1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

29

οὐ πειθομένοις σιωπᾷ. 379 Jo 19, 10 Ὤιετο διὰ τῆς ἀρχοντικῆς ἀπειλῆς ἀναγκάζειν αὐτὸν τὰ ἀπόρρητα. 380 Jo 19, 11 ∆ι' ὧν λέγει ἄνωθεν αὐτῷ δεδόσθαι τὴν ἐξουσίαν, τὸ περὶ προνοίας δόγμα συνίστησι καὶ δείκνυσιν, ὅτι οὐ μόνοι Ἰουδαῖοι, ἀλλὰ καὶ ὁ Πιλᾶτος ὑπακούων αὐτοῖς ἔνοχος ἦν τῆς κατ' αὐτοῦ ἀναιρέσεως. 381 Jo 19, 12 Ἔγκλημα ἐπιφέρουσι τῷ Πιλάτῳ ὡς ἀναίτιον θέλοντι ἀπολῦσαι καὶ τὰ μὴ λυσιτελοῦντα Καίσαρι διανοουμένῳ ποιεῖν. 382 Jo 19, 14 Οὐ μόνον τὸ πάθος ὁ εὐαγγελιστὴς ἀπεγράψατο, ἀλλὰ καὶ τὴν ἡμέραν καὶ τὴν ὥραν, ἐν ᾗ τὸ κρίμα τοῦ θανάτου ὑπέστησεν αὐτῇ τῇ ἑορτῇ τῶν Ἰου δαίων ἀποκτεινάντων αὐτόν. 383 Jo 19, 15 Τοῦτο ἄρνησις φανερὰ τοῦ θέλειν ὑπὸ θεοῦ βασιλεύεσθαι, ὑπὸ δὲ τὸν ἀλλόφυλον εἶναι. 384 Jo 19, 15 Ὀνειδίζων αὐτοῖς συνεχῶς ἐκάλει αὐτὸν βασιλέα αὐτῶν. 385 Jo 19, 16 ∆έδωκεν αὐτὸν ὁρῶν αὐτοὺς οὕτως ἐγκληματικῶς λαλοῦντας. 386 Jo 19, 17- 18 Ἐπαύξοντες τὴν κατ' αὐτοῦ ὕβριν καὶ δι' ἑαυτοῦ παρεσκεύασαν βαστάσαι τὸν σταυρὸν καὶ εἰς μέJoν τῶν δύο λῃστῶν ἀνέπηξαν. 387 Jo 19, 19 Ἔδει κατὰ τὸ ἔθος τὴν αἰτίαν ἀπογραφῆναι, δι' ἣν ἀνῄρητο, καὶ μὴ εὑρὼν τί γράφῃ ὁ Πιλᾶτος βασιλέα αὐτὸν τῶν Ἰουδαίων εἶπεν. 388 Jo 19, 19-22 ∆ιαφόροις γλώσσαις ἐγράφη, ἵνα μηδένα τῶν παρατυχόντων καὶ ἀναγι νωσκόντων λάθῃ, ὅτι ἄδικον ὑπέστη κρίσιν. τῶν δὲ ἀρχιερέων θελησάντων τοῦτο κωλῦσαι καὶ ἀνατρέψαι φιλονεικότερόν πως πρὸς αὐτοὺς ὁ Πιλᾶτος εἶπεν, ὃ εἶπεν. 391 Jo 19, 23-24 Τῶν ἐπιχωρίων ἐκ δύο φαρίων κατασκευαζόντων τὸν χιτῶνα καὶ ἄνω περὶ τοὺς ὤμους ῥαπτόντων καὶ ἐν τοῖς φαρίοις χειριδίοις συζευγνύντων ὁ τοῦ σω τῆρος χιτὼν ἄνωθεν ἦν ὑφαντὸς δι' ὅλου συνημμένος, ὃν μὴ σχίσαντες, ἀλλὰ κλήρῳ τὴν τούτου κτῆσιν ἐπιτρέψαντες τὴν ἀψευδίαν τῆς γραφῆς ἐσή μαναν. 392 Jo 19, 25 Οὐ διὰ τὸ συγγενές, ἀλλὰ καὶ δι' οἰκείαν εὐλάβειαν πιστῶς παρέμενον τῷ κυρίῳ αὗται. 