προφήταις, ἐπ' ἐσχά «του τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν, τοῖς κατὰ τὴν ἐπιδημίαν
ῥητέον, ἀφ' ἧς ὁ Ἰακὼβ ἅμα τοῖς υἱοῖς πνευματικῶς ἔπινεν, πινόντων ἀπ' αὐτοῦ καὶ
ἀναμένει οἴκοι αὐτὸν ὑποδέξασθαι, ὡς χωρητικὴ τῆς αὐτοῦ ἐπιδημίας. καὶ οὐκ ἂν ἐξῆλθε τοῦ ἑαυτῆς οἴκου, εἰ μὴ ἤκουσε τῆς ἀδελφῆς λεγούσης· «Ὁ διδάσκαλος πάρεστι καὶ φωνεῖ σε». καὶ ἐγερθεῖσα οὐχ ἁπλῶς ἠγέρθη ἀλλὰ ταχύ, καὶ πεσοῦσα πρὸς τοὺς πόδας τοῦ Ἰησοῦ εἶπεν ἃ εἶπεν, ἐκείνης μὴ προσπεσούσης. 81 Οὐκ ἀγνοῶν ὁ σωτὴρ πότερον πιστεύει ἡ Μάρθα τοῖς λεγομέ νοις ἢ μή, πυνθάνεται λέγων; «Πιστεύεις τοῦτο;» ἀλλ' ὑπὲρ τοῦ ἡμᾶς ἢ καὶ τοὺς τότε παρόντας μαθεῖν ἐκ τῆς ἀποκρίσεως αὐτῆς τὴν αὐτῆς διάθεσιν. ἄλλος δέ τις φήσει ὅτι οὐδὲ πυνθάνεται, ἀλλ' ἀποφαίνεται τὸ «Πιστεύεις τοῦτο;» εἶτα πληροῦσα ἡ Μάρθα τὴν ἀπόφασιν τοῦ σωτῆρος λέγει· «Ναὶ κύριε»· καὶ οἷον οὐ μόνον τοῦτο ὃ σὺ λέγεις πιστεύω, τὸ δὲ σὲ εἶναι τὸν χριστὸν οὐ μόνον ἄρτι πιστεύω, ἀλλὰ καὶ πεπίστευκα, καὶ ὅτι σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος, καὶ ἐπιδημῶν πᾶσι τοῖς πιστεύουσιν εἰς σέ. 82 Ζητήσαι δ' ἄν τις διὰ τί λέγει· «Εἰ ἦς ὧδε» ἐξετάζων τὰ τῆς ἀναγωγῆς, εἰ ἔστιν ὅπου οὔκ ἐστιν ὁ Ἰησοῦς; ὥσπερ ὅπου εἰσὶ δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ αὐτοῦ ὄνομα, ἐκεῖ ἐστὶν ἐν μέσῳ αὐτῶν· ἄλλων δὲ μέσος ἕστηκεν τῶν μὴ γινωσκόντων αὐτόν· οὕτως παρῆν τῇ Μαρίᾳ καὶ τῇ Μάρθᾳ. οὐχ οὕτω γὰρ προκεκόφεισαν ὡς γινώσκειν αὐτὸν παρόντα. 83 Τὸ δὲ «Ποῦ τεθείκατε αὐτόν;» μὴ θαυμάσῃς εἰ ὥσπερ ὑπὸ ἀγνοοῦντος λέγεται. ἀγνοεῖν γὰρ οὐ μόνον τὸν σωτῆρα ἀλλὰ καὶ τὸν πατέρα φησὶν ἡ γραφὴ κατὰ σημαινόμενον κατὰ τὸ «Εἴ τις ἐν «ὑμῖν πνευματικὸς ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν, ὅτι τοῦ θεοῦ ἐστίν· «εἰ δέ τις ἀγνοεῖ ἀγνοεῖται». ἐρωτᾷ· «Ποῦ τεθείκατε αὐτόν;» ὥς γε τοῖς μαθηταῖς ἐντέλλεται ἀφιέναι τοὺς νεκρούς. δακρύει δὲ ὁ Ἰησοῦς, ἐάν τις αὐτοῦ τῶν φίλων ἐν μνημείῳ γένηται. 