ἀλλὰ πίστις δι' ἀγάπης τῆς εἰς τὸν Χριστὸν ἐνεργουμένης· ἥντινα ἐὰν σχοίητε καὶ ὑμεῖς, οὐκέτι τὰς διὰ λόγων ἀποδείξεις ζητήσετε· ἀλλ' αὐτ άρκη τὴν εἰς τὸν Χριστὸν πίστιν ἡγήσεσθε. Ταῦτα τοῦ Ἀντωνίου τὰ ῥήματα· ἐκεῖνοι δὲ καὶ ἐν τούτῳ θαυμάζοντες, ἀνεχώρουν, κατασπαζόμενοι αὐτὸν, καὶ ὁμολογοῦντες ὠφελεῖσθαι παρ' αὐτοῦ. Ἔφθασε δὲ καὶ μέχρι βασιλέων ἡ περὶ Ἀντω νίου φήμη. Ταῦτα γὰρ μαθόντες Κωνσταντῖνος ὁ Αὔ γουστος, καὶ οἱ υἱοὶ αὐτοῦ Κωνστάντιος καὶ Κώνστας οἱ Αὔγουστοι, ἔγραφον αὐτῷ ὡς πατρὶ, καὶ ηὔχοντο λαμβάνειν ἀντίγραφα παρ' αὐτοῦ. Ἀλλ' οὔτε τὰ γράμματα περὶ πολλοῦ τινος ἐποιεῖτο, οὔτε ἐπὶ ταῖς ἐπιστολαῖς ἐγεγήθει· ὁ αὐτὸς δὲ ἦν, οἷος καὶ πρὸ τοῦ γράφειν αὐτῷ τοὺς βασιλέας. Ὅτε δὲ ἐκομίζετο αὐτῷ τὰ γράμματα, ἐκάλει τοὺς μοναχοὺς, καὶ ἔλεγε· Μὴ θαυμάζετε, εἰ γράφει βασιλεὺς πρὸς ἡμᾶς, ἄνθρωπος γάρ ἐστιν· ἀλλὰ μᾶλλον θαυμάζετε, ὅτι ὁ Θεὸς τὸν νόμον ἀνθρώποις ἔγραψε, καὶ διὰ τοῦ ἰδίου Υἱοῦ λε λάληκεν ἡμῖν. Ἐβούλετο μὲν οὖν μὴ δέχεσθαι τὰς ἐπιστολὰς, λέγων οὐκ εἰδέναι πρὸς τὰ τοιαῦτα, ἀντι γράφειν· προτραπεὶς δὲ παρὰ τῶν μοναχῶν, ὅτι Χρι στιανοί εἰσιν οἱ βασιλεῖς, καὶ ἵνα μὴ ὡς προῤῥιφέν τες σκανδαλισθῶσιν, ἐπέτρεπεν ἀναγινώσκεσθαι. Καὶ ἀντέγραφεν, ἀποδεχόμενος μὲν αὐτοὺς, ὅτι τὸν Χρι στὸν προσκυνοῦσι, συνεβούλευε δὲ τὰ εἰς σωτηρίαν· καὶ μὴ μεγάλα ἡγεῖσθαι τὰ παρόντα, ἀλλὰ μᾶλλον μνημονεύειν τῆς μελλούσης κρίσεως, καὶ εἰδέναι, ὅτι 26.957 ὁ Χριστὸς μόνος ἀληθὴς καὶ αἰώνιός ἐστι βασιλεύς. Φιλανθρώπους τε αὐτοὺς εἶναι ἠξίου, καὶ φροντίζειν τοῦ δικαίου καὶ τῶν πτωχῶν. Κἀκεῖνοι δεχόμενοι ἔχαι ρον. Οὕτω παρὰ πᾶσιν ἦν προσφιλὴς, καὶ πάντες ἔχειν αὐτὸν ἠξίουν πατέρα. Τοιοῦτος δὴ οὖν γινωσκόμενος, καὶ οὕτω πρὸς τοὺς ἀπαντῶντας ἀποκρινόμενος, ὑπέστρεφε πάλιν εἰς τὸ ἔνδον ὄρος. Καὶ τῆς μὲν συνήθους ἀσκήσεως εἴχετο· πολλάκις δὲ μετὰ τῶν εἰσερχομένων πρὸς αὐ τὸν καθεζόμενος, καὶ περιπατῶν, ἀπηνεοῦτο, ὡς ἐν τῷ ∆ανιὴλ γέγραπται. Καὶ αὐτὸς μὲν μεθ' ὥρας ὡμί λει τὰ ἀκόλουθα τοῖς συνοῦσιν ἀδελφοῖς αὐτῷ· οἱ δὲ συνόντες ᾐσθάνοντό τινα θεωρίαν αὐτὸν βλέπειν. Καὶ γὰρ καὶ τὰ ἐν Αἰγύπτῳ γινόμενα πολλάκις, ἐν τῷ ὄρει τυγχάνων ἔβλεπε καὶ διηγήσατο Σαραπίωνι τῷ ἐπισκόπῳ, ἔνδον ὄντι καὶ βλέποντι τὸν Ἀντώνιον ἀσχοληθέντα τῇ ὀπτασίᾳ. Ποτὲ γοῦν καθεζόμενος καὶ ἐργαζόμενος, ὥσπερ ἐν ἐκστάσει γέγονε, καὶ πολὺς ἦν ἐν τῇ θεωρίᾳ στενάζων. Εἶτα μεθ' ὥραν στραφεὶς πρὸς τοὺς συνόντας, ἐστέναζε, καὶ ἔντρομος γενόμε νος, ηὔχετο, καὶ κάμπτων τὰ γόνατα, διέμενεν ἐπὶ πολύ. Καὶ ἀναστὰς ἔκλαιεν ὁ γέρων. Ἔντρομοι τοί νυν γενόμενοι οἱ συνόντες, καὶ πάνυ φοβηθέντες, ἠξίουν μαθεῖν παρ' αὐτοῦ· καὶ πολὺ διώχλησαν ἕως βιασθεὶς εἴπῃ. Ὁ δὲ καὶ οὕτω μέγα στενάξας· Ὦ τέκνα, βέλτιον, ἔλεγεν, ἀποθανεῖν, πρὸ τοῦ γενέσθαι τὰ τῆς θεωρίας. Τῶν δὲ πάλιν ἀξιούντων, δακρύσας ἔλεγε· Μέλλει τὴν Ἐκκλησίαν ὀργὴ καταλαμβάνειν, καὶ μέλλει παραδίδοσθαι ἀνθρώποις ὁμοίοις ἀλόγοις κτήνεσιν. Εἶδον γὰρ τὴν τράπεζαν τοῦ Κυριακοῦ, καὶ περὶ αὐτὴν ἑστῶτας ἡμιόνους κύκλῳ πανταχόθεν, καὶ λακτίζοντας τὰ ἔνδον οὕτως, ὡς ἂν ἀτάκτως 26.960 σκιρτώντων κτηνῶν γένοιτο λακτίσματα. Πάντως δὲ ᾔσθεσθε, φησὶ, πῶς ἐστέναζον· ἤκουσα γὰρ φωνῆς λεγούσης· Βδελυχθήσεται τὸ θυσιαστήριόν μου. Ταῦτα εἶδεν ὁ γέρων· καὶ μετὰ δύο ἔτη γέγονεν ἡ νῦν ἔφ οδος τῶν Ἀρειανῶν, καὶ ἡ ἁρπαγὴ τῶν ἐκκλη σιῶν, ὅτε καὶ τὰ σκεύη μετὰ βίας ἁρπάσαντες, δι' ἐθνικῶν ἐποίουν βαστάζεσθαι· ὅτε καὶ τοὺς ἐθνι κοὺς ἀπὸ τῶν ἐργαστηρίων ἠνάγκαζον συνάγε σθαι μετ' αὐτῶν· καὶ παρόντων αὐτῶν ἔπραττον ἐπὶ τῆς τραπέζης ὡς ἤθελον. Τότε πάντες ἡμεῖς ἐπέγνω μεν, ὅτι τὰ λακτίσματα τῶν ἡμιόνων ταῦτα προ εμήνυε τῷ Ἀντωνίῳ, ἃ νῦν οἱ
30