1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

30

ἐπημαίνοντο. ἀφθονίᾳ γὰρ πλείστῃ ὅσῃ τῶν ἀναγκαίων ἐχρῶντο, ἐπείπερ αὐτοῖς ἤδη ἅπαντά τε τὰ ἐπιτήδεια καὶ τῶν κτημάτων τὰ τιμαλφέστατα ἐν τῷδε τῷ φρουρίῳ, ὡς ἁλῶναί γε αὐτὸ οὐκ ἐνόν, ἐσενήνεκτο. 6 ἀσχάλλοντες δὲ ὅμως ἐπὶ τῇ τῶν Ῥωμαίων προσκαθεδρίᾳ καὶ αἰσχρὸν ἡγούμενοι, εἰ μέλλοιεν οὕτω δὴ ἐπὶ πολὺ ἐν περιβόλῳ μετρίῳ ξυνειλῆφθαι καὶ ἐγκατείργεσθαι, ἐκδρομὰς 58 μὲν κατὰ τῶν ἀντιπάλων θαμὰ ἐποιοῦντο, εἴ πως ἂν αὐτοὺς ἐνθένδε ἀπώσασθαι δυνηθεῖεν, οὐδὲν δὲ ὅ τι καὶ μνήμης ἄξιον ἔπρασσον. 14. Ἐν τούτοις δὲ τοῦ χειμῶνος τριβέντος ἅμα ἦρι ἀρχομένῳ ἐς λόγους ἐλθεῖν τῷ Ναρσῇ ὁ Ῥάγναρις τῶν παρόντων πέρι χρῆναι ᾠήθη. καὶ οὖν ἐπιτετραμμένον αὐτῷ παρῆν ἅμα ὀλίγοις ἐν μεταιχμίῳ ξυνηλθέτην τε ἄμφω ἐς ταὐτὸ καὶ πολλὰ ἄττα διελεγέσθην. 2 ἰδὼν δὲ ὁ Ναρσῆς τὸν Ῥάγναριν ἐς ἀλαζονείαν ἠρμένον καὶ πλείστῃ χρώμενον μεγαληγορίᾳ, ὡς μειζόνων τε ἢ κατ' αὐτὸν ἐφίεσθαι κἀκ τοῦ ὑπερτέ ρου ἐπικομπάζειν, διέλυσεν αὐτίκα τὴν ξυνουσίαν καὶ ἀπηγόρευε τῇ ξυμβάσει καὶ ἀπέπεμπέ γε αὐτὸν αὖθις ἐς τοὐπίσω ἄπρακτον ἐπὶ τοῖς προτέροις μενοῦντα. 3 ὁ δὲ ἐπειδὴ ἐν τῷ λόφῳ ἐγεγόνει καὶ ἤδη οὐ πόρρω τοῦ τείχους ἀφῖκτο, χαλεπαίνων ὅτι δὴ αὐτῷ οὐδὲν ὁτιοῦν τῶν ἐλπισθέντων ἀπέβη, ἐντείνει ἠρέμα λαθραίως τὸ τόξον, καὶ εἶτα ἀθρόον μεταστραφεὶς ἀφίησι βέλος ἰθὺ τοῦ Ναρσοῦ, διήμαρτε δὲ τοῦ σκοποῦ. ἑτέρωθι γάρ που ἀπέπτη ὁ ἄτρακτος καὶ κατέπεσεν οὐδένα σινάμενος. 4 μετῆλθε δὲ ὅμως ἡ δίκη εὐθὺς τὴν τοῦ βαρβάρου παρανομίαν. οἱ γὰρ ἀμφὶ τὸν Ναρσῆν δορυφόροι ἐν ὀργῇ τὸ ἐκείνου ποιησάμενοι θράσος ἐπιτοξάζονται εἰς αὐτόν, καὶ πλήττεται καιρίαν ὁ δείλαιος. πῶς γὰρ οὐκ ἤμελλεν, ἄδικόν τι καὶ ἀγεννὲς ἐγχείρημα δράσας; καὶ μόλις μὲν αὐτὸν οἱ ὀπαδοὶ φοράδην εἴσω τοῦ περιβόλου διακομίζουσιν. 5 ἡμέρας δὲ δύο ἀρκέσας ἀκλεῶς ἀπεβίω, καὶ τὰ τῆς ἀπιστίας αὐτῷ καὶ παροινίας ἐς τόδε κακοῦ ἐτελεύτα. 