29
Σοδόμων καὶ Γομόῤῥας πεπλή θυνται πρός με, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα· καταβὰς οὖν ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται." δʹ, εʹ. "Οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, οἱ ἐσθίοντες τὸν λαόν μου ἐν βρώ σει ἄρτου; Τὸν Κύριον οὐκ ἐπεκαλέσαντο. Ἐκεῖ ἐδειλίασαν φόβῳ, οὗ οὐκ ἦν φόβος." Οὐκ ἠβου λήθητε, φησὶν, οἱ κατεσθίοντες συνιδεῖν τόδε· δι' αὐτῆς οὖν μαθήσεσθε τῶν πραγμάτων τῆς πείρας, ὡς οὐκ ἔσται ὑμῖν εὐάλωτος ὁ ἐμὸς λαὸς, οὐδὲ καθάπερ ἄρτον τινὰ ἐσθιόμενον δαπανήσετε αὐτὸν, τῆς ἐμῆς προμηθείας καταφρονοῦντες. Τοῦτο γὰρ λέγει· "Τὸν Κύριον οὐκ ἐπεκαλέσαντο." Οὗ χάριν, οἱ ἀδεῶς φθεγγόμενοι, καὶ μηδένα δειμαίνον τες, φόβῳ καὶ δειλίᾳ περιπεσεῖσθε, καὶ εἰς φυγὴν τραπήσεσθε, μηδενὸς τῶν ἀνθρώπων δεδιττομένου τε καὶ διώκοντος. Τοῦτο γὰρ δηλοῖ τό· "Ἐκεῖ ἐδειλίασαν φόβῳ, οὗ οὐκ ἦν φόβος." Τὸ δέ· "Οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν," καθ' ὑπόκρισιν ἀναγνωστέον. Τὸ δέ· "Ὁ Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώ πων, τοῦ ἰδεῖν εἰ ἔστι συνιὼν ἢ ἐκζητῶν τὸν Θεὸν," ἀνθρωπίνως ἐσχημάτισε, δεικνὺς ὡς οὐ ρανόθεν Ἀσσυρίοις τὴν τιμωρίαν κατέπεμψε. ∆ῆλον 80.953 γὰρ ὡς πανταχοῦ πάρεστιν ὁ τῶν ὅλων Θεὸς, καὶ κατέχει τὸν γύρον τῆς γῆς, καὶ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ ὡσεὶ ἀκρίδας, κατὰ τὴν τοῦ προφήτου φωνήν. ϛʹ. "Ὅτι ὁ Θεὸς ἐν γενεᾷ δικαίων, βουλὴν πτω χοῦ κατῃσχύνατε· ὁ δὲ Κύριος ἐλπὶς αὐτοῦ ἐστι." Ταῦτα δὲ ποιεῖ τῶν ὅλων ὁ Κύριος διὰ τὴν τοῦ Ἐζεκίου ἀρετὴν, καὶ τὴν εὐσεβῶς ὑπ' ἐκείνου ποιμαι νομένην γενεάν· οὗ ὡς εὐτελοῦς ὑμεῖς οἱ δυσσεβεῖς καταφρονήσαντες, ἐκωμῳδήσατε τὴν εἰς ἐμὲ βεβαίαν πεποίθησιν. Ταύτην γὰρ ἐκάλεσε βουλὴν, ἀντὶ τοῦ σκοποῦ. Ἐκεῖνος μέντοι καθάπερ ἄγκυραν ἱερὰν τὴν ἐμὴν κατέσχεν ἐλπίδα, καὶ μὴν δὴ καὶ τετύ χηκε τῆς σωτηρίας ὡς ἤλπισε. Τοῦτο γὰρ καὶ ἐπ ήγαγεν· ζʹ. "Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ;" Τοῦτο δὲ διπλῆν ἔχει τὴν προφητείαν. Οὐ γὰρ μόνον τὴν τηνικάδε γενομένην τοῖς πολιορκηθεῖσι προαγο ρεύει σωτηρίαν, ἀλλὰ καὶ τὴν πολλοῖς ὕστερον χρό νοις τοῦ Σωτῆρος ἡμῶν γενομένην ἐκεῖθεν σωτήριον ἐπιφάνειαν· "Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμα λωσίαν τοῦ λαοῦ αὑτοῦ, ἀγαλλιάσεται Ἰακὼβ, καὶ εὐφρανθήσεται Ἰσραήλ." Ἐπειδὴ γὰρ αἱ δέκα φυλαὶ ἤδη ἦσαν ἐξηνδραποδισμέναι, καὶ μέντοι καὶ τῆς Ἰουδαίας πόλεις συχναὶ, ἐπεύχεται κἀκείνους τῆς αὐτῆς τε σωτηρίας τυχεῖν, καὶ τὴν ἐλευθερίαν ἀπολαβεῖν. Τηνικαῦτα ἔσται, φησὶ, μείζων ἡ εὐ φροσύνη τῷ διπλῆν ἔχοντι τὴν προσηγορίαν λαῷ. Οὐ μόνον γὰρ Ἰακὼβ, ἀλλὰ καὶ Ἰσραὴλ ὠνομάζοντο,καὶ τῆς ὑπὸ τοῦ Θεοῦ τῷ προπάτορι τεθείσης ὀνομασίας κληρονομήσαντες.
ΕΡΜΗΝ. ΤΟΥ Ι∆ʹ ΨΑΛΜΟΥ. αʹ. "Ψαλμὸς τῷ ∆αβίδ." Ἐπειδὴ καὶ τοῖς τὴν Ἱερουσαλὴμ οἰκοῦσι
προεθέσπισε τὴν σωτηρίαν ὁ πρὸ τούτου ψαλμὸς, καὶ τοῖς δορυαλώτοις ἤδη γε γενημένοις προηγόρευσε τὴν ἀνάκλησιν, εἰκότως ἐν τῷδε τῷ ψαλμῷ παραίνεσιν εἰσφέρει, καὶ ὑπο τίθεται βίον καθ' ὃν προσῆκον ἦν πολιτεύεσθαι τοὺς ὑπὸ Θεῷ τεταγμένους, καὶ τοσαύτης ῥοπῆς ἀπο λαύοντας, καὶ σχηματίζει τὸν λόγον εἰς ἐρώτησιν καὶ ἀπόκρισιν· "Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; καὶ τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου;" Τίς ἄξιος, ὦ ∆έσποτα, τῷ σῷ νεῷ προσ 80.956 εδρεύειν, καὶ ἐν τῇ πόλει βιοτεύειν τῇ σῇ; ὁποῖον εἶναι τοῦτον προσήκει; ποίοις ἐπιτηδεύμασι κεχρη μένον; Σκήνωμα γὰρ τὸν τοῦ Θεοῦ προσαγορεύει ναόν· ὄρος δὲ ἅγιον, τὴν Ἱερουσαλήμ. Οὕτω πυθό μενος δέχεται τὴν ἀπόκρισιν· βʹ. "Πορευόμενος ἄμωμος, καὶ ἐργαζόμενος δι καιοσύνην." ∆εῖ, φησὶ, τὸν τοιοῦτον ἀπηλλάχθαι κα κίας, καὶ μώμου παντὸς ἐλεύθερον εἶναι, πᾶσαν δὲ ἀρετὴν ἐπιμελῶς μετιέναι. Τὴν γὰρ δικαιοσύνην ἐνταῦθα τὴν τελείαν ἀρετὴν ὀνομάζει· ἀμέλει ταύ της τὰ εἴδη διέξεισι. γʹ. "Λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὑτοῦ· ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὑτοῦ,