Fragmenta in epistulam ad Romanos (in catenis) 470 Rο+m1,1 Προέταξε τὸ Παῦλος, μηδὲ διαίρειν στόμα ἄνευ τοῦ μεμνῆσθαι τῆς δεσποτικῆς εὐεργεσίας βουλόμ

 διακονίας μὲν τῆς ἐμῆς, τῆς δὲ ὑπουργίας τῆς ὑμετέρας· ἵνα γὰρ μὴ 472 ἀκούσαντες ὅτι χαρίσματος ἔτι εἰσὶν ἐνδεεῖς, καὶ ὅτι δέονται στηριχθῆναι, ἔτι δυ

 καρποφορία. ἀλλ' οὕτω μὲν ταῦτα. Ἔστι δὲ καὶ μὴ καθ' ὑπερβατὸν τὸ χωρίον ἐκλαβομένους, ἀλλ' ὡς ἔχει τάξεως, παρειληφότας τοιοῦτον ἐν αὐτῷ θηρᾶσαι τὸν

 ζωὴ ἀληθινὴ τῷ δικαίῳ τὸ θάλλειν καὶ ἀναζῆν ἐν τῇ κτήσει τῶν ἀρετῶν, ὁ δίκαιος, φησίν, ἤτοι ὁ σπουδαῖος ἐκ πίστεως ζήσεται τὴν κατὰ τὰς ἀρετὰς ζωήν· ζ

 ἐπαισχύνομαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ τοσούτων ἀγαθῶν ἡμῖν προξενοῦν. Τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων, καλυπτόντων, γνώμης πονηρίᾳ ἐπισκοτιζόντ

 ἧς οὐκ ἔστιν οὐδ' ἄξιον ὄνομα εὐπορῆσαι. ἀλλ' ὅτι μὲν ἀπὸ τῆς τοῦ κόσμου κτίσεως ἡ ἀΐδιος τοῦ θεοῦ δύναμις καὶ θειότης καθορᾶται, καὶ ὅτι γνόντες τὸν

 τὰ παράνομα καὶ συνέτρεχον τοῖς πράττουσιν, καὶ ἐπειδ' ἄν τις ἁλοὺς ὑπό τινος ἐπὶ κρίσιν ἤγετο, αὐτοὶ ἐκαθέζοντο καὶ κατέκρινον ἐκεῖνον οὗ τὰ ἴσα αὐτο

 διὸ καὶ μείζονος ἄξιοι ἀποδοχῆς, καὶ μείζονα τὸν ἔλεγχον κατὰ τῶν μετὰ νόμου ἁμαρτανόντων ἐπάγονται. εἶτα ἐπειδὴ οὐ πάντες οἱ χωρὶς νόμου ἀγαθοεργοῦσι

 νόμον εἶπον ἀλλὰ τὰ δικαιοῦντα μόνα, ἅμα σοφῶς ὑπεμφαίνων ὅτι οὐ πάντα τὰ ἐν τῷ νόμῳ ἦσαν δικαιοῦντα, ἀλλὰ τὰ μὲν δικαιώματα ἦσαν καὶ ἐδικαίουν ὅσα συ

 δικαιοσύνης αὐτοῦ σαυτὸν ἔλεγες αἴτιον; τοῦτο γὰρ οἶμαι δηλοῦν αὐτὸν διὰ τοῦ εἰπεῖν· ἐπεὶ πῶς κρινεῖ ὁ θεὸς τὸν κόσμον; ἀντὶ τοῦ πῶς αὐτὸν δίκαιον ἔλε

 παραβαίνοντες, κἄν τε τῶν ἀκροβύστων εἶεν, κἄν τε τῶν ἐνπεριτόμων, τὴν ὁμοίαν τιμωρίαν ἑαυτοῖς ἐπισπάσονται. ὥστε οὐ μάχεται τὸ οὐδὲν προεχόμεθα καὶ τ

