1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

29

ἀνῳκοδομήσατο τὴν πόλιν 2.10.20 αὐτός. τετεφρωμένων γὰρ πανταχόσε καὶ καθῃρημένων ἁπάντων, λόφων τε μόνον ἐκ πόλεως ἐξηνθρακωμένης ἐπανεστηκότων πολλῶν, ἄπορον τοῖς Ἀντιοχεῦσιν ἐγίνετο τήν τε χώραν ἐπιγνῶναι τῆς ἑκάστου ἰδίας οἰκίας γενομένης τὰ πρῶτα ἐκφορήσασι τὸ συμπτωθὲν ἅπαν, οἰκίας τε πυρκαϊᾶς περικαθῆραι τὰ λείψανα, ἔτι μέντοι δημοσίων στοῶν ἢ περιστύλων αὐλῶν οὐδαμῆ οὐσῶν, οὐδὲ ἀγορᾶς πη καθισταμένης, οὐδὲ τῶν στενωπῶν τὰς ἀγυιὰς διαιρούντων τῇ πόλει, οἰκίας τινὸς οἰκοδομίαν ἀπαυθαδιά2.10.21 σασθαι. ἀλλὰ βασιλεὺς οὐδεμιᾷ μελλήσει ὡς ἀπωτάτω τῆς πόλεως τὰ καθῃρημένα μετενεγκών, ἐλεύθερόν τε τὸν ταύτῃ ἀέρα ξὺν τοῖς ἔνερθεν τῶν ἐνοχλούντων καταστησάμενος, πρῶτα μὲν τὰ ἐδάφη πανταχόθι τῆς πόλεως λίθοις 2.10.22 ἁμαξιαίοις ἐκάλυψεν· ἔπειτα δὲ στοαῖς τε καὶ ἀγοραῖς αὐτὴν διακρίνας, καὶ διελὼν μὲν τοῖς στενωποῖς ἀμφόδους ἁπάσας, ὀχετοὺς δὲ καὶ κρήνας καὶ ὑδροχόας καταστησάμενος, ὅσοις ἡ πόλις κεκόμψευται, θέατρά τε αὐτῇ καὶ βαλανεῖα πεποιημένος, καὶ ταῖς ἄλλαις δημοσίαις οἰκοδομίαις ἁπάσαις κοσμήσας, αἷσπερ εὐδαιμονία διαφαίνεσθαι πόλεως εἴωθε, τεχνιτῶν δὲ καὶ ἐπιδημιούργων πλῆθος ἐπαγαγὼν ῥᾷόν τε καὶ ἀπονώτερον τοῖς ἐνοικοῦσι παρέσχετο 2.10.23 δείμασθαι τὰς αὐτῶν ἰδίας οἰκίας. οὕτω τε Ἀντιόχειαν ἐπιφανεστέραν γεγονέναι τανῦν ἢ πρότερον ἦν ξυνηνέ2.10.24 χθη. ἀλλὰ καὶ ἱερὸν ἐνταῦθα τῇ θεοτόκῳ πεποίηται μέγα. οὗ δὴ τό τε κάλλος καὶ τὸ ἐς ἅπαντα μεγαλοπρεπὲς ἐπελθεῖν λόγῳ ἀμήχανον· ὃ δὴ καὶ προσόδῳ ἐτίμησε χρημά2.10.25 των μεγάλων. ἔτι μέντοι καὶ Μιχαὴλ τῷ ἀρχαγγέλῳ νεὼν παμμεγέθη ἐδείματο. προὐνόησε δὲ καὶ τῶν ἀρρωστήμασι πονουμένων ἐνταῦθα πτωχῶν, οἰκία τε σφίσι καὶ τὰ ἐς τὴν ἐπιμέλειαν καὶ τῶν νοσημάτων ἀπαλλαγὴν ἐν ἐπιτηδείῳ καταστησάμενος ἅπαντα, χωρὶς μὲν ἀνδράσι, χωρὶς δὲ γυναιξί, καὶ οὐδέν τι ἧσσον τοῖς ξένοις ἐπὶ καιροῦ γενομένοις ἐνταῦθα ἐνδήμοις. 