ἑνάδος ἀπεργαζομένης, ᾗ ἐστι συμφυές. αὕτη οὖν ἐστιν ἡ καθ' ἑαυτὴν ἀφορίζουσα τὸ μετέχον αὐτῆς ὂν καὶ τὴν ἰδιότητα τὴν ὑπερούσιον ἐν αὐτῷ δεικνύουσα οὐσιωδῶς· ἐκ γὰρ τοῦ πρώτως πανταχοῦ τῷ δευτέρως ὑπάρχει τὸ εἶναι τοῦτο, ὅ ἐστιν. ἥτις οὖν ἐστι τῆς θεότητος ὑπερούσιος ἰδιότης, αὕτη καὶ τοῦ ὄντος ἐστί, τοῦ μετέχοντος αὐτῆς, οὐσιωδῶς. 138 Πάντων τῶν μετεχόντων τῆς θείας ἰδιότητος καὶ ἐκ θεουμένων πρώτιστόν ἐστι καὶ ἀκρότατον τὸ ὄν. εἰ γὰρ καὶ τοῦ νοῦ καὶ τῆς ζωῆς ἐπέκεινα τὸ ὄν, ὡς δέδεικται, εἴπερ πλείστων τοῦτο μετὰ τὸ ἓν αἴτιον, ἀκρότατον ἂν εἴη τὸ ὄν. τούτων μὲν γὰρ ἑνικώτερον, καὶ διὰ τοῦτο πάντως σεμνό τερον· ἄλλο δὲ πρὸ αὐτοῦ οὐκ ἔστι πλὴν τοῦ ἑνός. πρὸ γὰρ τοῦ ἑνιαίου πλήθους τί ἄλλο ἢ τὸ ἕν; πλῆθος δὲ ἑνιαῖον τὸ ὄν, ὡς ἐκ πέρατος ὂν καὶ ἀπείρου. καὶ ὅλως πρὸ τῆς οὐσίας τὸ ὑπερούσιον μόνον· ἐπεὶ καὶ ἐν ταῖς εἰς τὰ δεύτερα ἐλλάμψεσι μόνον τὸ ἓν ἐπέκεινα φθάνει τοῦ ὄντος, τὸ δὲ ὂν εὐθὺς μετὰ τὸ ἕν. τὸ γὰρ δυνάμει ὄν, οὔπω δὲ ὄν, ἕν ἐστι κατὰ τὴν ἑαυτοῦ φύσιν· καὶ τὸ μετὰ τοῦτο ἤδη ἐνεργείᾳ ὄν. καὶ ἐν ταῖς ἀρχαῖς ἄρα τοῦ ὄντος ἐπέκεινα εὐθὺς τὸ μὴ ὂν ὡς κρεῖττον τοῦ ὄντος καὶ ἕν. 139 Πάντα τὰ μετέχοντα τῶν θείων ἑνάδων, ἀρχόμενα ἀπὸ τοῦ ὄντος, εἰς τὴν σωματικὴν τελευτᾷ φύσιν· τὸ γὰρ πρῶτόν ἐστι τῶν μετεχόντων τὸ ὄν, ἔσχατον δὲ τὸ σῶμα (καὶ γὰρ σώματα θεῖα εἶναί φαμεν). πάντων γὰρ τῶν γενῶν τὰ ἀκρότατα τοῖς θεοῖς ἀνεῖται, σωμάτων, ψυχῶν, νόων, ἵνα ἐν πάσῃ τάξει τὰ τοῖς θεοῖς ἀνα λογοῦντα συνεκτικὰ καὶ σωστικὰ τῶν δευτέρων ὑπάρχῃ, καὶ ἕκαστος ἀριθμὸς ὅλος ᾖ κατὰ τὸ ἐν τῷ μέρει ὅλον, ἔχων ἐν ἑαυτῷ πάντα καὶ πρὸ τῶν ἄλλων τὴν θείαν ἰδιότητα. ἔστιν οὖν καὶ σωματικῶς καὶ ψυχικῶς καὶ νοερῶς τὸ θεῖον γένος. καὶ δῆλον ὅτι πάντα ταῦτα θεῖα κατὰ μέθεξιν· τὸ γὰρ πρώτως θεῖον ἐν ταῖς ἑνάσιν ὑφέστηκε. τὰ ἄρα μετέχοντα τῶν θείων ἑνάδων ἄρχεται μὲν ἀπὸ τοῦ ὄντος, λήγει δὲ εἰς τὴν σωματικὴν φύσιν. 