 σάρκα ἐν ὑπερβατῷ κεῖται. ἡ δὲ κατὰ φύσιν ἀλλὰ μὴ κατὰ σχῆμα ἑρμηνεία τοῦ λόγου· τί οὖν ἐροῦμεν Ἀβραὰμ εὑρηκέναι τὸν κατὰ σάρκα ἡμῶν πατέρα; πρὸς Ἰουδ

 κοινὸς ἐπιγνωσθῇ καὶ ἀνακηρυχθῇ πατήρ· τῶν μὲν ἀκροβύστων ὡς ἐν τῇ ἀκροβυστίᾳ καὶ πιστεύσας καὶ δικαιωθείς, τῶν δὲ ἐμπεριτόμων ὡς καὶ αὐτὸς περιτμηθεὶ

 πεφανέρωται καὶ ἑξῆς, καὶ δεῖ ἐπισκοπεῖν. δυνατὸν δὲ ταῦτα καὶ ἄλλαις ἐπιβολαῖς διασαφῆσαι, ὡς εἴρηται ἐν τῷ πλάτει. Rο+m4,17 Κατέναντι· ἐναντίον, ἐνώ

 γὰρ μυριάκις ἀποθάνοι, οὐ μέγα εἰσήνεγκεν· ὑπὲρ γὰρ εὐεργέτου, ὑπὲρ ἐραστοῦ, ἀλλ' οὐχ ὑπὲρ ἐχθρῶν καὶ πολεμίων ὡς ἐκεῖνος ἔπαθεν, καὶ ἡμῶν ἕκαστος πάσ

 περιθέμενοι. οὐ χρὴ τοιγαροῦν ἐν δισταγμῷ τὴν ἐλπίδα τῶν ἐπηγγελμένων ἔχειν, ἀλλὰ βεβαίαν καὶ ὡς παρόντων τῶν ἀγαθῶν, οὕτω καὶ χαίρειν καὶ δοξάζειν τὸ

 μήν γε νόμον εἰσαχθέντα ῥητῶς παραβαίνοντες. καὶ οἱ μὲν μέχρι Μωϋσέως οὕτως ἡμάρτανον, ἀπὸ δὲ Μωϋσέως μέχρι τῆς παρουσίας Χριστοῦ καθ' ὁμοιότητα τῆς τ

 ἀπόστολος ἐν τούτοις, ἀλλὰ σαφῶς λίαν καὶ διηκριβωμένως ἀλληλουχεῖ καὶ ἐντάττει τῶν κεφαλαίων τὴν δύναμιν. ἔστιν 499 οὖν τὸ μὲν ἀλλ' οὐχ ὡς τὸ παράπτω

 ὁ ἐν ταῖς ἁμαρτίαις παλαιωθείς. οὗτος οὖν βαπτιζομένων ἡμῶν συσταυροῦται Χριστῷ καὶ ἀποθνήσκει, καὶ ἀνερχόμεθα ἀπὸ τοῦ βαπτίσματος καινοὶ καὶ πρόσφατο

 ἀλγυνόμενοι καὶ ἄκοντές τι πράττομεν, τὸ τῆς τυραννίδος καὶ δουλείας ὄνομα τιθέναι. οὕτω γοῦν καὶ ὁ Παῦλός φησιν ὅτι κατ' ἄνθρωπον λέγω τὸ ἐδουλώθητε

 ἀπατήσασα, ἐργασαμένη δὲ τὴν ἐπιθυμίαν ἀπέκτεινέ με. ἔστιν οὖν ἡ ἀπάτη αἰτία τῆς ἐπιθυμίας, ἡ δὲ ἐπιθυμία τοῦ θανάτου· τὴν δὲ ἀπάτην εἰργάσατο διὰ τῆς

 ἀλλ' ὁ κρατηθεὶς καὶ κυριευθεὶς ὑπὸ τῆς ἁμαρτίας. αὐτὸς δὲ ἐμφαντικώτερόν φησιν· ἀλλ' ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία· ὥσπερ γὰρ ὁ τὴν οἰκίαν ἐνοικῶν ἐκεῖνο

