ἀπαγγέλλει οὗτος κατὰ τῆς Ἰδουμαίας καὶ τοῦ τέλους αὐτῆς, καὶ κατὰ τῶν ἐθνῶν τῶν ἐμ παροινησάντων τῷ Ἰσραήλ. Ἀναλωθήσεσθαι γὰρ τὸν οἶκον Ἠσαῦ ὑπὸ τοῦ Ἰακὼβ προσημαίνει. Ἰωνᾶς, ʹ. Λόγος Κυρίου ἐγένετο πρὸς αὐτὸν ἀπελθεῖν εἰς Νινευῒ, καὶ κηρύξαι ἐν αὐτῇ, ὅτι «Ἔτι τρεῖς ἡμέραι 28.361 καὶ καταστραφήσεται Νινευῒ.» Ἀλλ' Ἰωνᾶς, φεύγων τὸ κήρυγμα, ἀνέβη εἰς πλοῖον, χειμῶνός τε γενομένου, ἐξεβλήθη, καὶ κατεπόθη ὑπὸ κήτους θα λασσίου. Εἶτα μετὰ τρεῖς ἡμέρας ἐξέβαλε τὸ κῆτος τὸν Ἰωνᾶν ζῶντα. Καὶ πάλιν ἐκ δευτέρου λόγος Κυρίου ἐγένετο πρὸς αὐτὸν, καὶ ἀπελθὼν ἐκήρυξεν εἰς τὴν Νινευΐ. Ἐκεῖνοί τε, ἀκούσαντες, μετενόησαν, καὶ παρήγαγε Κύριος τὴν ὀργὴν ἀπ' αὐτῶν. Τῆς μέντοι παρουσίας τοῦ Σωτῆρος σημεῖον αὐτὸς ἐξ ἔργων ἐγέ νετο, καταποθεὶς ὑπὸ τοῦ κήτους, καὶ μετὰ τρεῖς ἡμέρας σῶος πάλιν ἐκδοθείς. Ναοὺμ ὁ τοῦ Ἐλκεσαίου, ζʹ. Λῆμμα περὶ τῆς ἀπωλείας Νινευῒ, βιβλίον ὁράσεως προφητεύει ὁ τοιοῦτος· καὶ κηρύττει μὲν καὶ περὶ ἑορτῆς· προσημαίνει δὲ ἐν αὐτῇ περὶ τοῦ Σωτῆρος. Καὶ τὰ λοιπὰ πάντα κατὰ τῆς Νινευῒ καὶ τοῦ τέλους αὐτῆς καὶ τῶν ἐχθρῶν τοῦ Ἰσραὴλ ἀπαγγέλλει. Ἀμβακοὺμ, ηʹ. Λῆμμα καὶ αὐτὸς εἶδε, καὶ προφητεύει, δεόμε νος μὲν περὶ τῆς ἁλώσεως τῆς Ἱερουσαλήμ· προ σημαίνων δὲ περὶ τῆς παρουσίας τοῦ Σωτῆρος. Λέγει δὲ καὶ προφητεύει κατὰ τῶν καταφρονητῶν. Εἶτα μεταξύ ἐστι προσευχὴ τοῦ προφήτου μετ' ᾠδῆς, καὶ τρία διαψάλματά ἐστιν ἐν τῇ λεγομένῃ ᾠδῇ, ᾄδοντος αὐτοῦ περὶ τῆς παρουσίας τοῦ Σωτῆρος, καὶ τῆς κατὰ τοῦ θανάτου νίκης. Σοφονίας ὁ τοῦ Χουσὶ, θʹ. Οὗτος καὶ Ἱερεμίας συνεχρόνισαν ἀλλήλοις. Ἀμφότεροι γὰρ ἐπὶ τοῦ Ἰωσίου βασιλέως Ἰούδαἐπροφήτευσαν. Λόγος δὲ Κυρίου ἐγένετο πρὸς αὐτὸν, καὶ προφητεύει ἐν τῇ Ἱερουσαλὴμ, καὶ παντὶ Ἰούδᾳ· καὶ προλέγει περὶ ἡμέρας ἐσομένης, ὥστε