1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

30

αὐτῶν ἐπέλθοι. Πλὴν διὰ τῶν τοιούτων πλοίων ἀπέρχονται οἱ βουλόμενοι τῶν Χρωβάτων διοικεῖν ἐμπόρια, ἀπὸ κάστρον εἰς κάστρον περιερχόμενοι τήν τε Παγανίαν καὶ τὸν κόλπον τῆς ∆ελματίας καὶ μέχρι Βενετίας. Ὅτι ὁ ἄρχων Χρωβατίας ἐξ ἀρχῆς, ἤγουν ἀπὸ τῆς βασιλείας Ἡρακλείου τοῦ βασιλέως, δουλικῶς ἐστιν ὑποτεταγμένος τῷ βασιλεῖ Ῥωμαίων, καὶ οὐδέποτε τῷ ἄρχοντι Βουλγαρίας καθυπετάγη. Ἀλλ' οὐδὲ Βούλγαρος ἀπῆλθεν πρὸς πόλεμον κατὰ τῶν Χρωβάτων, εἰ μὴ Μιχαήλ, ὁ ἄρχων Βουλγαρίας, ὁ Βορίσης, ἀπελθὼν καὶ πολεμήσας αὐτοῖς καὶ μηδὲν ἀνύσαι δυνηθεὶς εἰρήνευσε μετ' αὐτῶν, ξενιάσας τοὺς Χρωβάτους καὶ ξενιασθεὶς παρὰ τῶν Χρωβάτων. Ἀλλ' οὐδὲ πώποτε οἱ Χρωβάτοι οὗτοι τοῖς Βουλγάροις πάκτον δεδώκασιν, εἰ μὴ πολλάκις ἀμφότεροι ξένιά τινα πρὸς ἀλλήλους παρέσχον φιλοφρονήσεως ἕνεκα. Ὅτι ἐν τῇ βαπτισμένῃ Χρωβατίᾳ εἰσὶν κάστρα οἰκούμενα· ἡ Νῶνα, τὸ Βελέγραδον, τὸ Βελίτζιν, τὸ Σκόρδονα, τὸ Χλεβένα, τὸ Στόλπον, τὸ Τενήν, τὸ Κόρι, τὸ Κλαβώκα. Ὅτι ἡ βαπτισμένη Χρωβατία ἐκβάλλει καβαλλαρικὸν ἕως τῶν ξʹ χιλιάδων, πεζικὸν δὲ ἕως χιλιάδων ρʹ καὶ σαγήνας μέχρι τῶν πʹ καὶ κονδούρας μέχρι τῶν ρʹ. Καὶ αἱ μὲν σαγῆναι ἔχουσιν ἀνὰ ἀνδρῶν μʹ, αἱ δὲ κονδοῦραι ἀνὰ ἀνδρῶν κʹ, αἱ δὲ μικρότεραι κονδοῦραι ἀνὰ ἀνδρῶν ιʹ. Ὅτι τὴν πολλὴν ταύτην δύναμιν καὶ τὸ τοῦ λαοῦ πλῆθος εἶχεν ἡ Χρωβατία μέχρι τοῦ ἄρχοντος Κρασημέρη. Κἀκείνου μὲν τελευτήσαντος, τοῦ δὲ υἱοῦ αὐτοῦ, Μιροσθλάβου ἄρξαντος ἔτη τέσσαρα καὶ ὑπὸ τοῦ Πριβουνία βοεάνου ἀναιρεθέντος, καὶ διχονοιῶν καὶ πολλῶν διχοστασιῶν εἰς τὴν χώραν γενομένων, ἠλάττωται καὶ τὸ καβαλλαρικὸν καὶ τὸ πεζικὸν καὶ αἱ σαγῆναι καὶ αἱ κονδοῦραι τῆς ἐξουσίας τῶν Χρωβάτων. Ἀρτίως δὲ ἔχει σαγήνας λʹ, κονδούρας μεγάλας καὶ μικρὰς *** καὶ καβαλλαρικὸν *** καὶ πεζικὸν ***. Ὅτι ἡ μεγάλη Χρωβατία, ἡ καὶ ἄσπρη ἐπονομαζομένη, ἀβάπτιστος τυγχάνει μέχρι τῆς σήμερον, καθὼς καὶ οἱ πλησιάζοντες αὐτὴν Σέρβλοι. Ὀλιγώτερον