6 ἐκείνου δὲ διαφθαρέντος αὐτίκα οἱ Γότθοι, οὐ γὰρ ἀντέχειν ἔτι τῇ πολιορκίᾳ οἷοί τε εἶναι ἡγοῦντο, ἐδέοντο τοῦ Ναρσοῦ τὰ πιστὰ σφίσι παρασχέσθαι, ὡς τοῦ ζῆν αὐτοὺς οὐκ ἀφαιρήσει. ὃ δὴ καὶ τάχιστα ὀμωμοσμένον, σφᾶς τε αὐτοὺς ἐκεῖνοι καὶ τὸ φρούριον παρέδοσαν. 7 Ναρσῆς δὲ ἀπέκτεινε μὲν οὐδένα τῷ ταῦτά τε ὀμωμοκέναι καὶ ἄλλως οὐχ ὅσιον εἶναι τοὺς ἡσσημένους ὠμότατα διαχειρίζεσθαι, ὡς ἂν δὲ μὴ αὖθις νεωτερίσαιεν, ἅπαντας ὡς βασιλέα ἐς τὸ Βυζάντιον ἔστειλεν. 8 Ἐν ᾧ δὲ ταῦτα ἐπράττετο, Θευδίβαλδος τὸ μειράκιον, ὃς 59 δὴ τῶν προσοικούντων τὴν Ἰταλίαν Φράγγων ἐκράτει, ᾗπέρ μοι εἴρηται πρότερον, οὗτος δὲ οἰκτρότατα ἤδη ἐτεθνήκει τῇ νόσῳ περιτακεὶς τῇ συντρόφῳ. ἐπεὶ δὲ Χιλδίβερτόν τε καὶ Χλωθάριον, ὡς δὴ καὶ τῷ γένει ἐγγυτάτους, ἐπὶ τὸν κλῆρον τοῦ παιδὸς ὁ νόμος ἐκάλει, αὐτίκα ἔρις αὐτοῖς ἐνέπεσε δεινὴ καὶ οἵα μικροῦ δεῖν τῷ παντὶ λυμήνασθαι γένει. 9 Χιλδίβερτος μὲν γὰρ γηραιὸς ἤδη ὑπῆρχε καὶ πόρρω που ἥκων τῆς ἡλικίας καὶ πρός γε ἀσθενείᾳ εἴχετο πολλῇ, ὡς συνεσκληκέναι οἱ ἅπαν καὶ διατετῆχθαι τὸ σῶμα· παῖδές τε αὐτῷ ἄρρενες οὐκ ἦσαν οἱ τὴν ἀρχὴν διαδεξόμενοι, ἀλλ' ἐν θυγατράσιν ἐκληρονομεῖτο. 10 Χλωθάριος δὲ ῥωμαλέος ἦν ἔτι καὶ οὔπω λίαν ἐγεγηράκει, πλὴν ὅσον ἐς πρώτην ῥυτίδα, υἱούς τε εἶχε τέτταρας, βούπαιδας ἤδη καὶ θαρραλέους καὶ πρὸς τὸ ἐνεργὸν ὡρμημένους. τοιγάρτοι οὐ μεθεκτέα ἔφασκε τῷ ἀδελφῷ τῶν Θευδιβάλδου χρημάτων, ὡς οὐκ ἐς μακρὰν καὶ αὐτῆς δήπου τῆς Χιλδι βέρτου βασιλείας ἐς αὐτόν τε καὶ τοὺς οἰκείους παῖδας μεταπεσουμένης. 11 καὶ τοίνυν οὐ διήμαρτε τῆς ἐλπίδος. ὁ γὰρ πρεσβύτης ἑκὼν ἐνεδίδου τοῦ κλήρου, δεδιώς, οἶμαι, τὴν δύναμιν τοῦ ἀνδρὸς καὶ ἀπαλλαξείων τῆς ἐς αὐτὸν δυσμενείας. ὀλίγῳ τε ὕστερον αὐτὸς μὲν ἀπεβίω, ἅπαν δὲ τὸ τῶν Φράγγων κράτος ἐς μόνον Χλωθάριον κατερρύη. ἐν τοῖσδε μὲν τὰ Ἰταλιωτῶν καὶ Φράγγων πράγματα ἐχώρει. 15. Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον, θέρους ὥρᾳ, ἔσεισε μέγα ἔν τε Βυζαν τίῳ καὶ πολλαχοῦ τῆς Ῥωμαίων ἀρχῆς, ὡς καὶ πόλεις