οὐκ ἔστη καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν· ἀλλ' ἢ ἐν τῷ 1.10.90.2 νόμῳ κυρίου τὸ θέλημα αὐτοῦ. Τῆς δὲ συμβουλίας μέρη τρία, τὸ μὲν ἐκ τῶν παρεληλυθότων χρόνων λαμβάνον τὰ παραδείγματα, οἷον τί ἔπαθον οἱ Ἑβραῖοι τῷ χρυσῷ εἰδωλολατρήσαντες ἐν μόσχῳ, καὶ τί ἔπαθον ἐκπορνεύσαντες καὶ τὰ ὅμοια, τὸ δὲ ἐκ τῶν παρόντων χρόνων κατανοούμενον, οἷον αἰσθητικῶς καταλαμβανόμενον, ὡς ἐκεῖνο εἴρηται πρὸς τοὺς ἐρομένους τὸν κύριον εἰ αὐτὸς εἶ ὁ Χριστός, ἢ ἄλλον περιμένομεν· ἀπέλθετε καὶ εἴπατε Ἰωάννῃ· τυφλοὶ ἀναβλέπουσιν, κωφοὶ ἀκούουσιν, λεπροὶ καθαρίζονται, ἀνίστανται νεκροί, καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. Τοῦτ' ἄρα ἦν ὃ προφητεύων εἴρηκεν ∆αβὶδ καθὼς ἠκούσαμεν, οὕτως 1.10.91.1 καὶ εἴδομεν. Ἐκ δὲ τῶν μελλόντων τὸ τρίτον συνίσταται μέρος τῆς συμβουλίας, ᾧ τὰ ἀποβησόμενα κελεύει φυλάττεσθαι· καθὸ κἀκεῖνο εἴρηται· οἱ δὲ ἁμαρτίαις περιπεσόντες βληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων καὶ τὰ παραπλήσια· ὡς ἐκ τούτων εἶναι συμφανὲς διὰ πάσης θεραπείας χωροῦντα τὸν 1.10.91.2 κύριον εἰς σωτηρίαν ἐκκαλεῖσθαι τὴν ἀνθρωπότητα. Τῇ δὲ παραμυθίᾳ παρηγορεῖ τὰ ἁμαρτήματα, μειῶν μὲν τὴν ἐπιθυμίαν, ἅμα δὲ καὶ ἐλπίδα ἐνδιδοὺς εἰς σωτηρίαν. Φησὶ γὰρ δι' Ἰεζεκιήλ· ἐὰν ἐπιστραφῆτε ἐξ ὅλης τῆς καρδίας καὶ εἴπητε πάτερ, ἀκούσομαι ὑμῶν ὥσπερ λαοῦ ἁγίου. Καὶ πάλιν λέγει· δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς καὶ τὰ ἐπὶ τούτοις, ἃ αὐτοπροσωπεῖ ὁ 1.10.91.3 κύριος. Σαφέστατα δὲ ἐπὶ τὴν ἀγαθωσύνην καλεῖ διὰ Σολομῶντος λέγων· μακάριος ἄνθρωπος, ὃς εὗρεν σοφίαν, καὶ θνητός, ὃς εὗρεν φρόνησιν. Τὸ γὰρ ἀγαθὸν τῷ ζητοῦντι εὑρίσκεται καὶ ὁρᾶσθαι τῷ εὑρόντι φιλεῖ. Ναὶ μὴν καὶ δι' Ἱερεμίου τὴν φρόνησιν ἐξηγεῖται, μακάριοί ἐσμεν, Ἰσραήλ, λέγων, ὅτι τὰ ἀρεστὰ τῷ θεῷ γνωστὰ ἡμῖν ἐστι, γνωστὰ δὲ διὰ τοῦ λόγου, δι' ὃν μακάριοι καὶ φρόνιμοι. Φρόνησις γὰρ ἡ γνῶσις διὰ τοῦ αὐτοῦ προφήτου μηνύεται λέγοντος ἄκουε, 1.10.91.4 Ἰσραήλ, ἐντολὰς ζωῆς, ἐνωτίσασθε γνῶναι φρόνησιν. ∆ιὰ δὲ Μωσέως ἔτι καὶ προσυπισχνεῖται δωρεὰν διὰ τὴν ὑπάρχουσαν φιλανθρωπίαν τοῖς σπεύδουσιν εἰς σωτηρίαν. Φησὶ γάρ· καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν τὴν ἀγαθήν, ἣν ὤμοσεν κύριος τοῖς πατράσιν ὑμῶν· πρὸς δὲ καὶ εἰσάξω ὑμᾶς εἰς τὸ ὄρος τὸ 1.10.92.1 ἅγιον καὶ εὐφρανῶ ὑμᾶς διὰ Ἡσαΐου λέγει. Ἔστι δὲ καὶ ἄλλο εἶδος αὐτοῦ παιδαγωγίας, ὁ μακαρισμός· καὶ μακάριος ἐκεῖνος διὰ ∆αβὶδ λέγει φησίν ὁ μὴ ἁμαρτών, καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται, ταυτὶ μὲν καὶ πρὸς τὴν ἀνάστασιν ᾐνίξατο, καὶ πάντα ὅσα ἐὰν ποιήσῃ, κατευοδωθήσεται αὐτῷ. Τοιούτους ἡμᾶς γενέσθαι βούλεται, ἵν' ὦμεν μακάριοι. 1.10.92.2 Ἔμπαλιν δὲ τὸ ἀντισοῦν τοῦ τῆς δικαιοσύνης ἐνδεικνύμενος ζυγοῦ ἀλλ' ἢ οὐχ οὕτως φησίν οἱ ἀσεβεῖς, οὐχ οὕτως, ἀλλ' ἢ ὡς ὁ χνοῦς, ὃν ἐκριπτεῖ ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς. Τὸ ἐπιτίμιον τῶν ἁμαρτωλῶν καὶ τὸ εὐδιαφόρητον αὐτῶν καὶ τὸ ὑπηνέμιον δείξας ὁ παιδαγωγὸς ἀπετρέψατο τῆς αἰτίας διὰ τῆς ἐπιτιμίας, καὶ τὴν κόλασιν ἐπανατεινάμενος τὴν κατ' ἀξίαν, τῆς εὐεργεσίας ἐνεδείξατο τὴν εὐποιίαν, τεχνικώτατα ἐπὶ τὴν χρῆσιν ἡμᾶς καὶ τὴν κτῆσιν τῶν καλῶν 1.10.92.3 διὰ ταύτης καλῶν. Ναὶ μὴν καὶ ἐπὶ τὴν γνῶσιν παρακαλεῖ διὰ μὲν τοῦ Ἱερεμίου λέγων· τῇ ὁδῷ τοῦ θεοῦ εἰ ἐπορεύθης, κατῴκεις ἂν ἐν εἰρήνῃ εἰς τὸν αἰῶνα. Ὑποδεικνύων γὰρ ἐνταῦθα τὸν μισθὸν τῆς γνώσεως εἰς ἔρωτα αὐτῆς τοὺς συνετοὺς ἐκκαλεῖται καὶ τῷ πεπλανημένῳ συγγνώμην νέμων ἐπίστρεφε γάρ, ἐπίστρεφε, ὡς ὁ τρυγῶν ἐπὶ τὸν κάρταλλον αὐτοῦ λέγει. Ὁρᾷς τὸ ἀγαθὸν τῆς δικαιοσύνης μετανοεῖν 1.10.93.1 συμβουλευούσης; Ἔτι δὲ διὰ Ἱερεμίου φωτίζει τοῖς πλανωμένοις τὴν ἀλήθειαν· τάδε λέγει κύριος· στῆτε ἐπὶ ταῖς ὁδοῖς καὶ ἴδετε καὶ ἐρωτήσατε τρίβους