 ἐπιτίθεται τὸ κακόν. συνήδομαι γὰρ τῷ νόμῳ τοῦ θεοῦ· ὥστε κατὰ τοῦτο συμφωνεῖ μοι καὶ τρόπον τινὰ συμμαχεῖ, εἰ καὶ ἀσθενῶς ἔχει βοηθῆσαι· ἀντιστρατευο

 οὕτω λέγων· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς καὶ ἑξῆς. αὐτὸς δὲ ἐπειδὴ κοινὰ οἶδε τὰ τῆς εἰς ἡμᾶς οἰκονομίας ἔργα τοῦ Χριστοῦ, τὸ πνεῦμά φησι συμμαρτυρεῖ

 λόγων ἀποροῦμεν, μή τί γε ἔργων ἀμοιβῆς· τοσαύτη ἐστὶν ἄφατος αὐτοῦ ἡ περὶ ἡμᾶς χάρις. εἶτα ὥσπερ πόρισμα λαβὼν ἐντεῦθέν φησιν· εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, τ

 τὸ ἀγαπᾶν τὸν Χριστὸν οὕτως ὥστε μήτε διὰ κολάσεως μήτε δι' ὑποσχέσεως πάσης ἀφίστασθαι τῆς ἀγάπης αὐτοῦ, καὶ τὸ ἀγαπᾶν τὸν πλησίον οὕτως ὥστε τὴν σωτ

 εἶτα ἑξῆς λέγει καὶ τὰς αἰτίας. Αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι. αὐτὸς ἐγώ· οὐχ ἑτέρους, φησίν, ὑμῶν προτιμῶμαι εἰς τὸ προσελθεῖν τῷ Χριστῷ, ἀλλ' οὐδὲ ἐμὲ αὐτ

 πλασμάτων καὶ δούλων, μὴ τὰς αἰτίας ἀπαιτεῖν τὸν δημιουργὸν καὶ δεσπότην, ἀλλ' ἐπὶ πᾶσι τοῖς γινομένοις εὐχαριστεῖν αὐτῷ, κἂν οὐ κατείληφε τοὺς λόγους

 κοινὸν ὑπάρχον τοῖς ὁπωσδήποτε δημιουργοῖς λίαν ἐστὶν ἄτοπον καὶ ἀσεβὲς ἀφαιρεῖν ἀπ' αὐτοῦ. τί οὖν ἐστι τοῦτο; οὐδὲν τῶν δημιουργημάτων τὸν οἰκεῖον δη

 ἔργων; Λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ. ὁ μὲν Μωϋσαϊκὸς νόμος ἐδόθη προδιατυποῦντος θεοῦ καὶ προδιαγράφοντος τὸν τῆς χάριτος, τὸν δὲ εὐ

 τῶν πραγμάτων δείκνυσιν. Ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην. ἀπαιτεῖς λόγους, διὰ τί εἰς σπέρμα Ἀβραὰμ οἱ οὐκ ἐκ περιτομῆς λογίζονται, φησίν· διὰ τί

 ματαιοπονοῦντος λαβεῖν δι' ἔργων ὃ προῖκα παρέσχεν ἡ χάρις. Ἢ οὕτως· εἰ χάριτι, φησίν, οὐκέτι ἐξ ἔργων, ἐπεὶ εἰ συγχωρηθῇ τὸ ἐξ ἔργων, ἀνῄρηται ἡ χάρι

 ἀγωνίζεσθαι· εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καὶ ἑξῆς, τοῦτ' ἔστιν εἰ καὶ τούτων ἐλλειπόντων ὅμως κατηλλάγη ὁ θεὸς τῷ κόσμῳ, καὶ τὸ μεσότοιχον ἤρθη τῆς παλαιᾶς

