ἂν εἰδείη καὶ ὁ χριστὸς αὐτοῦ καὶ ὁ μετέχων πνεύματος θεοῦ καὶ πνεύματος χριστοῦ. μετέχοις δὲ σὺ, καὶ ἀεὶ αὔξοις τὴν μετοχὴν, ἵνα λέγῃς οὐ μόνον τό· Μέτοχοι τοῦ χριστοῦ γεγό ναμεν, ἀλλὰ καί· Μέτοχοι τοῦ θεοῦ γεγόναμεν. 14.1nὍτι τοῖ θέλουι μὴ φάλλεθαι περὶ τὴν ἀλήθειαν ἐν τῷ νοεῖν τὰ θεία γραφὰ ἀναγκαιότατά ἐτι τὰ ἁρμόζοντα εἰ τὴν χρῆιν εἰδέναι λογικὰ, ὧν ἄνευ ἀκριβεία ημαινομένων οὐ δύναται ὃν δεῖ τρόπον παρίταθαι. γʹ τόμο τῶν εἰ τὴν Γένειν. Καὶ ἐποίησεν ὁ θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους, τὸν φωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας, καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτὸς, καὶ τοὺς ἀστέρας· καὶ ἔθετο αὐτοὺς ὁ θεὸς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς, καὶ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτός. ζητητέον δὲ εἰ ταὐτόν ἐστι τό· εἰς ἀρχὰς τῆς ἡμέρας τῷ· καὶ ἄρχειν τῆς ἡμέρας· καὶ τό· εἰς ἀρχὰς τῆς νυκτός τῷ ἀπὸ κοινοῦ ἂν νοηθέντι· καὶ ἄρχειν τῆς νυκτός. καὶ ὁ Ἀκύλας γὰρ τὸ ἀνάλογον ἐτήρησε, ποιήσας ἀντὶ μὲν τοῦ εἰς ἀρχάς, εἰς ἐξουσίαν· ἀντὶ δὲ τοῦ καὶ ἄρχειν, ἐξουσιάζειν. φασὶ δὲ, οἷς ἐμέλησε τῆς τῶν σημαινομένων ἐξετάσεως, ἐν τοῖς τόποις τοῖς ἔχουσι συζυ γίαν προσηγοριῶν καὶ κατηγορημάτων, προϋφίστασθαι τὰ τυγχάνοντα τῶν προσηγοριῶν, καὶ ἐπιγίνεσθαι κατηγορή ματα παρὰ τὰς προσηγορίας. καὶ προσηγορίαν μὲν ἔχου σαν κατηγόρημά φασιν, οἷον τὴν φρόνησιν, κατηγόρημα δὲ εἶναι τὸ φρονεῖν· ὁμοίως προσηγορίαν τὴν σωφροσύνην, κατηγόρημα δὲ τὸ σωφρονεῖν. καὶ προϋφίστασθαί φασι τὴν φρόνησιν, εἶτ' ἐπιγίνεσθαι κατηγόρημα ἀπὸ φρονήσεως τὸ φρονεῖν. ταῦτα δὲ, εἰ καὶ δόξομέν τισι παρὰ τὸ βούλημα ποιεῖν τῆς γραφῆς, τετηρήκαμεν, ἐπεὶ ὁ μὲν ποιῶν τοὺς φωστῆρας θεὸς ποιεῖ τὸν μὲν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας, τὸν δὲ ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτός· τίθεται δὲ αὐτοὺς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ οὐκέτι εἰς ἀρχὰς τῆς ἡμέρας καὶ τῆς νυκτὸς, ἀλλ' εἰς τὸ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτός. τὸ γὰρ τεταγμένως καὶ ἀκολούθως τῷ τεχνολο γουμένῳ κατὰ τὸν τόπον προτετάχθαι τὰς προσηγορίας, εἶτ' ἐπιφέρεσθαι τὰ κατηγορήματα, κεκίνηκεν ἡμᾶς μήποτε τὸ πρᾶγμα καὶ παρὰ τῷ θεράποντι νενόηται οὕτως ἔχον, καὶ μάλιστα ἐπεὶ καὶ ὁ κυριώτατα ἑρμηνεύειν φιλοτιμού μενος Ἀκύλας οὐκ ἄλλο πεποίηκε παρὰ τὴν προσηγορίαν καὶ τὸ κατηγόρημα. 