84 Μακρὰν μὲν τυγχάνων τοῦ μνημείου ἐνεβριμήσατο τῷ πνεύματι. ὅτε δὲ ἐγγὺς γίνεται τῷ νεκρῷ, οὐκέτι ἐμβριμᾶται τῷ πνεύματι, ἀλλὰ συνέχει ἐν ἑαυτῷ τὴν ἐμβρίμησιν. διὸ λέγεται· «Ἐμβριμώμενος ἐν «ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον». πάλιν δὲ ἐπιτιμᾷ τῷ πάθει, ἵνα μάθωμεν ὅτι ἄνθρωπος γέγονεν ἀτρέπτως ὡς ἡμεῖς. «Ἦν δὲ σπή «λαιον καὶ λίθος ἐπέκειτο ἐπ' αὐτοῦ». ἐτέθη γὰρ οὐκ ἐν οἰκοδο μητῷ τινι μνημείῳ ἀλλ' ἐν λαξευτῷ. καὶ τάχα διὰ τοῦτο οὐαὶ τοῖς οἰκοδομοῦσι τάφους ἢ μνημεῖα. οἰκοδομεῖσθαι γὰρ δεῖ οἰκίας, καὶ ναόν, καὶ εἴ τι τοῖς ζῶσίν ἐστι χρήσιμον. εἶτά φησιν· « Ἄρατε τὸν λίθον »· ἐπεὶ τὸ σπήλαιον μνημεῖον ἦν, οὐχ ἥψατο αὐτὸς τοῦ λίθου, ἀλλ' ἑτέροις ἐπέτρεψεν ἆραι τοῖς ἐπιτηδείοις πρὸς τὸ ἔργον. τοῦ δὲ ἐπικειμένου τῷ στόματι τοῦ φρέατος ἐν τῇ Γενέσει καὶ ἐμ ποδίζοντος τὰ πρόβατα τοῦ πίνειν, ἀφ' ὧν ἔμελλε γενέσθαι τὰ ἐπί σημα καὶ ἡ μερὶς τοῦ Ἰακώβ, αὐτὸν ἔδει ἐπιλαβέσθαι τὸν Ἰακώβ, καὶ προσελθόντα τῷ λίθῳ ἀποκυλίσαι αὐτόν. καὶ ἔδει γε ἐπὶ μὲν τοῦ φρέατος αὐτὸν προσελθεῖν τὸν Ἰακώβ, ἔξω δὲ τοῦ σπηλαίου στῆναι τὸν Ἰησοῦν. 85 Οὐκ, εἴ τις προφητεύει, προφήτης· ἀλλ' εἴ τις προφήτης, οὗτος προφητεύει. Βαλαὰμ γὰρ μάντις ὢν προφητεύει. οὐ γάρ, εἴ τις ἰατρικόν τι ἐποίησεν, ἤδη καὶ ἰατρός· ἢ καὶ οἰκοδομικόν τι ποιήσας ἤδη καὶ οἰκοδόμος. καί τινες μὲν βούλονται μὴ ἀπὸ τοῦ ἁγίου πνεύ ματος τὸν Καιάφαν εἰρηκέναι διὰ τὸ λέγειν τὸν ∆αυεὶδ ἁμαρτήσαντα· «Καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ», καὶ μὴ κατ οικεῖν αὐτὸ ἐν σώματι κατάχρεῳ ἁμαρτίᾳ, ἀλλ' ὑπὸ ἐνεργείας πονη ρῶν πνευμάτων. δύνασθαι γάρ φασιν ἔστιν ὅτε προλέγειν τοὺς δαί μονας ὡς ἐπὶ Παύλου τὸ πνεῦμα τοῦ πύθωνος, καὶ ἐπὶ τοῦ σωτῆρος τὸ «Ἔα, τί ἡμῖν καὶ σοί, υἱὲ τοῦ θεοῦ;» μανθάνομεν δὲ ὅτι οὐ πάντα λέγουσιν ἀφ' ἑαυτῶν οἱ ἄνθρωποι, ἀλλά τινα καὶ ἐνεργούμενοι ἢ ὑπὸ κρείττονός τινος δυνάμεως ἢ ὑπὸ χείρονος. πλὴν ὥσπερ τινὲς τῶν ἑτεροδόξων τὸν νοῦν τῆς γραφῆς παρεκδέχονται, οὕτως οἱ Φαρισαῖοι τὸ ὑπὸ Καιάφα ῥηθὲν πρὸς τὸν ἑαυτῶν ἐκλαμβάνουσι νοῦν. 86 Καὶ βουλομένου τοῦ λόγου ἐπιστρέφειν ἡμᾶς ἀπὸ τοῦ ἀλο γώτερον καὶ θερμότερον ἐπιπηδᾶν τοῖς κινδύνοις, μηδ' ἂν ὑπὲρ τῆς ἀληθείας ὦσιν, ἀλλὰ καταλαμβανομένους μὲν ἵστασθαι, μέλλοντας δὲ ἀναδύεσθαι, διὰ τὸ τῆς