1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

29

ἐπέμφθη ὑπὸ Οὐαλεντινιανοῦ τοῦ βασιλέως ἐκεῖσε διάγοντος κωλῦσαι τὴν στάσιν, ἀβάπτιστος μὲν ἔτι ὤν, πάνυ δὲ τοῦ δικαίου φροντίζων καὶ τοὺς μείζονας ἄρχοντας γενναίως διελέγχων ἀδικοῦντας. ὁ οὖν δῆμος παυσάμενος τῆς ἔριδος, ὁμοφώνως τὸν Ἀμβρόσιον ἐπίσκοπον ἐψηφίσαντο· ὅπερ ἀκούσας Οὐαλεντινιανὸς ἐκέλευσε μυηθέντα χειροτονηθῆναι τὸν Ἀμβρόσιον ἐπίσκοπον, εὐχαριστῶν ἐπ' ὄψεσι πάντων τῷ θεῷ καὶ λέγων· "χάρις σοι, δέσποτα παντοκράτορ, σῶτερ ἡμέτερε, ὅτι ψυχὰς ἐνεχείρισας τῷδε τῷ ἀνδρὶ σωμάτων ἄρχοντι παρ' ἐμοῦ γενομένῳ, καὶ τὰς ἐμὰς ψήφους δικαίας ἀπέφηνας." Λούκιος δὲ ἐν Ἀλεξανδρείᾳ πολλὰ κακὰ σὺν τοῖς Ἀρειανοῖς διεπράξατο. ᾠδὰς γὰρ δαιμόνων εἰς τὴν Θεωνᾶ ἐκκλησίαν ᾖδον καὶ ὀρχηστὰς 61 εἰσῆγον, τῶν παρθένων τε τὰς ἐσθῆτας ἀποσκεπάζοντες, σὺν θυμῷ ῥινοκτυποῦντες γυμνὰς διὰ τῆς πόλεως περιῆγον, ἀσελγῶς αὐταῖς χρώμενοι· τὰς δὲ καὶ ἀνεῖλον μηδὲ πρὸς ταφὴν δόντες τοῖς γονεῦσι τὰ σώματα αὐτῶν λίαν ὀδυρομένοις. εἰς δὲ τὸ θυσιαστήριον ἔνδον μειράκιον ἀσελγὲς αἰσχρουργῆσαι ἀνήγαγον. τῆς δὲ δύσεως πάσης τριάδα ὁμοούσιον πρεσβευούσης, ᾐτήσαντο Οὐαλεντινιανὸν καὶ ἐποίησαν σύνοδον ἐν τῷ Ἰλλυρικῷ καὶ τὴν ἐν Νικαίᾳ πίστιν ἐκύρωσαν. ἴδικτον δὲ Οὐαλεντινιανὸς ἔγραψε τοῖς ἐν Ἀσίᾳ καὶ Φρυγίᾳ καὶ πάσῃ τῇ ἀνατολῇ ἐπισκόποις ἐμμένειν τοῖς ὡρισμένοις παρὰ τῆς συνόδου παρεγγυώμενος, κοινωνὸν καὶ Οὐάλεντα τὸν ἀδελφὸν καὶ Γρατιανὸν τὸν υἱὸν ἐν τῷ ἰδίκτῳ προσλαβόμενος. τότε καὶ Γρηγόριος ὁ Θεολόγος τῆς κατὰ Κωνσταντινούπολιν ἐκκλησίας προέστη ταῖς Βασιλείου καὶ Μελετίου καὶ τῶν λοιπῶν τῆς εὐσεβείας ὑπερμάχων εἰσηγήσεσιν. καὶ εἰ μὴ φθάσας τὴν πόλιν ἀνεκαλέσατο, πᾶσα ἂν τῆς Ἀρείου καὶ Εὐνομίου λώβης ἐπεπλήρωτο· πάσας γὰρ τὰς ἐκκλησίας αὐτοὶ κατεῖχον πλὴν τοῦ εὐκτηρίου Ἀναστασίας τῆς μάρτυρος· ἐπισκόπει δὲ τῶν Ἀρειανῶν ∆ημόφιλος. Γρηγόριος τότε ὁ Νύσης καὶ Πέτρος, ἀδελφοὶ Βασιλείου, διέλαμπον