14.2 Ἐπιστησάτω δ' ὁ δυσπαραδέκτως ἔχων τούτων, εἰ δύναται ἠθικὸν πρόβλημα ἢ φυσιολογούμενον ἢ θεολογού μενον, χωρὶς ἀκριβείας σημαινομένων καὶ τῶν κατὰ τὸν λογικὸν τόπον τρανουμένων, ὃν δεῖ τρόπον παρίστασθαι. τί γὰρ ἄτοπον ἀκούειν τῶν κυριολεκτουμένων ἐν ταῖς δια λέκτοις, καὶ ἐφιστάνειν ἐπιμελῶς τοῖς σημαινομένοις; ἔστι δὲ ὅπου παρὰ τὴν ἄγνοιαν τῶν λογικῶν μεγάλως περιπίπτο μεν, μὴ καθαίροντες τὰς ὁμωνυμίας καὶ ἀμφιβολίας καὶ καταχρήσεις καὶ κυριολεξίας καὶ διαστολάς· οἷον παρὰ τὸ ἀγνοεῖσθαι τὴν ὁμώνυμον τῆς κόσμου προσηγορίας φωνὴν, ἐκπεπτώκασιν ἐπὶ τὸ ἀσεβέστατα φρονεῖν περὶ τοῦ δημιουρ γοῦ οἱ μὴ καθάραντες ἐπὶ τίνων κεῖται τό· Ὁ κόσμος ἐν τῷ πονηρῷ κεῖται· ὅτι ἀντὶ τῶν περιγείων καὶ τῶν ἀνθρωπίνων τοῦτο οὕτως ἐκεῖ τῷ Ἰωάννῃ εἴρηται. οἰηθέντες γὰρ κόσμον κατ' αὐτὴν τὴν λέξιν σημαίνεσθαι τὸ σύστημα τὸ ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν αὐτοῖς, θρασύτατα καὶ ἀνο σιώτατα ἀποφαίνονται περὶ θεοῦ· μηδαμῶς ἔργῳ δεικνύναι δυνάμενοι, πῶς ἥλιος καὶ σελήνη καὶ ἀστέρες, τὰ οὕτω τεταγμένως κινούμενα, κεῖται ἐν τῷ πονηρῷ. εἶτα ἐὰν προσαγάγωμεν αὐτοὺς ἐκ τοῦ· Οὗτός ἐστιν ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· ὅτι κόσμος ἔνθα ἡ ἁμαρτία πλεονάζει κατὰ ταύτας τὰς λέξεις λέγεται, τουτέστιν ἐν τοῖς περιγείοις τόποις· εὐγνωμονοῦν τες μὲν προσήσονται τὰ λεγόμενα, φιλονεικοῦντες δὲ, ἠλιθίως ἀναστρεφόμενοι, ἐπιμενοῦσι τοῖς ἅπαξ κριθεῖσι μοχθηροῖς, διὰ τὴν ἄγνοιαν τῆς ὁμωνυμίας. πάλιν τε αὖ ἐὰν λέγηται· Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ· οὐκέτι δυνήσονται ὃ ἐξειλήφασι περὶ παντὸς τοῦ κόσμου, τουτέστι περὶ τῶν ἐν ὅλῳ τῷ κόσμῳ, μάλιστα κατὰ τὰς ὑποθέσεις αὐτῶν δεῖξαι· καὶ κατ' αὐτοὺς γὰρ ἀνάγκη τὴν λέξιν ὡς ὁμώνυμον ἐξετάζεσθαι. καὶ παρὰ τὴν ἀμφιβολίαν δὲ μοχθηρῶν ἐκδοχῶν, καὶ παρὰ τὴν δια