οὕστινας ὑποδῆσαι δεῖ τῇ ἑτοιμότητι τοῦ τῆς εἰρήνης εὐαγγελίου. οἶμαι δὲ τούτων τῶν ὑποδημάτων σύμβολα εἶναι τὰ ἐν τῇ Ἐξόδῳ ἀναγεγραμμένα ὑποδήματα ἅπερ ἐχρῆν ἔχειν τοὺς ἐσθίοντας τὸ πάσχα καὶ ἑτοίμους ὄντας πρὸς τὴν ὁδοιπορίαν. οὕτω γάρ φησι, φάγεθε αὐτό· αἱ ὀφύε ὑμῶν περιεζωμέναι καὶ τὰ ὑποδήματα ὑμῶν ἐν τοῖ ποὶν ὑμῶν καὶ αἱ βακτηρίαι ὑμῶν ἐν ταῖ χερὶν ὑμῶν, καὶ ἔδεθε αὐτὸ μετὰ πουδῆ· πάχα ἐτὶ Κυρίου. ἑτοιμότητος γὰρ καὶ τὸ ἐσθίειν μετὰ πουδῆ καὶ τὸ ὑποδεδεμένον ἐσθίειν, ἵνα ἰσχυροποιηθέντες ὑπὸ τῶν τροφῶν ὁδεῦσαι δυνηθῶσιν. ὁ μὲν οὖν ὁδεύων ὑποδεδέσθω, ὁ δὲ φθάσας ἐπὶ τὴν ἁγίαν γῆν ὑπολυέσθω· λῦαι γάρ, φησί, τὸ ὑπόδημα ἐκ τῶν ποδῶν ου, ὁ γὰρ τόπο ἐν ᾧ ἕτηκα γῆ ἁγία ἐτί. διὰ τοῦτο ὁ μὲν μὴ ἀπόστολος ὑποδεδέσθω τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης· ὁ δὲ ἀπόστολος μηκέτι ὑποδήματα αἰρέτω εἰ ὁδόν, ἤδη τελειωθεὶς καὶ ὢν ἐν τῷ τόπῳ ὅπου καὶ ἑτηκὼ καὶ περιπατῶν ἐν γῇ ἁγίᾳ ἐστί, ζῶν ἐν Χριστῷ. 35 Eph. vi16 [ἐν πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι.] [Ὠριγένης φησί] βέλη τοῦ πονηροῦ οἱ πονηροί εἰσι διαλογισμοί· οὐδὲ τὴν ἀρχὴν οὖν βαλεῖν εἰς τὴν καρδίαν δυνήσεται, ἐπάν τις <ᾖ> σκεπόμενος τῷ τῆς πίστεως θυρεῷ, σβεννυμένων πάντων τῶν πεπυρωμένων τοῦ ἐχθροῦ βελῶν ἐν αὐτῷ· ἐρεῖ δὲ ὁ τὸν θυρεὸν τῆς πίστεως περικείμενος ἐπὶ τῷ Κυρίῳ πέποιθα, πῶ ἐρεῖτε τῇ ψυχῇ μου, μετανατεύου ἐπὶ τὰ ὄρη ὡ τρουθίον; ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμααν βέλη εἰ φαρέτραν, τοῦ κατατοξεῦαι ἐν κοτομήνῃ τοὺ εὐθεῖ τῇ καρδίᾳ. πεποιθότο γάρ μου, φησίν, ἐπὶ τῷ Κυρίῳ, πῶ μοι συμβουλεύετε μὴ ἵστασθαι πρὸς τὰ ὑπὸ τῶν ἁμαρτωλῶν ἐντεινόμενα κατ' ἐμοῦ τόξα καὶ ἑτοιμαζόμενα ὑπ' αὐτῶν βέλη ἐν φαρέτραι, θελόντων τρῶσαι τοὺ εὐθεῖ τῇ καρδίᾳ; ἰδοὺ γὰρ καὶ ἕστηκα καὶ οὐ μεταναστεύω, καὶ πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα ὅσον οὔπω σβεσθήσεται. [vi 17b, 18, 19a] καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ, διὰ πάσης προσευχῆς καὶ δεήσεως, προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι, καὶ εἰς αὐτὸ ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων καὶ ὑπὲρ ἐμοῦ. ὁ ὑγιαίνων λόγο ἀπὸ θείου πνεύματος ῥεῖ, ὁ δὲ ἐναντίο ἐκ τῆς γῆς λαλεῖ· ὁ γὰρ ὢν ἐκ τῆ γῆ ἐκ τῆ γῆ ἐτι καὶ ἐκ τῆ γῆ λαλεῖ· ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχό μενο ἐπάνω πάντων ἐτίν· καὶ ὃ ἑώρακεν καὶ ἤκουεν τοῦτο μαρτυρεῖ. ὁ δὲ ἐκ τοῦ πνεύματος λόγος μάχαιρά ἐστιν, διόπερ ἐνταῦθά φησιν ὁ Παῦλος τὴν μάχαιραν τοῦ πνεύματος εἶναι ῥῆμα Θεοῦ· ζῶν γὰρ ὁ λόγο τοῦ Θεοῦ καὶ ἐνεργὴ καὶ τομώτερο ὑπὲρ πᾶαν μάχαιραν δίτομον καὶ διικνούμενο ἄχρι μεριμοῦ ψυχῆ καὶ πνεύματο τέμνει τε καὶ διαιρεῖ, ἀνύων καὶ διὰ τῆς προσευχῆς καὶ δεησέως τοῖς ἐν παντὶ καιρῷ προσευχομένοις καὶ προσευχομένοις πνεύματι κατὰ τὸ προεύξομαι πνεύματι· καὶ ἀνύει τοῖς ὑπὲρ τοῦ πλουτῆσαι ἐν ῥήματι Θεοῦ ἀγρυπνοῦσι, καὶ προσκαρτεροῦσι τῇ τούτου κτήσει, ἐπὶ τῷ καὶ ἄλλους ὠφελῆσαι καὶ τοῖς ὠφελοῦσι διὰ τῶν εὐχῶν ἐνεργῆσαι. παρατήρει δὲ καὶ τὸ τοῦ ἀποστόλου μέτριον, αἰτοῦντος ἀπὸ τῶν Ἐφεσίων δεήσεις γενέσθαι ὑπὲρ αὐτοῦ. 36 Eph. vi19b [ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου ἐν παρρησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ εὐαγγελίου.] [Ὠριγένης] ὅταν ἀνοιχθῇ τὸ στόμα δοθέντος λόγου, τότε παρρησίᾳ γνωρίζεται τὸ μυστήριον τοῦ εὐαγγελίου καὶ οὐκέτι ἐν παροιμίαις καὶ παραβολαῖς, ὡς καὶ ὁ σωτήρ φησιν ἔρχεται ὥρα ὅτε οὐκέτι ὑμῖν ἐν παροιμίαι λαλήω ἀλλὰ παρρηίᾳ περὶ τοῦ πατρὸ ἀπαγγελῶ ὑμῖν. τὸν δὲ ἐν παρρησίᾳ λόγον μόνος καὶ πᾶς χωρῆσαι δύναται ὁ τὴν καρδίαν ἔχων μὴ καταγινώσκουσαν, ἐπεὶ ἐὰν ἡ καρδία μὴ καταγινώκῃ, παρρηίαν ἔχομεν πρὸ τὸν Θεόν, καὶ ὃ ἐὰν αἰτῶμεν λαμβάνομεν παρ' αὐτοῦ. ὅθεν καὶ σπάνιος ὁ ἐν παρρησίᾳ γνωρίζων τὸ μυστήριον τῷ σπάνιον εἶναι τὸν παρρηίαν ἔχοντα πρὸ Θεόν. τί γὰρ καυχήεται ἁγνὴν ἔχειν τὴν καρδίαν; ἢ τί παρρηιάεται καθαρὸ εἶναι ἀπὸ ἁμαρτιῶν; [vi 21-22] ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατ' ἐμέ, τί πράσσω, πάντα ὑμῖν γνωρίσει Τύχικος ὁ ἀγαπητὸς ἀδελφὸς καὶ