περικαλλῆ, ἀλλ' οὐ κατὰ τὸ νῦν ὁρώμενον σχῆμα καὶ κάλλος καὶ μέγεθος, καὶ ταύτης τὰ ἐγκαίνια ποιεῖ ἐπὶ Εὐδοξίου πατριάρχου, μαθητοῦ Εὐνομίου. ὁ ἐν ἁγίοις Ἐφραὶμ ὁ Σύρος ἐπὶ Κωνσταντίνου ἦν μέγας ἐν ἔργῳ καὶ λόγῳ· ὃς πολλὰ ἐγγράφων ὠφέλιμα καταλέλοιπε. Τοῦ στρατοῦ ἀνελόντος τὸν νέον ∆αλμάτιον, Γάλλον μὲν νόσος, Ἰουλιανὸν δέ, υἱοὺς ὄντας τοῦ ἀναιρεθέντος Γάλλου Καίσαρος, ἡ ἡλικία ἐρρύσατο· δοθέντων δὲ παρὰ Κωνσταντίνου ἐν χωρίῳ τινὶ πλησίον Καισαρείας παιδεύεσθαι, Ἰουλιανὸς ἐν χρῷ κειράμενος μοναχικὴν ὑπεκρίνατο ἄσκησιν. ἀναγνῶσται δὲ ἄμφω γενόμενοι ἐκκλησίαν κτίσαι προεθυμήθησαν τῷ μάρτυρι Μάμαντι· εἰς δὲ τὸ μέρος ἐν ᾧ Ἰουλιανὸς κτίζειν ἔλαχεν, ἡ γῆ οὐχ ἐδέχετο τὰ τῶν θεμελίων βάθρα. Ἰουλιανὸς ὁ παραβάτησ Ἰουλιανὸς ὁ παραβάτης ἐβασίλευσεν ἔτη δύο, Καῖσαρ δὲ γέγονεν ἔτη τέσσαρα καὶ μῆνας ἕξ, ἐξάδελφος ὢν Κωνσταντίου, ὃς ἐτράφη ὑπὸ Εὐσεβίου τοῦ Νικομηδείας ἐπισκόπου. 93 ἦν δὲ βραχὺς τὸ σῶμα, εὐπώγων, τετανόθριξ, καὶ ὕπνου μὲν καὶ τροφῆς καὶ ἀφροδισίων ὅτι μάλιστα ἐγκρατής, τῷ δὲ ἄλλῳ τρόπῳ σκαιὸς καὶ πρὸς εὐσέβειαν πονηρός. τοῖς Χριστιανῶν μυηθεὶς μυστηρίοις, ὕστερον αὐτὰ παριδὼν τὰ τῶν Ἑλλήνων προείλετο, δυσσεβείᾳ μὲν τὴν εὐσέβειαν ἀπωσάμενος, πονηρίᾳ δὲ καὶ ποικιλίᾳ γνώμης τὴν ἀρετήν. οὗτος τὴν μὲν τοῦ προδρόμου θήκην ἀνοίξας πυρὶ τὰ λείψανα παραδέδωκε καὶ τὴν κόνιν διελικμήσατο· τὴν δὲ τοῦ Χριστοῦ εἰκόνα τὴν ἐν τῇ Πανεάδι, ἣν ἡ αἱμόρρους ἀνέστησε, κατεαγῆναι καὶ συρῆναι προσέταξεν, εἴδωλον ἐκεῖσε τοὺ ∆ιὸς ἀναστήσας ἀντὶ τῆς Χριστοῦ εἰκόνος ὁ δυσσεβής τε καὶ ἀλιτήριος, καὶ πολλὰ λείψανα τῶν ἁγίων κατέκαυσεν, οὐκ ἀτιμωρητὶ δέ. στρατεύσας γὰρ ἐπὶ Πέρσας ἐδελεάσθη ὑπὸ τῶν αὐτομόλων ἐμπρῆσαι τὰς ναῦς· εἶτα δι' ἐρημίας καὶ ἀνωμάλων χωρίων τὴν πορείαν ποιούμενος ἐφ' ἱκανόν, πάντων ἀπολελοιπότων τῶν τε χρειωδῶν καὶ τῶν ἀναγκαίων, καὶ πολλὰ ταλαιπωρησάντων τῶν μετ' αὐτοῦ, ἐπειδὴ καιρὸς τοῦ πολέμου καὶ μάχης ἀφίκετο, τραπεὶς