ἐξαρθῆναι πάντα τὰ εἴδωλα, καὶ τὰ ἄλση, καὶ πολὺν θρῆνον, καὶ κοπετὸν γίνεσθαι. Προφητεύει δὲ καὶ περὶ τοῦ Σωτῆρος, καὶ τῆς ἀναστάσεως, ἣν δι' ἡμᾶς ποιεῖ. Προφητεύει δὲ καὶ κατὰ Γάζης, καὶ Ἀσκάλωνος, καὶ Ἀζώτου, καὶ τῆς Ἀκκαρὼν, καὶ κατὰ Μωὰβ, καὶ Ἀμμὼν, καὶ κατὰ ∆αμασκοῦ, καὶ κατὰ Νινευῒ, καὶ κατὰ τῶν Αἰθιόπων. Ἀγγαῖος, ιʹ. Οὗτος μετὰ τὴν αἰχμαλωσίαν ἐν τῇ ἐπανόδῳ προφητεύει ἐν τῇ Ἱερουσαλὴμ ἐπὶ ∆αρείου βασιλέως Περσῶν, βʹ ἔτους αὐτοῦ, τῷ ἕκτῳ μηνὶ, λόγος Κυ ρίου ἐγένετο ἐν χειρὶ αὐτοῦ, καὶ προφητεύει τῷ Ζο ροβάβελ, καὶ τῷ Ἰησοῦ τῷ Ἰωσεδὲκ, καὶ τῷ λαῷ, περὶ τῆς οἰκοδομῆς τῆς Ἱερουσαλήμ. Προφητεύει δὲ καὶ περὶ τῆς παρελεύσεως τῶν οἰκείων, καὶ περὶ τῆς κλήσεως τῶν ἐθνῶν. Ζαχαρίας υἱὸς Ἀδδὼ, ιαʹ. Καὶ οὗτος τῷ δευτέρῳ ἔτει ∆αρείου προφη τεύει· ἀλλὰ τῷ ὀγδόῳ μηνὶ λόγος Κυρίου ἐγένετο πρὸς αὐτὸν καὶ ἄγγελος Κυρίου ἐλάλησεν αὐτῷ, καὶ προφητεύει πρὸς τοὺς πατέρας καὶ τὴν Ἱερουσα λήμ. Πολλὰς δὲ καὶ ποικίλας ὁράσεις βλέπει, καὶ 28.364 προφητεύει περὶ τοῦ Σωτῆρος διὰ πολλῶν, καὶ ση μαίνει αὐτὸν ἐξέρχεσθαι ἐπὶ ὄνον καὶ πῶλον ὑπο ζυγίου. Μαλαχίας, ιβʹ. Καὶ οὗτος μετὰ τὴν αἰχμαλωσίαν γέγονεν ἐπὶ ∆αρείου. Λῆμμα δὲ λόγου Κυρίου ἐν χειρὶ ἀγγέλου αὐτοῦ, καὶ προφητεύει ἐπὶ τὸν Ἰσραήλ. Ὀνειδίζει δὲ τὸν Ἰσραὴλ ἐπὶ ταῖς παραβάσεσι, καὶ μέμφεται ἐπὶ τῇ ἀμελείᾳ τῶν δεκάτων, καὶ τῆς πρὸς τοὺς πτωχοὺς κοινωνίας. Προφητεύει δὲ περὶ τῆς ἡμέρας τῆς κρίσεως, καὶ τῆς τοῦ Σωτῆρος ἐπιλάμψεως, καὶ πρὸ τῆς παρουσίας τοῦ Σωτῆρος ἀποστέλλεσθαι τὸν Ἠλίαν σημαίνει. Βιβλίον ιθʹ. Ἡσαΐας υἱὸς Ἀμώς. Οὗτος καὶ Ὠσηὲ, καθὰ προείπομεν, συνεχρό νισαν ἀλλήλοις. Καὶ γὰρ καὶ οὗτος ἐπὶ Ὀζίου, καὶ Ἰωάθαμ, καὶ Ἀχὰζ, καὶ Ἐζεκίου, βασιλέων Ἰούδαγέγονεν. Ὅρασιν δὲ ἑωρακὼς, προφητεύει κατὰ τῆς Ἰουδαίας καὶ
30