 αὐτὸς ὅμως εὐεργετῶν καὶ ἐλεῶν οὐ διαλιμπάνει. καὶ δῆλον ἐκ τοῦ καὶ τότε ἐλεεῖσθαι τοὺς Ἰουδαίους ἀπειθούντων τῶν ἐθνῶν, καὶ νῦν ἐλεεῖσθαι τὰ ἔθνη ἀπε

 παραδεδομένης ἡμῖν ἀπὸ τοῦ νόμου διδασκαλίας, διὰ τοῦτο ἐπάγει· ἀλλὰ μεταμορφοῦσθε, τοῦτ' ἔστιν ὅτι δεῖ ὑμᾶς κατὰ τὸ θέλημα τοῦ θεοῦ πολιτεύεσθαι. πολ

 τοιαῦτα, ἀπειρίαν αὐτὸν τῶν τοιούτων ἔχειν ἐξ ὧν οὐδ' αὐτοὶ συνίσασιν, ὑπολαμβάνουσιν. εἰ δ' αὖ πάλιν τούτοις διὰ παντὸς ἐχρῆτο, ὁ ἀποστολικὸς χαρακτὴ

 κἀντεῦθεν, φησίν, ὑποτασσόμενος, οὐ μόνον ὅτι ἐντολὴν πληροῖς, ἀλλ' ὅτι καὶ τὸν θεὸν τιμᾷς, τιμῶν τὴν ὑπ' αὐτοῦ τεταγμένην ἐξουσίαν καὶ τὸν ταύτην χει

 καὶ διὰ τοῦτο μάλιστα· διὰ ποῖον; εἰδότες τὸν καιρόν, ὅτι συντέτμηται ὁ τῆς ζωῆς ἡμῶν χρόνος, καὶ δεῖ ἡμᾶς εἰ καὶ ἐκαθεύδομεν μηδὲν πράττοντες, ὡς ἐξ

 ἡμέραν κυρίῳ φρονεῖ, καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν κυρίῳ οὐ φρονεῖ. τοῦτο φανερὸν ἐκ τοῦ προειρημένου ἡμῖν ὅτι τοῦτο λέγει, ὅτι ὁ κρίνων καὶ λογιζόμενος

 τοῦτο τὸ μὴ βλασφημεῖσθαι τὸ ἀγαθὸν ὑμῶν, ἱκανόν ἐστιν εἰς τὸ πεῖσαι ὑμᾶς, τὴν ἔριν εἰς ἀγάπην καὶ ὁμόνοιαν διαλῦσαι· οὐ γάρ ἐστι τούτῳ παρορᾶν τὰ τῆς

 πᾶσάν τε τὴν οἰκουμένην πληρώσας διὰ τῶν πιστῶν. Rο+m15,13 Ὁ δὲ θεὸς τῆς ἐλπίδος. ἐλπίδος ἐστί, φησί, θεὸς ὁ θεὸς ἡμῶν, ὥστε καλῶς ἐπεύχομαι ὑμᾶς· ἐλπ

 καὶ ὡς ὁ Πέτρος φησὶν ὅτι αὐτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος· καὶ ὅτι τὴν κρίσιν πᾶσαν ὁ υἱὸς ἔχει· καὶ πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπ

 