δὲ καβαλλαρικὸν ἐκβάλλουσιν, ὁμοίως καὶ πεζικὸν παρὰ τὴν βαπτισμένην Χρωβατίαν, ὡς συνεχέστερον πραιδευόμενοι παρά τε τῶν Φράγγων καὶ Τούρκων καὶ Πατζινακιτῶν. Ἀλλ' οὐδὲ σαγήνας κέκτηνται, οὔτε κονδούρας, οὔτε ἐμπορευτικὰ πλοῖα, ὡς μήκοθεν οὔσης τῆς θαλάσσης· ἀπὸ γὰρ τῶν ἐκεῖσε μέχρι τῆς θαλάσσης ὁδός ἐστιν ἡμερῶν λʹ. Ἡ δὲ θάλασσα, εἰς ἣν διὰ τῶν λʹ ἡμερῶν κατέρχονται, ἐστὶν ἡ λεγομένη σκοτεινή. 32 Περὶ τῶν Σέρβλων καὶ ἧς νῦν οἰκοῦσι χώρας. Ἰστέον, ὅτι οἱ Σέρβλοι ἀπὸ τῶν ἀβαπτίστων Σέρβλων, τῶν καὶ ἄσπρων ἐπονομαζομένων, κατάγονται, τῶν τῆς Τουρκίας ἐκεῖθεν κατοικούντων εἰς τὸν παρ' αὐτοῖς Βοΐκι τόπον ἐπονομαζόμενον, ἐν οἷς πλησιάζει καὶ ἡ Φραγγία, ὁμοίως καὶ ἡ μεγάλη Χρωβατία, ἡ ἀβάπτιστος, ἡ καὶ ἄσπρη προσαγορευομένη· ἐκεῖσε τοίνυν καὶ οὗτοι οἱ Σέρβλοι τὸ ἀπ' ἀρχῆς κατῴκουν. ∆ύο δὲ ἀδελφῶν τὴν ἀρχὴν τῆς Σερβλίας ἐκ τοῦ πατρὸς διαδεξαμένων, ὁ εἷς αὐτῶν τὸ τοῦ λαοῦ ἀναλαβόμενος ἥμισυ, εἰς Ἡράκλειον, τὸν βασιλέα Ῥωμαίων, προσέφυγεν, ὃν καὶ προσδεξάμενος ὁ αὐτὸς Ἡράκλειος βασιλεύς, παρέσχεν τόπον εἰς κατασκήνωσιν ἐν τῷ θέματι Θεσσαλονίκης τὰ Σέρβλια, ἃ ἔκτοτε τὴν τοιαύτην προσηγορίαν ἀπείληφεν. Σέρβλοι δὲ τῇ τῶν Ῥωμαίων διαλέκτῳ "δοῦλοι" προσαγορεύονται, ὅθεν καὶ "σέρβυλα" ἡ κοινὴ συνήθεια τὰ δουλικά φησιν ὑποδήματα, καὶ "τζερβουλιανοὺς" τοὺς τὰ εὐτελῆ καὶ πενιχρὰ ὑποδήματα φοροῦντας. Ταύτην δὲ τὴν ἐπωνυμίαν ἔσχον οἱ Σέρβλοι διὰ τὸ δοῦλοι γενέσθαι τοῦ βασιλέως Ῥωμαίων. Μετὰ δὲ χρόνον τινὰ ἔδοξεν τοὺς αὐτοὺς Σέρβλους εἰς τὰ ἴδια ἀπελθεῖν, καὶ τούτους ἀπέστειλεν ὁ βασιλεύς. Ὅτε δὲ διεπέρασαν τὸν ∆ανούβιν ποταμόν, μετάμελοι γενόμενοι ἐμήνυσαν Ἡρακλείῳ τῷ βασιλεῖ διὰ τοῦ στρατηγοῦ, τοῦ τότε τὸ Βελέγραδον κρατοῦντος, δοῦναι αὐτοῖς ἑτέραν γῆν εἰς κατασκήνωσιν. Καὶ ἐπειδὴ ἡ νῦν Σερβλία καὶ Παγανία καὶ ἡ ὀνομασθεῖσα Ζαχλούμων χώρα καὶ Τερβουνία καὶ ἡ τῶν Καναλιτῶν ὑπὸ τὴν ἐξουσίαν τοῦ βασιλέως Ῥωμαίων ὑπῆρχον, ἐγένοντο δὲ αἱ τοιαῦται χῶραι ἔρημοι