εἰς φυγὴν τιτρώσκεται δόρατι, καὶ τοῦ αἵματος διὰ τῶν ῥινῶν φερομένου, λαβὼν αὐτοῦ ταῖς χερσὶ καὶ εἰς τὸν ἀέρα λικμήσας ἔφη "νενίκηκας, Χριστέ· κορέσθητι, Ναζωραῖε," καὶ οὕτως ἀπέρριψε τὴν δολίαν αὐτοῦ ψυχήν· οὗ τὸ σῶμα ἀπεκομίσθη ἐν Ταρσῷ καὶ ἐτάφη πλησίον τοῦ τάφου Μαξιμιανοῦ υἱοῦ Γαλλερίου. ἀπεκομίσθη δὲ αὖθις ἐν 94 Κωνσταντινουπόλει, καὶ ἐτέθη ἔνθα καὶ τὸ Ἰοβιανοῦ, ἐν λάρνακι πορφυρῷ κυλινδροειδεῖ μετὰ Ἑλένης θυγατρὸς Κωνσταντίνου καὶ γυναικὸς αὐτοῦ. τῆς δὲ ἐκκλησίας τότε ἐπὶ Ἰουλιανοῦ τοῦ παραβάτου ἐκράτει Εὐδόξιος Ἀρειανός. Κωνσταντίου τελευτήσαντος Ἰουλιανὸς μονοκράτωρ γενόμενος ἀναιδῶς ἑλλήνιζε, καὶ τὸ ἅγιον βάπτισμα αἵματι θυσιῶν ἀπεπλύνατο. Εὐσέβιον πρῶτον τὸν βασίλειον εὐνοῦχον ἀνεῖλεν ὡς ἀδικητήν, τοῦ δικαίου δῆθεν δόξαν θηρώμενος. ἐδίωξε δὲ καὶ πάντας εὐνούχους τοῦ παλατίου διὰ τὸ καὶ τὴν γαμετὴν ἀποβαλεῖν, διὰ τὸ εἶναι ἀδελφὴν Κωνσταντίνου, μίσει τῷ πρὸς αὐτόν. ἀλλὰ καὶ μαγείρους καὶ κουρεῖς, ἐκ δὲ τοῦ δημοσίου δρόμου καμήλους βόας ὄνους καὶ ἡμιόνους· μόνους δὲ τοὺς ἵππους τῷ δημοσίῳ δρόμῳ ὑπουργεῖν συνεχώρησεν. ὁ αὐτὸς ἐνομοθέτησεν μὴ μετέχειν Χριστιανοὺς Ἑλληνικῶν μαθημάτων. Ἀπολλινάριος δὲ τῇ μὲν θείᾳ γραφῇ ὕλῃ χρησάμενος, πάντων δὲ ποιητῶν τοὺς χαρακτῆρας μιμησάμενος, ἔγραψε τοῦ δι' αὐτῶν παιδεύεσθαι Χριστιανούς. Ἰουλιανὸς δὲ μαντείαις καὶ θυσίαις καὶ δαιμόνων ἀπάταις φραξάμενος κατὰ Περσῶν ἐστράτευσεν, ὅτε καὶ χρησμὸν λέγεται λαβεῖν ἔχοντα οὕτως "νῦν δὲ πάντες ὡρμήθημεν θεοὶ νίκης τρόπαια κομίσασθαι περὶ θηρὶ ποταμῷ· τῶν δὲ ἐγὼ ἡγεμονεύσω, θοῦρος πολεμόκλονος Ἄρης. 95 Ἰοβιανός. Ἰοβιανὸς ἐβασίλευσε μῆνας ὀκτὼ ἔτος ἕν. ὃς ἐν μὲν τῷ στρατῷ Χριστιανὸν αὐτὸν ὡμολόγει, ἦν δὲ καὶ γνωστὸς τῷ Ἰουλιανῷ· ὃς καὶ ὄπισθεν αὐτοῦ περιπατῶν τὴν Ἰουλιανοῦ χλαμύδα διαπεπάτηκε· πρὸς ὅνπερ ἐπιστραφεὶς Ἰουλιανός, καὶ ἰδὼν οὐκ ἄλλον ἀλλ' αὐτόν, εἶπεν "εἴθε γοῦν ἄνθρωπος." οὗτος Ἰοβιανὸς ὑπὸ τοῦ στρατοῦ παντὸς ᾑρέθη