Ὄπτιμός τε ἐν Πισιδίᾳ καὶ Ἀμφιλόχιος ἐν Ἰκονίῳ. Βάρσην δέ, τὸν ἐπίσκοπονἘδέσης, καὶ Πελάγιον Λαοδικείας ὡς προμάχους τῆς ὀρθοδοξίας ὁ Οὐάλης ἐξώρισεν. Οὐαλεντινιανὸς ὠνείδισεν Οὐάλεντα τὸν ἀδελφὸν ὡς κακόδοξον, μὴ πέμψας αὐτῷ βοήθειαν κατὰ τῶν Γότθων αἰτοῦντι, ἀλλ' εἰπών· "οὐ θέμις ἐπαμύνειν ἀνδρὶ θεομάχῳ." ιαʹ. βʹ. κγʹ. εʹ. θʹ. βʹ. γʹ. Τούτῳ τῷ ἔτει Οὐαλεντινιανὸς ὁ μέγας ἐτελεύτησεν ἐτῶν πδʹ, βασιλεύσας ἔτη ιαʹ, τρόπῳ τοιῷδε· Σαυρομάται, ἔθνος [μικρόν τε καὶ] οἰκτρόν, ἐπαναστάντες αὐτῷ καὶ ἡττηθέντες πρέσβεις ἔπεμψαν αἰτοῦντες τὴν εἰρήνην. Οὐαλεντινιανοῦ δὲ τοὺς πρέσβεις ἐρωτῶντος, εἰ πάντες οἱ Σαυρομάται τοιοῦτοί εἰσι τοῖς σώμασιν οἰκτροί, καὶ αὐτῶν εἰπόντων, ὅτι "τοὺς κρείττονας πάντων ὧδε ἔχεις καὶ ὁρᾷς," ἀνακράξας βιαίως ἔφη· "δεινὰ Ῥωμαίων ἡ βασιλεία ὑπομένει εἰς Οὐαλεντινιανὸν λήξασα, εἰ Σαυρομάται τοιοῦτοι ὄντες Ῥωμαίων κατεξανίστανται." ἐκ δὲ τῆς διατάσεως καὶ τοῦ κρότου 62 τῶν χειρῶν φλεβὸς ῥαγείσης καὶ πλείστου ἀναδοθέντος αἵματος, ἔν τινι φρουρίῳ Γαλλίας θνήσκει μηνὶ ∆ίῳ ιζʹ ἰνδικτιῶνος γʹ. Γρατιανοῦ δέ, τοῦ υἱοῦ αὐτοῦ, μὴ εὑρεθέντος ἐκεῖσε, καὶ Οὐάλεντος ἐν Ἀντιοχείᾳ διάγοντος, τὸ εὑρεθὲν στρατόπεδον ἐν τῷ τόπῳ, ἐν ᾧ ἐτελεύτησεν Οὐαλεντινιανὸς ὁ μέγας, Οὐαλεντινιανόν, τὸν υἱὸν αὐτοῦ, ὡς ἐτῶν δ' ἀνηγόρευσαν Αὔγουστον, συμπαρούσης καὶ Ἰουστίνης, τῆς μητρὸς αὐτοῦ, ἐν τῇ Πανονίᾳ. τοῦτο μαθὼν Γρατιανὸς τὸν μὲν ἀδελφὸν αὐτοῦ εἶχε συμβασιλεύοντα μεθ' ἑαυτοῦ, τοὺς δὲ ἀναγορεύσαντας διαφόροις τρόποις ἐτιμωρήσατο διὰ τὸ παρὰ γνώμην αὐτοῦ τοῦτο γενέσθαι. Οὐάλης δὲ κατὰ Γότθων Τραϊανὸν στρατηγὸν πέμπει, ὃς ἡττηθεὶς ἀτίμως ἀνέκαμψεν. ὀνειδιζόμενος δὲ μαλακίαν ὑπὸ Οὐάλεντος ἀπεκρίνατο· "οὐκ ἐγὼ ἥττημαι, βασιλεῦ, ἀλλὰ σύ, ὁ κατὰ θεοῦ στρατευόμενος καὶ τὴν αὐτοῦ ῥοπὴν προξενῶν τοῖς βαρβάροις." πολλοὺς δὲ ἀνεῖλεν Οὐάλης διὰ τοὺς ἐκ τῶν μαντειῶν ὑπονοηθέντας βασιλεύειν ἀπὸ τοῦ Θ στοιχείου, ἐν οἷς καὶ Θεόδωρόν