1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

30

τρέπει, ἵνα ἕκαστος καιρὸς τὰ ἴδια ἀνθρώπῳ παράσχῃ-καὶ πηγαὶ βρύουσιν, ἵνα πόμα ἀνθρώποις δοθῇ. ἀλλ' ἔτι μὴν κατὰ τὸ δυνατὸν τίς ἐπὶ τῆς κτίσεως κυριεύει; οὐχὶ ἄνθρωπος, ὃς σοφίαν εἴληφεν γῆν γεωργεῖν, θάλασσαν πλεῖν, νηκτὰ πτηνὰ θηρία ἀγρεύειν, ἄστρων δρόμον λογιστεύειν, γῆν μεταλλεύειν, θάλασσαν σήθειν, πόλεις ἐγείρειν, βασιλεῖς ὁρίζειν, νόμους τάσσειν, δικάζειν, θεὸν ἀόρατον νοεῖν, ἀγγέλων ὀνόματα γνωρίζειν, δαίμονας ἀπελαύνειν, νόσους φαρμακείαις πειρᾶσθαι παύειν, κατὰ δ' ἰοβόλων ἑρπετῶν ἐπαοιδὰς εὑρίσκειν, ἀντιπαθείας ἐπινοεῖν; εἰ δὲ εὐγνωμονεῖς, ἄνθρωπε, νενοηκὼς τὸν ἐν πᾶσιν εὐεργετήσαντά σε θεόν, καὶ ἀθάνατος ἂν ᾖς, τῶν διὰ σὲ κτισθέντων δι' εὐγνωμοσύνην τὸ διαμένειν ἐχόντων. καὶ νῦν δὲ γενέσθαι δύνασαι ἄφθαρτος, ἐὰν ἐπιγνῷς ὃν ἔλαθες, ἐὰν ἀγαπήσῃς ὃν κατέλιπες, ἐὰν αὐτῷ μόνῳ προσεύχῃ τῷ σῶμά σου καὶ ψυχὴν κολάσαι καὶ σῶσαι δυναμένῳ. διὸ πρὸ πάντων ἐννοοῦ ὅτι οὐδεὶς αὐτῷ συνάρχει, οὐδεὶς τῆς αὐτοῦ κοινωνεῖ ὀνομασίας, τοῦτο ὃ δὴ λέγεται θεός. μόνος γὰρ αὐτὸς καὶ λέγεται καὶ ἔστιν, ἄλλον δὲ οὔτε νομίσαι οὔτε εἰπεῖν ἔξεστιν· εἰ δέ τις τολμήσειεν, ἀιδίως τὴν ψυχὴν κολασθῆναι ἔχει. Τοῦ Πέτρου ταῦτα εἰπόντος ὁ Σίμων ἔξω τοῦ ὄχλου βοῇ μεγάλῃ ἔφη· Τί ψευδόμενος ἀπατᾶν θέλεις τὸν παρεστῶτά σοι ἰδιώτην ὄχλον, πείθων αὐτὸν θεοὺς μήτε νομίζειν μήτε λέγειν ἐξὸν εἶναι, τῶν παρὰ Ἰουδαίοις δημοσίων βίβλων πολλοὺς θεοὺς εἶναι λεγουσῶν; καὶ νῦν δὲ μετὰ πάντων ἀπ' αὐτῶν σοι τῶν βίβλων περὶ τοῦ δεῖν θεοὺς νο- μίζειν συζητῆσαι θέλω, πρότερον περὶ οὗ ἔφης θεοῦ δείξας μὴ αὐτὸν εἶναι τὴν ἀνωτάτω καὶ πάντα δυναμένην <δύναμιν> καθὸ ἀπρόγνωστός ἐστιν, ἀτελής, ἐνδεής, οὐκ ἀγαθὸς καὶ πολλοῖς καὶ μυρίοις χαλεποῖς ὑπο- κείμενος πάθεσιν· ὅθεν τούτου δειχθέντος ἀπὸ τῶν γραφῶν, ὡς ἐγὼ λέγω, ἕτερος ἀγράφως περιλείπεται εἶναι προγνωστικός, τέλειος, ἀνενδεής, ἀγα θός, πάντων χαλεπῶν ἀπηλλαγμένος παθῶν. ὃν δὲ σὺ φὴς δημιουργόν, τοῖς ἐναντίοις ὑποκείμενος τυγχάνει. αὐτίκα γοῦν ὁ καθ' ὁμοίωσιν αὐτοῦ γεγονὼς Ἀδὰμ καὶ τυφλὸς κτίζεται καὶ γνῶσιν ἀγαθοῦ ἢ κακοῦ οὐκ ἔχων παραδέδοται καὶ παραβάτης εὑρίσκεται καὶ τοῦ παραδείσου ἐκβάλλεται καὶ θανάτῳ τιμωρεῖται. ὁμοίως τε καὶ ὁ πλάσας αὐτόν, ἐπεὶ μὴ πανταχόθεν βλέπει, ἐπὶ τῇ Σοδόμων καταστροφῇ λέγει· «∆εῦτε καὶ καταβάντες ἴδωμεν, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρὸς μὲ συντελοῦνται· εἰ δὲ μή, ἵνα γνῶ» καὶ ἀγνοοῦντα ἑαυτὸν δείκνυσιν. τὸ δὲ εἰπεῖν περὶ τοῦ Ἀδάμ· «Ἐκβάλωμεν αὐτόν, μήπως ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἅψηται τοῦ ξύλου τῆς ζωῆς καὶ φάγῃ καὶ ζήσεται εἰς τὸν αἰῶνα «-τὸ εἰπεῖν· «μήπως» ἀγνοεῖ, τὸ δὲ ἐπαγαγεῖν· «Μήπως φαγὼν ζήσεται εἰς τὸν αἰῶνα» καὶ φθονεῖ. καὶ τὸ γεγράφθαι ὅτι «ἐνεθυμήθη ὁ θεὸς ὅτι ἐποίησεν τὸν ἄνθρωπον» καὶ μετανοεῖ καὶ ἀγνοεῖ· τὸ γὰρ «ἐνεθυμήθη» σκέψις ἐστίν, ᾗ τις δι' ἄγνοιαν ὧν βούλεται τὸ τέλος ἀκριβῶσαι θέλει, ἢ ἐπὶ τῷ μὴ κατὰ γνώμην ἀποβάντι μεταμελομένου. καὶ τὸ γεγράφθαι· «Καὶ ὠσφράνθη κύριος ὀσμὴν εὐωδίας» ἐνδεοῦς ἐστιν, καὶ τὸ ἐπὶ κνίσῃ σαρκῶν ἡσθῆναι οὐκ ἀγαθοῦ. τὸ δὲ πειράζειν (ὡς γέγραπται· «Καὶ ἐπείρασεν