140 Πᾶσαι τῶν θεῶν αἱ δυνάμεις ἄνωθεν ἀρχόμεναι καὶ διὰ τῶν οἰκείων προϊοῦσαι μεσοτήτων μέχρι τῶν ἐσχάτων καθήκουσι καὶ τῶν περὶ γῆν τόπων. οὔτε γὰρ ἐκείνας διείργει τι καὶ ἀποκωλύει τῆς εἰς πάντα παρουσίας (οὐδὲ γὰρ δέονται τόπων καὶ διαστάσεων, διὰ τὴν ἄσχετον πρὸς πάντα ὑπεροχὴν καὶ τὴν ἄμικτον πανταχοῦ παρουσίαν), οὔτε τὸ μετέχειν αὐτῶν ἐπιτήδειον κωλύεται τῆς μεθέξεως, ἀλλ' ἅμα τέ τι πρὸς τὴν μετουσίαν ἕτοιμον γίνεται κἀκεῖναι πάρεισιν, οὔτε τότε παραγενόμεναι οὔτε πρότερον ἀποῦσαι, ἀλλ' ἀεὶ ὡσαύτως ἔχουσαι. ἐὰν οὖν τι τῶν περὶ γῆν ἐπιτήδειον ᾖ μετέχειν, καὶ τούτῳ πάρεισι· καὶ πάντα πεπλη ρώκασιν ἑαυτῶν, καὶ τοῖς μὲν ὑπερτέροις μειζόνως πάρεισι, τοῖς δὲ μέσοις κατὰ τὴν αὐτῶν τάξιν, τοῖς δὲ ἐσχάτοις ἐσχάτως. ἄνωθεν οὖν μέχρι τῶν τελευταίων ἐκτείνουσιν ἑαυτάς· ὅθεν καὶ ἐν τούτοις εἰσὶ τῶν πρώτων ἐμφάσεις, καὶ συμπαθῆ πάντα πᾶσιν, ἐν μὲν τοῖς πρώτοις τῶν δευτέρων προϋπαρχόντων, ἐν δὲ τοῖς δευτέροις τῶν πρώτων ἐμφαινομένων· τριχῶς γὰρ ἦν ἕκαστον, ἢ κατ' αἰτίαν ἢ καθ' ὕπαρξιν ἢ κατὰ μέθεξιν. 141 Πᾶσα πρόνοια θείων ἡ μὲν ἐξῃρημένη τῶν προνοου μένων ἐστίν, ἡ δὲ συντεταγμένη. τὰ μὲν γὰρ κατὰ τὴν ὕπαρξιν καὶ τὴν τῆς τάξεως ἰδιότητα παντελῶς ὑπερήπλωται τῶν ἐλλαμπομένων· τὰ δὲ τῆς αὐτῆς ὄντα διακοσμήσεως προνοεῖ τῶν ὑφειμένων τῆς αὐτῆς συστοιχίας, μιμούμενα καὶ ταῦτα τὴν τῶν ἐξῃρημένων θεῶν προνοητικὴν ἐνέργειαν καὶ πληροῦν ἐφιέμενα τὰ δεύτερα τῶν ἀγαθῶν, ὧν δύνανται. 142 Πᾶσι μὲν οἱ θεοὶ πάρεισιν ὡσαύτως· οὐ πάντα δὲ ὡσαύτως τοῖς θεοῖς πάρεστιν, ἀλλ' ἕκαστα κατὰ τὴν αὐτῶν τάξιν τε καὶ δύναμιν μεταλαγχάνει τῆς ἐκείνων παρουσίας, τὰ μὲν ἑνοειδῶς, τὰ δὲ πεπληθυσμένως, καὶ τὰ μὲν ἀϊδίως, τὰ δὲ κατὰ χρόνον, καὶ τὰ μὲν ἀσωμάτως, τὰ δὲ σωματικῶς. ἀνάγκη γὰρ τὴν διάφορον μέθεξιν τῶν αὐτῶν ἢ παρὰ τὸ μετέχον γίνεσθαι διάφορον ἢ παρὰ τὸ μετεχόμενον. ἀλλὰ τὸ θεῖον πᾶν ἀεὶ τὴν αὐτὴν ἔχει τάξιν, καὶ ἄσχετόν ἐστι πρὸς πάντα καὶ ἄμικτον. παρὰ τὸ μετέχον ἄρα μόνον λείπεται τὴν ἐξαλλαγὴν ὑφίστασθαι, καὶ τὸ οὐχ ὡσαύτως ἐν τούτοις εἶναι, καὶ ταῦτα ἄλλοτε ἄλλως καὶ ἄλλα ἄλλως παρεῖναι τοῖς