29
μὲν συνελθεῖν ἄτοπον ἦν, πλὴν οὐ τοσοῦτον κακόν, ὧδε δὲ καθαίρεσις ἡμῶν τῆς ἱερωσύνης, ἐὰν συλλειτουργήσωμεν. ἔστω οἰκονόμος· τί καὶ ἀναξίως συλλειτουργεῖ; ἐξέλιπεν πρεσβύτερος; εἰ δὲ οὐδὲν δοκεῖ τοῖς συλλειτουργοῦσιν αὐτῷ, ὄψονται ἐφ' οἷς πράττουσιν. φείσονται ἡμῶν τῆς ταπεινώσεως, στεργόντων καὶ μηδὲν ἕως τοῦ παρόντος λαλησάντων, ἀλλ' οἰκονομησάντων ἐν τοῖς δυσὶν ἔτεσι τούτοις, ἐξ ὅτε εἰσῆλθεν, ἵνα οὕτως εἰρηνικώτερον διεξέλθωμεν, οἱ δεσπόται ἡμῶν οἱ ἀγαθοί, μεσῖται καὶ κριταὶ τοῦ δικαίου, φιληταὶ τῶν παρρησιαζομένων ἐν ἀληθείᾳ, ὡς αὐτὸ τὸ τίμιον αὐτῶν στόμα πολλάκις διαγορεύει. ἐνέγκωσιν οἱ ἱερεῖς ἱερῶς, ἢ πείσωσιν ἢ πεισθήσονται. εἰ δὲ οὐδὲν τοιοῦτον, ἀλλὰ καὶ τὸ γρύξαι ἡμᾶς μόνον οὐκ ἀνεκτόν, θεὸς ἐφορᾷ, οὗ μείζων οὐδείς, οὗ μόνος ὁ φόβος φοβερὸς καὶ τὸ ἐκεῖθεν δικαστήριον, ᾧ πάντες παραστησόμεθα εὐθυνόμενοι κατὰ πάντα. Ἀλλὰ δεόμεθά σου τῆς ἀγαθότητος καὶ ὡς προκυλινδούμενοι τοῖς τιμίοις σου ἴχνεσιν παρακαλοῦμεν καὶ ἀντιβολοῦμεν ποιῆσαι ἔλεος μεθ' ἡμῶν καὶ κοινὸν ὄφελος αὐτοῖς τε τοῖς εὐσεβέσιν ἡμῶν βασιλεῦσιν τῷ τε ἁγιωτάτῳ πατριάρχῃ καὶ πάσῃ τῇ ἐκκλησίᾳ, οὐ τῇ καθ' ἡμᾶς μόνον ἀλλὰ καὶ τῇ ἀνὰ πάσῃ τῇ οἰκουμένῃ, ἵνα παύσῃ ὁ εἷς εἰς δόξαν θεοῦ καὶ μὴ ταραχθῇ ἡ αὐτοῦ ἐκκλησία. εἰ δὲ μή γε, ἀλλὰ τό γε δεύτερον τὸ ἐπιμεῖναι ἡμᾶς ἐν τῷ αὐτῷ καθάπερ ἐν τοῖς δέκα ἔτεσι τούτοις. οἱ γὰρ λοιποὶ κἂν μυρίοι ὦσιν, ἱεράρχαι καὶ ἱερεῖς καὶ ἡγούμενοι κοινωνοῦντες αὐτῷ, οὐ θαυμαστόν· ἐπεὶ αὐτοὶ καὶ συνῆλθον τῷ μοιχεύσαντι καὶ οὐδείς τι λελάληκεν. ταῦτα θεὸς δι' ἡμῶν, εἰ καὶ τολμηρὸν εἰπεῖν, καὶ παρακαλεῖ καὶ προσφθέγγεται καὶ ὡς κελεύεις. 23 {1Τῷ αὐτῷ}1 Οὐδὲν ὧν δεδήλωκας ἡμῖν τὸ παρόν, ἅγιε πάτερ, λυπηρόν, ὅσον τὸ μὴ θέλειν τοὺς εὐσεβεῖς ἡμῶν δεσπότας ἐλθεῖν ἡμᾶς κατὰ τὸ σύνηθες καὶ ἀξιωθῆναι τῆς τιμίας αὐτῶν προσκυνήσεως καὶ τοὺς προπεμπτικοὺς καὶ εὐκτηρίους ὡς πᾶς τῶν ἀνθρώπων κατὰ τὴν ἔξοδον αὐτῶν ἀποδοῦναι λόγους. ἀλλ' οὐ πάντως ἡ εὐμείλικτος καὶ ἀμνησίκακος καὶ χριστομίμητος αὐτῶν καρδία τοῦτο ὅλον ποιήσειεν εἰς τὴν ἡμετέραν ταπείνωσιν· ἐπεὶ καὶ τοῖς ἐχθροῖς οἶδεν διαλλάττεσθαι, οὐχὶ δὲ ἡμᾶς, τοὺς ἀληθινῇ καρδίᾳ φιλοῦντας καὶ σέβοντας αὐτούς. ἄριστα δὲ ὑπέβαλεν ἡ ἁγιωσύνη σου τὰς τῆς εὐτελείας ἡμῶν ἀποκρίσεις ἐν ταῖς ἱεραῖς αὐτῶν ἀκοαῖς. καὶ ὅτι κατένευσαν, τῆς αὐτῶν εἴη μεγαλόφρονος θεοσυνεσίας· καὶ γὰρ ἴσασι τὰ θεῖα κρίνειν εὐθυβόλως, ὡς σοφίας μεμεστωμένοι καὶ γνώσεως θεοῦ ἀνάπλεοι. κελεύει δὲ ἐρωτᾶν, τίνος χάριν ἐπεδώκαμεν ἑαυτοὺς εἰς τὴν ἱεραρχίαν, ἐγνωσμένου ὄντος τοῦ σφάλματος. καὶ πρὸς τοῦτο μετ' αἰδοῦς ἀποκρινόμεθα ὅτι, ὅσον τὸ καθ' ἡμᾶς, οὐκ ἐβουλόμεθα, τὸ μὲν διὰ τὸ ἐπικίνδυνον τοῦ ἀξιώματος, τὸ δὲ δι' αὐτὸ ἤδη τὸ λεγόμενον τοῦ οἰκονόμου. ἐπεὶ δὲ ἐλήλυθαν οἱ Θεσσαλονικεῖς, ἱκετεύοντες ὡς ἐκ πάσης τῆς πόλεως, οἵ τε δεσπόται ἡμῶν οἱ ἀγαθοὶ συνεπιτιθέμενοι τῷ ψηφίσματι, δέος ἡμῖν ἐγένετο μὴ ὑπακοῦσαι καὶ ἀντιφέρεσθαι θεῷ τε καὶ τοῖς εὐσεβέσιν ἡμῶν δεσπόταις, λογισάμενοι ὅτι δυνατός ἐστιν, ἡνίκα ὑπὸ τῶν οἰκείων ἐπισκόπων ἡ χειροτονία γίγνεται, φυγεῖν τὸν προκείμενον κίνδυνον. πρὸς γὰρ τὸ μετὰ ταῦτα, τὸ μὲν ὅτι πόρρω τῶν ἐνταῦθα ἀποικίζεται, τὸ δὲ ὅτι ἐγχωρεῖ καὶ ἐπιδημοῦντα φυλάττεσθαι κατὰ πολλοὺς τρόπους, εἶτα ὅτι καὶ θάνατοι συμβαίνουσιν καὶ ἐκ μέσου γίνεται τὸ σκάνδαλον, ὥσπερ καὶ ἐφ' ἡμῶν αὐτῶν τῶν ταπεινῶν ὧδε καθημένων συνέβη διαφυλαχθῆναι ἕως τοῦ παρόντος οἰκονομίᾳ χρωμένων· δεῖ γὰρ ἐφ' ὅσον οἷόν τε ὑποχωρεῖν τοὺς πειρασμούς, ἄλλως τε καὶ μὴ ἐπισκοπῆς ἐχόντων ἀξίωμα. ∆ιὰ ταῦτα ὡς ἐπὶ μάρτυρι θεῷ ἐπεδώκαμεν ἑαυτούς, δοκοῦντες, ἵνα καὶ τοῦτο εἴπωμεν, μηδὲ ἠγνοημένον εἶναι πάντως τοῖς εὐσεβέσιν ἡμῶν δεσπόταις, εἰδόσι τὰ πόρρω καὶ μακρὰν δι' ἄκραν ἀγχίνοιαν, ἀλλὰ μὴν οὐδὲ αὐτῷ τῷ ἁγιωτάτῳ πατριάρχῃ, ἐπεὶ κἀκείνῳ τηνικαῦτα γεγράφαμεν τὴν ὑπόθεσιν· ὡς ἡμεῖς γε τούτου χάριν, ὑπὲρ τοῦ μὴ κοινωνῆσαι τῷ στεφανώσαντι τὸν μοιχὸν καὶ τῷ προηγησαμένῳ