394 Jo 19, 26-27 Οὐ μόνον ὅτε ἔζη ἐθεράπευε τὴν μητέρα, ἀλλὰ καὶ προενοεῖτο παρατι θέμενος αὐτὴν τῷ μάλιστα παρ' αὐτοῦ ἀγαπωμένῳ μαθητῇ. διὸ ὁ μαθητὴς ὡς ἀναγκαίαν παρακαταθήκην λαβὼν εὐθὺς ἀπήγαγεν αὐτὴν εἰς τὰ ἴδια. 395 col1 Jo 19, 28-29 Πάντων τῶν εἰς αὐτὸν γεγραμ μένων ἔργῳ λοιπὸν ἐπιτελουμένων ἓν μόνον ὑπελείπετο εἰς ἔλεγχον τῆς ἐκείνων ὑπερβαλλούσης κακίας τὸ προσαγαγεῖν αὐτῷ σπόγγον ὄξους μεστὸν μεθ' ὑσσώπου. Ἓν μόνον ἔλιπε τὸ ποτισθῆναι αὐτὸν ὄξος. διὸ εἶπε διψῶ, ἵνα καὶ τοῦτο ποιήσαντες φανῶσιν ἐξ ὑπερ βαλλούσης κακίας πάντα πεποιηκέναι. 397 Jo 19 , 30 ∆είκνυται καὶ ἐκ τούτων, ὅτι οὐ ψιλὸς ἦν ἄνθρωπος ὁ πάσχων, ἀλλὰ θεὸς σαρκωθείς. καὶ ἰδίᾳ ἐξουσίᾳ παραδιδοὺς τὸ πνεῦμα, ὅς γε οὐκ ἄλλως ἀπέ θανεν, εἰ μὴ ἐπλήρωσε καὶ τὴν περὶ τοῦ ὄξους προφητείαν. μόνου δὲ θεοῦ ἴδιον τὸ πάντα, ὅσα θέλει, ποιεῖν. διὸ ἡ τελευτὴ δηλοῖ τῆς ψυχῆς τὸν ἀπὸ τοῦ σώματος χωρισμόν. 398 Jo 19, 31 Καὶ αὕτη ἡ αἴτησις ὠμοτάτη· διὰ γὰρ τὸ εἶναι τὴν ἡμέραν ἐκείνην μεγάλην, ἔσπευδον, ἵνα πρὸ τοῦ σαββάτου ἀποθάνωσιν. 399 Jo 19, 33-37 Ἐπειδὴ εὗρον τὸν ἸηJoῦν ἀποψύξαντα εἷς ἐκέντησεν αὐτοῦ τὴν πλευ ρὰν καὶ ἐξῆλθεν αἷμα, δι' οὗ τῶν πάντων γέγονεν ἡ ἀπολύτρωσις, καὶ ὕδωρ, δι' οὗ γέγονεν ὁ ἁγιασμός. θαρρῶν δὲ τῷ ἑαυτοῦ συνειδότι ὁ εὐαγγελιστὴς ἀψευδίαν μαρτυρεῖ τοῖς ἑαυτοῦ λόγοις. δεικνὺς δέ , ὅτι αὐτοῖς πράγμασιν <σύμ φωνοι> οἱ τῶν προφητῶν ἐγίνοντο λόγοι, μέμνηται καὶ τούτων. 400 col1 Jo 19, 38-40 Θαυμάσειεν ἄν τις τὸ περὶ Ἰωσὴφ καὶ Νικόδημον, ὅτι ζῶντος μὲν ἔτι τοῦ Χριστοῦ κατὰ σάρκα οὐκ ἐτόλμων παρρησιάζεσθαι, μετὰ δὲ τὸν σταυρὸν τοσαύτῃ ἐχρήσαντο παρρησίᾳ ὡς ὑπ' ὄψεσι τῶν παρανόμων τὸ σῶμα αἰτῆ σαι καὶ τῇ ἐξ ἔθους κηδείᾳ τιμῆσαι· θεασάμενοι γὰρ οἶμαι τὰ μετὰ τὸ πά θος σημεῖα βεβαιοτέραν ὡς εἰκὸς εἶχον τὴν περὶ αὐτοῦ πληροφορίαν. Τοῦτό ἐστι τὸ θαυμαστόν, ὅτι οἱ πάλαι ὑποστελλόμενοι φανερῶς πλη σιάσαι τῷ ἸηJoῦ ζῶντι, νῦν ἐπ' ὄψεσι τῶν Ἰουδαίων αἰτοῦσι τὸ σῶμα καὶ τῷ ἐξ ἔθους παραδιδόασιν ἐνταφιασμῷ βεβαιότεροι γεγονότες πρὸς πίστιν ἐκ τῶν σημείων τῶν γεγονότων ἐν τῷ πάθει, τοῦ σκότους καὶ