἰς τὸν περὶ ψυχῆς λόγον· τάχα γὰρ ἡ μὲν τοῦ Ἰησοῦ ψυχὴ ἐν τῇ ἑαυτῆς τυγχάνουσα τελειότητι ἐν θεῷ καὶ τῷ πληρώματι ἦν, καὶ ἐκεῖθεν ἐξεληλυθυῖα, τῷ ἀπεστάλθαι ἀπὸ τοῦ πατρός, ἀνέ λαβεν τὸ ἐκ τῆς Μαρίας σῶμα. ἄλλαι δὲ οὐχ οὕτως ἐξῆλθον ἀπὸ τοῦ θεοῦ, τουτέστιν οὐκ ἀπεσταλμέναι οὐδὲ