ἐμαυτοῦ ὀμνύω." Τοῖς δὲ εἰδωλολάτραις δυσχεραίνει λέγων "τίνι ὡμοιώσατε κύριον; ἢ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν; Μὴ εἰκόνα ἐποίησεν τέκτων, ἢ χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν 8.79.6 αὐτόν;" Καὶ τὰ ἐπὶ τούτοις. Μὴ οὖν ἔτι ὑμεῖς εἰδωλολάτραι; Ἀλλὰ κἂν νῦν φυλάξασθε τὰς ἀπειλάς· ὀλολύξει γὰρ τὰ γλυπτὰ καὶ τὰ χειροποίητα, μᾶλλον δὲ οἱ ἐπ' αὐτοῖς πεποι θότες, ἀναίσθητος γὰρ ἡ ὕλη. Ἔτι φησίν· "ὁ κύριος σείσει πόλεις κατοικουμένας καὶ τὴν οἰκουμένην ὅλην καταλήψεται τῇ χειρὶ ὡς νοσσιάν." 8.80.1 Τί σοι σοφίας ἀναγγέλλω μυστήρια καὶ ῥήσεις ἐκ παιδὸς Ἑβραίου σεσοφισμένου; "Κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ", καὶ "Κύριος δίδωσι σοφίαν 8.80.2 καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις". "Ἕως πότε, ὀκνηρέ, κατάκεισαι; Πότε δὲ ἐξ ὕπνου ἐγερθήσῃ; Ἐὰν δὲ ἄοκνος ᾖς, ἥξει σοι ὥσπερ πηγὴ ὁ ἄμητός σου", ὁ λόγος ὁ πατρικός, ὁ ἀγαθὸς λύχνος, ὁ κύριος ἐπάγων τὸ 8.80.3 φῶς, τὴν πίστιν πᾶσι καὶ σωτηρίαν. "Κύριος" γὰρ "ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύι αὐτοῦ," ὥς φησιν Ἱερεμίας, "ἀνώρθωσεν τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ." Ἀποπε σόντας γὰρ ἡμᾶς ἐπὶ τὰ εἴδωλα ἡ σοφία, ἥ ἐστιν ὁ λόγος 8.80.4 αὐτοῦ, ἀνορθοῖ ἐπὶ τὴν ἀλήθειαν. Καὶ αὕτη πρώτη τοῦ παραπτώματος ἀνάστασις· ὅθεν ἀποτρέπων εἰδωλολατρείας ἁπάσης ὁ θεσπέσιος παγκάλως ἀνακέκραγε Μωυσῆς· "Ἄκουε Ἰσραήλ· κύριος ὁ θεός σου, κύριος εἷς ἐστι", καὶ "κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύ 8.80.5 σεις"· νῦν δὴ οὖν σύνετε, ὦ ἄνθρωποι, κατὰ τὸν μακάριον ψαλμῳδὸν ἐκεῖνον τὸν ∆αβίδ· "∆ράξασθε παιδείας, μή ποτε ὀργισθῇ κύριος, καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας, ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ. Μακάριοι πάντες οἱ πεποιθότες ἐπ' αὐτῷ." 8.81.1 Ἤδη δὲ ὑπεροικτείρων ἡμᾶς ὁ κύριος τὸ σωτήριον ἐνδίδωσι μέλος, οἷον ἐμβατήριον ῥυθμόν· "Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; Ἵνα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος;" Τίς οὖν ἡ ματαιότης καὶ τί τὸ ψεῦδος; 8.81.2 Ὁ ἅγιος ἀπόστολος τοῦ κυρίου τοὺς Ἕλληνας αἰτιώμενος ἐξηγήσεταί σοι· "ὅτι γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν, ἀλλ' ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν 8.81.3 κτίσαντα." Καὶ μὴν ὅ γε θεὸς οὗτος, ὃς "ἐν ἀρχῇ ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν"· σὺ δὲ τὸν μὲν θεὸν οὐ νοεῖς, τὸν 8.81.4 δὲ οὐρανὸν προσκυνεῖς, καὶ πῶς οὐκ ἀσεβεῖς; Ἄκουε πάλιν προφήτου λέγοντος "ἐκλείψει μὲν ὁ ἥλιος καὶ ὁ οὐρανὸς σκοτισθήσεται, λάμψει δὲ ὁ παντοκράτωρ εἰς τὸν αἰῶνα, καὶ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται καὶ οἱ οὐρανοὶ εἱλιγήσονται ὡς δέρρις ἐκτεινόμενοι καὶ συστελλό μενοι" (αὗται γὰρ αἱ προφητικαὶ φωναί) "καὶ ἡ γῆ φεύξεται ἀπὸ προσώπου κυρίου." 9.82.1 Καὶ μυρίας ἂν ἔχοιμί σοι γραφὰς παραφέρειν, ὧν οὐδὲ "κεραία παρελεύσεται μία", μὴ οὐχὶ ἐπιτελὴς γενομένη· "τὸ γὰρ στόμα κυρίου", τὸ ἅγιον πνεῦμα, "ἐλάλησεν ταῦτα." "Μὴ τοίνυν μηκέτι," φησίν, "υἱέ μου, ὀλιγώρει παιδείας κυρίου, μηδ' ἐκλύου ὑπ' αὐτοῦ ἐλεγχόμενος." 9.82.2 Ὢ τῆς ὑπερβαλλούσης φιλανθρωπίας· οὐδ' ὡς μαθηταῖς ὁ διδάσκαλος οὐδ' ὡς οἰκέταις ὁ κύριος οὐδ' ὡς θεὸς ἀνθρώποις, 9.82.3 "πατὴρ δὲ ὣς ἤπιος" νουθετεῖ υἱούς. Εἶτα Μωυσῆς μὲν ὁμολογεῖ "ἔμφοβος εἶναι καὶ ἔντρομος", ἀκούων περὶ τοῦ λόγου, σὺ δὲ τοῦ λόγου ἀκροώμενος τοῦ θείου οὐ δέδιας; Οὐκ ἀγωνιᾷς; Οὐχὶ ἅμα τε εὐλαβῇ καὶ σπεύδεις ἐκμαθεῖν, τουτέστι σπεύδεις εἰς σωτηρίαν, φοβούμενος τὴν ὀργήν, ἀγαπήσας τὴν χάριν, ζηλώσας τὴν ἐλπίδα, ἵνα ἐκκλίνῃς 9.82.4 τὴν κρίσιν; Ἥκετε ἥκετε, ὦ νεολαία ἡ ἐμή· "ἢν γὰρ μὴ αὖθις ὡς τὰ παιδία γένησθε καὶ ἀναγεννηθῆτε," ὥς φησιν ἡ γραφή, τὸν ὄντως ὄντα πατέρα οὐ μὴ ἀπολάβητε, "οὐδ' οὐ μὴ εἰσελεύσεσθέ ποτε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν." 9.82.5