κοινὸν ὑπάρχον τοῖς ὁπωσδήποτε δημιουργοῖς λίαν ἐστὶν ἄτοπον καὶ ἀσεβὲς ἀφαιρεῖν ἀπ' αὐτοῦ. τί οὖν ἐστι τοῦτο; οὐδὲν τῶν δημιουργημάτων τὸν οἰκεῖον δημιουργὸν ἐπιμέμφεται καὶ εὐθύνει, ἀλλ' ἐξουσίαν ἔχει ἕκαστος δημιουργὸς δημιουργεῖν ὡς βούλεται καὶ πλάττειν, καὶ ἀνεύθυνός ἐστι καὶ μάλιστα ὑπὸ τῶν πλασμάτων. ὥστε καὶ σὺ εἰκαίως λέγεις· οὕτως ἐπλάσθην. οὐκ ὀφείλεις μέμφεσθαι ἢ ἀντιλέγειν κατὰ τὸν κοινὸν τῶν πλασμάτων νόμον καὶ ὅρον. Rο+m9,22-23 Τὸ εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι ἢ τοῦ πρὸ αὐτοῦ ἐπιχειρήματός ἐστιν ἐξαγγελτικὸν διὰ πλειόνων ἐκεῖνο πλατύνων καὶ ἀπαγγέλλων, ἢ ἰδίως πρὸς τοῖς εἰρημένοις ἕτερον εἰσάγει εἰς τὴν αὐτὴν ὑπόθεσιν συντελοῦν. ἔδει, φησί, γνωρισθῆναι τὴν τιμωρητικὴν δύναμιν τοῦ θεοῦ, ἔδει τὴν μακροθυμίαν, ἔδει τὴν φιλανθρωπίαν καὶ τὸ ἔλεος καὶ τὴν ἄφατον αὐτοῦ δόξαν καὶ πολλήν. ταῦτα δὲ πόθεν δείκνυται; ἐκ τῶν δοκούντων τοῖς πολλοῖς παραλόγων, ἐκ τοῦ Φαραώ, ἐκ τοῦ καλέσαι τὸν οὐ λαὸν λαόν, ἐκ τοῦ τὸ κατάλειμμα σωθῆναι, καὶ ἐκ τῶν παραπλησίων· ὥστε ἐξ ὧν οἱ ἀγνώμονες ἀδικίαν καταψηφίζονται τοῦ θεοῦ, οἱ εὐγνώμονες μεγάλα κερδαίνουσιν. οὔκουν ἡ τῶν πραγμάτων φύσις ἔχει τὸ ἄπορον, ἄλλ' ἡ τῶν ἀγνωμονούντων τὸ βλάσφημον. ἢ μᾶλλον τῶν πρὸ αὐτοῦ ἤρτηται· εἰ θέλων, φησίν, ὁ θεὸς ἐνδείξασθαι, καὶ ἵνα γνωρίσῃ, καὶ ἐκεῖ κληθήσονται υἱοὶ θεοῦ ζῶντος, καὶ τὸ κατάλειμμα τοῦ Ἰσραὴλ σωθῇ· εἰ ταῦτα ποιεῖ, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; Ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ, τοῦτ' ἔστι πάνυ ἐμακροθύμησεν εἰς μετάνοιαν ἄγων τὸν Φαραώ. ὡς δὲ οὐκ ἦλθεν πρὸς σωφρονισμόν, ἐτιμωρήσατο αὐτόν. 5 Κατηρτισμένα εἰς ἀπώλειαν. ἀπώλειαν νῦν τὴν διαφθοράν φησιν. ἤνεγκε δέ, φησίν, ὁ θεὸς εἰς ἀπώλειαν, οὐχ ὡς ἔτυχεν, ἀλλ' ἐκείνους τοὺς καταρτίσαντας ἑαυτοὺς εἰς σκεύη ὀργῆς, ἀλλ' ὅμως οὖν καὶ ἐπὶ τούτων καίτοι τοιούτων ἑαυτοὺς παρασκευασάντων πολλὰ πρότερον μακροθυμήσας. οὕτως ἐχρήσατο τῇ κατὰ τὸ δίκαιον τιμωρίᾳ. Ἢ μᾶλλον οὕτω νοήσεις· ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν· ὑπήνεγκε, φησίν, ὑπέμεινε καὶ ἐν πολλῇ μακροθυμίᾳ. πῶς δὲ ἐν πολλῇ μακροθυμίᾳ; ὅτι ἕτοιμα καὶ ἀπηρτισμένα ὄντα εἰς ἀπώλειαν καὶ μόνον οὐ διὰ τὴν ὑπερβολὴν τῆς κακίας πεπληρωμένα ὄντα δικαίας ὀργῆς, ὅμως ἔτι ἀνέχετο καὶ διεβάσταζεν ἐπιστροφὴν ἐκδεχόμενος. τί οὖν οὐκ ἀπόλλυται ταῦτα; παντί που δῆλον· κατήρτισε γὰρ ἑαυτὰ εἰς ἀπώλειαν, ἀπόλλυται δὲ μετὰ τὸ ἀπαρτίσαι ἑαυτά, μετὰ τὸ εἰς τέλος κακίας ἀναδραμεῖν, μετὰ τὸ μηδὲν ἀπὸ τῆς μακροθυμίας ἀπόνασθαι. καὶ δείκνυται διὰ τῆς εἰς αὐτοὺς δικαίας τιμωρίας τοῦ θεοῦ καὶ τὸ δυνατὸν αὐτοῦ, τοῦτ' ἔστιν ἡ τιμωρητικὴ δύναμις καὶ ἡ ἔνδειξις τῆς ὀργῆς ἧς εἰσιν ἄξιοι τυγχάνειν οἱ τοιοῦτοι. τοῖς γὰρ καταφρονοῦσι καὶ ὑπερορῶσι τῆς δυνάμεως τοῦ θεοῦ ἀναγκαῖον καὶ συμφέρον ἦν γνωρίσαι αὐτοῖς διὰ τιμωρίας τὸ δυνατὸν καὶ πανσθενὲς καὶ πανεπίσκοπον αὐτοῦ. Καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ. δυσὶ τρόποις σχηματίζεται τόδε τὸ ῥητόν, ἀπὸ κοινοῦ καὶ ἐλλειπτικῶς· ἀπὸ κοινοῦ μὲν γὰρ δεῖ λαβεῖν τὸ ἤνεγκενἤνεγκε σκεύη ὀργῆς καὶ ἤνεγκε σκεύη ἐλέους· ἐλλειπτικῶς δέ, ὅτι οὐκ εἶπεν εἰς τί ἤνεγκεν τὰ σκεύη τοῦ ἐλέους, ὥσπερ ἐκεῖ εἶπεν ὅτι τὰ σκεύη τῆς ὀργῆς εἰς ἀπώλειαν. ἐξακουστέον οὖν ἐνταῦθα τὸ εἰς σωτηρίαν. Ἃ προητοίμασεν εἰς δόξαν. προητοίμασεν ὡς προγνώστης καὶ εἰδὼς ὅτι σπουδαῖοι ἔσονται. προητοίμασεν οὖν αὐτὰ τὰ ἄξια ἐλέους σκεύη εἰς δόξαν, τοῦτ' ἔστιν εἰς τὸ δοξασθῆναι αὐτά· καὶ γὰρ ὁ πλοῦτος τῆς δόξης αὐτοῦ ἐγνωρίσθη ἐν ἡμῖν, ὅτι τοῖς εἰδώλοις προσανακειμένους καὶ δούλους ὑπάρχοντας παθῶν καὶ ἁμαρτίας οὐ μόνον τούτων ἠλευθέρωσεν, ἀλλὰ καὶ δι' υἱοθεσίας ἐδόξασεν. Rο+m9,27-28 Τὸ κατάλειμμα σωθήσεται. πρὸς ταῦτα τὰ ἀνεξιχνίαστα κρίματα αὐτοῦ σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; κατὰ κοινοῦ γὰρ τοῦτο ἀκουστέον. ἢ κατ' ἔλλειψιν ἔκληπται, οἷον· εἰ θέλων 521 ὁ θεὸς ἐνδείξασθαι, εἰ τάδε καὶ τάδε ἐποίησεν, καὶ πάντα ἐπὶ συμφέροντι καὶ σοφῶς, πῶς σὺ τολμᾷς εὐθύνας ἀπαιτεῖν τῶν τοιούτων πανσόφων καὶ ἀκαταλήπτων