1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

30

φθασάντων τὰ ἐσόμενα προσδοκητέον. 9 οὕτω γὰρ ὑμῶν διατελούντων, εἰ μὲν ὡς τάχιστα παρεῖεν, καὶ δὴ παρεσκευασμένοις ὑμῖν προσβαλοῦσι καὶ οἵοις μελλήσεως μὴ προσδεῖσθαι. εἰ δὲ καὶ παντάπασιν 57 ἐνδοῖεν, (εἰρήσθω γὰρ ἄμφω) ἀλλὰ τό γε ὑμέτερον ἐν ἀσφαλεῖ κείσεται καὶ τὰ κράτιστα δόξοιτε ἂν βεβουλεῦσθαι.» 10 Τοιαῦτα τοῦ Ναρσοῦ παραινέσαντος αἰδὼς ἅπαντα κατεῖχε τὸν στρατὸν μεταμέλον αὐτοῖς τῆς παροινίας. καὶ οἱ μὲν τὸ ἐκμελές τε καὶ ἀκολασταῖνον τῆς γνώμης ἀποβαλόντες ἐς τὰ πάτρια ἤθη μετεκοσμοῦντο.

13. Ἀποδασμὸς δὲ τῶν Γότθων ἐς ἑπτακισχιλίους ἄνδρας μαχίμους ἀποκεκριμένοι, οἳ δὴ ἐτύγχανον πολλαχοῦ τοῖς Φράγγοις προσβεβοηθη κότες, λογιζόμενοι ὡς οὐκ ἀνήσουσιν οἱ Ῥωμαῖοι, ἀλλ' ἤδη καὶ τοῖς οὐκ ἐς μακρὰν ἐπιπεσοῦνται, αὐτίκα οἵ γε ἐς Κάμψας τὸ φρούριον ἀνεχώρουν. 2 βέβαιον γὰρ ἐπιεικῶς ἦν καὶ ἐρυμνότατον τὸ χωρίον τῷ ἐν ὄρει κεῖσθαι ἀνάντει καὶ πρὸς αὐτῇ δή που τῇ ἀκρωνυχίᾳ πέτρας τε ἀποτόμους πάντοθεν ἀνέχειν καὶ παρατετάσθαι, ὡς μὴ πολεμίοις εὐέφοδον εἶναι. ἐνταῦθα δὴ οὖν οἵδε οἱ Γότθοι ξυνειλεγμένοι ᾤοντο ἐν τῷ ἀσφαλεῖ ἔσεσθαι καὶ προσχωρεῖν τοῖς Ῥωμαίοις οὔτι μάλα ἠβούλοντο, μᾶλλον μὲν οὖν καὶ παντὶ σθένει ἀντιτετάξεσθαι, ἤν τις ἐπ' αὐτοὺς ἴοι. 3 ἐξώτρυνε γὰρ αὐτοὺς ἐς τοῦτο καὶ ἀνεκίνει ἀνὴρ βάρβα ρος, ὃς δὴ σφῶν καὶ ἡγεῖτο, Ῥάγναρις ὄνομα, καίτοι οὐχ ὁμογενὴς αὐτοῖς ὑπῆρχεν οὐδὲ ὁμόφυλος. ἦν γὰρ ἐκεῖνος ἐκ τῶν Βιτγόρων καλουμένων (Οὐννικὸν δὲ τὸ ἔθνος οἱ Βίτγορες), ἀλλὰ τῷ δεινὸς ἐς τὰ μάλιστα εἶναι καὶ πανουργότατος καὶ οἷος ὅτῳ δὴ τρόπῳ δύναμιν ἑαυτῷ περιβάλ λεσθαι, ἐκράτει τε τοῦ ὁμίλου καὶ ἀναμαχεῖσθαι διενοεῖτο, ὡς ἂν ἐνθέν δε καὶ μᾶλλον ἀρίδηλος γένοιτο. 4 εὐθὺς δὴ οὖν ὁ Ναρσῆς ἅπαντι τῷ στρατῷ ἐπ' αὐτοὺς ἐχώρει, καὶ εἶτα ἐπειδὴ αὐτῷ οὐχ οἷόν τε ἦν ἐξ ἐπιδρομῆς τῷ φρουρίῳ πελάζειν καὶ ἐν δυσχωρίᾳ διακινδυνεύειν, ὁ δὲ ἐς πολιορκίαν καθίστατο καὶ πάντοθεν ἐφρούρει, ὡς μηδὲν ὁτιοῦν τοῖς ἔνδον ἐσκομίζοιτο μηδέ γε ἐκεῖνοι ἀδεῶς ᾗ βούλοιντο ἴοιεν. 5 ἀλλὰ γὰρ ἐν τοῖσδε οὐ μάλα οἱ βάρβαροι ἐπημαίνοντο. ἀφθονίᾳ γὰρ πλείστῃ ὅσῃ τῶν ἀναγκαίων ἐχρῶντο, ἐπείπερ αὐτοῖς ἤδη ἅπαντά τε τὰ ἐπιτήδεια καὶ τῶν κτημάτων τὰ τιμαλφέστατα ἐν τῷδε τῷ φρουρίῳ, ὡς ἁλῶναί γε αὐτὸ οὐκ ἐνόν, ἐσενήνεκτο. 6 ἀσχάλλοντες δὲ ὅμως ἐπὶ τῇ τῶν Ῥωμαίων προσκαθεδρίᾳ καὶ αἰσχρὸν ἡγούμενοι, εἰ μέλλοιεν οὕτω δὴ ἐπὶ πολὺ ἐν περιβόλῳ μετρίῳ ξυνειλῆφθαι καὶ ἐγκατείργεσθαι, ἐκδρομὰς 58 μὲν κατὰ τῶν ἀντιπάλων θαμὰ ἐποιοῦντο, εἴ πως ἂν αὐτοὺς ἐνθένδε ἀπώσασθαι δυνηθεῖεν, οὐδὲν δὲ ὅ τι καὶ μνήμης ἄξιον ἔπρασσον.

14. Ἐν τούτοις δὲ τοῦ χειμῶνος τριβέντος ἅμα ἦρι ἀρχομένῳ ἐς λόγους ἐλθεῖν τῷ Ναρσῇ ὁ Ῥάγναρις τῶν παρόντων πέρι χρῆναι ᾠήθη. καὶ οὖν ἐπιτετραμμένον αὐτῷ παρῆν ἅμα ὀλίγοις ἐν μεταιχμίῳ ξυνηλθέτην τε ἄμφω ἐς ταὐτὸ καὶ πολλὰ ἄττα διελεγέσθην. 2 ἰδὼν δὲ ὁ Ναρσῆς τὸν Ῥάγναριν ἐς ἀλαζονείαν ἠρμένον καὶ πλείστῃ χρώμενον μεγαληγορίᾳ, ὡς μειζόνων τε ἢ κατ' αὐτὸν ἐφίεσθαι κἀκ τοῦ ὑπερτέ ρου ἐπικομπάζειν, διέλυσεν αὐτίκα τὴν ξυνουσίαν καὶ ἀπηγόρευε τῇ ξυμβάσει καὶ ἀπέπεμπέ γε αὐτὸν αὖθις ἐς τοὐπίσω ἄπρακτον ἐπὶ τοῖς προτέροις μενοῦντα. 3 ὁ δὲ ἐπειδὴ ἐν τῷ λόφῳ ἐγεγόνει καὶ ἤδη οὐ πόρρω τοῦ τείχους ἀφῖκτο, χαλεπαίνων ὅτι δὴ αὐτῷ οὐδὲν ὁτιοῦν τῶν ἐλπισθέντων ἀπέβη, ἐντείνει ἠρέμα λαθραίως τὸ τόξον, καὶ εἶτα ἀθρόον μεταστραφεὶς ἀφίησι βέλος ἰθὺ τοῦ Ναρσοῦ, διήμαρτε δὲ τοῦ σκοποῦ. ἑτέρωθι γάρ που ἀπέπτη ὁ ἄτρακτος καὶ κατέπεσεν οὐδένα σινάμενος. 4 μετῆλθε δὲ ὅμως ἡ δίκη εὐθὺς τὴν τοῦ βαρβάρου παρανομίαν. οἱ γὰρ ἀμφὶ τὸν Ναρσῆν δορυφόροι ἐν ὀργῇ τὸ ἐκείνου ποιησάμενοι θράσος ἐπιτοξάζονται εἰς αὐτόν, καὶ πλήττεται καιρίαν ὁ δείλαιος. πῶς γὰρ οὐκ ἤμελλεν, ἄδικόν τι καὶ ἀγεννὲς ἐγχείρημα δράσας; καὶ μόλις μὲν αὐτὸν οἱ ὀπαδοὶ φοράδην εἴσω τοῦ