2.11.1 Οὕτω δὲ καὶ Χαλκίδος πόλεως τὸν περίβολον, ἐπισφαλῶς τε ἀρχὴν γεγονότα καὶ ὑπὸ τῶν ἐτῶν κατερρακωμένον, σὺν τῷ προτειχίσματι ἀνανεωσάμενός τε καὶ πολλῷ ἐχυρώτερον καταστησάμενος ἢ πρότερον ἦν, ἐς τὸν νῦν φαινόμενον πεποίηται τρόπον. 2.11.2 Ἦν δέ τι ἐπὶ Συρίας κομιδῇ ἀπημελημένον πολίχνιον, Κῦρος ὄνομα, ὅπερ Ἰουδαῖοι ἐν τοῖς ἄνω χρόνοις ἐδείμαντο, δορυάλωτοι μὲν ἐκ Παλαιστίνης ἐς τὴν Ἀσσυρίαν ἀποκεκομισμένοι πρὸς τοῦ Μήδων στρατοῦ, παρὰ Κύρου δὲ βασιλέως ἀφειμένοι πολλῷ ὕστερον· διὸ δὴ καὶ Κῦρον τὸ χωρίον ἐκάλεσαν, ταῦτα τῷ εὐεργέτῃ ἐκτίνοντες χαρι2.11.3 στήρια. προϊόντος δὲ τοῦ χρόνου ἡ Κῦρος τά τε ἄλλα 2.11.4 ὑπερώφθη καὶ ἀτείχιστος ὅλως μεμένηκεν. ἀλλὰ βασιλεὺς Ἰουστινιανὸς ἅμα μὲν πρόνοιαν τῆς πολιτείας ποιούμενος, ἅμα δὲ καὶ τοὺς ἁγίους Κοσμᾶν τε καὶ ∆αμιανὸν τὰ μάλιστα σέβων, ὧν δὴ ἄγχιστά πη τὰ σώματα καὶ ἐς ἐμὲ κεῖται, πόλιν εὐδαίμονα καὶ λόγου ἀξίαν πολλοῦ, τείχους τε ἀσφαλείᾳ ἐχυρωτάτου καὶ φρουρῶν πλήθει καὶ οἰκοδομιῶν δημοσίων μεγέθει, καὶ τῆς ἄλλης κατασκευῆς τῷ ἐς ἄγαν μεγαλοπρεπεῖ, πεποίηται Κῦρον. 2.11.5 ταύτης δὲ τῆς πόλεως τὰ μὲν ἐντὸς ὕδατος ἄπορα ἐκ παλαιοῦ ἦν, ἔκτοσθε δὲ ὑπερφυής τις ἐγεγόνει πηγή, περιουσίᾳ μὲν πλήθουσα ποτίμων ὑδάτων, ἀνόνητος δὲ τοῖς τῇδε ᾠκημένοις παντάπασιν οὖσα, ἐπεὶ οὐκ εἶχον ὅθεν ἂν ἐνθένδε ἀρύοιντο ὕδωρ, ὅτι μὴ πόνῳ τε καὶ κινδύνῳ 2.11.6 μεγάλῳ. περιόδοις τε γὰρ αὐτόσε ἰοῦσιν ἀναγκαῖον ἐγίνετο χρῆσθαι, κρημνώδους χωρίου καὶ ὅλως ἀβάτου μεταξὺ ὄντος· καὶ τοῖς πολεμίοις, ἂν οὕτω τύχῃ, ἐνεδρεύου2.11.7 σιν ὑποχείριοι ῥᾷστα ἐγίγνοντο. διώρυχα τοίνυν ἔκτοσθε τῆς πόλεως ἄχρι ἐς τὴν κρήνην οὐκ ἀπαρακαλύπτως, ἀλλὰ κεκρυμμένως ὡς ἔνι μάλιστα πεποιημένος, ἄπονόν τε αὐτοῖς καὶ ἀκίνδυνον τὴν τοῦ ὕδατος παρέσχετο χρείαν. 2.11.8 Καὶ Χαλκίδος δὲ πόλεως τὸν περίβολον ὅλον, ἔς τε τὸ ἔδαφος καθειμένον καὶ ἄλλως ἀφύλακτον ὄντα, ἐχυρῷ διαφερόντως ἀνενεώσατο οἰκοδομίᾳ, καὶ προτειχίσματι 2.11.9 ἐκρατύνατο. ἔτι μέντοι καὶ τὰ ἄλλα Σύρων