1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

30

Κυρίου καὶ οὐκ ἀπέστρεψεν ἀπὸ τῶν βδελυγμάτων τῶν ἐθνῶν ὧν ἐξωλόθρευσεν Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ· καὶ ἐπέστρεψεν Μανασσῆς καὶ ᾠκοδόμησεν τὰ ὑψηλά, ἃ κατέσπασεν Ἐζεκίας ὁ πατὴρ αὐτοῦ, καὶ ἔστησεν στήλας τῇ Βάαλ καὶ ἀνέστησεν θυσιαστήριον τῇ Βάαλ, καὶ ἐποίησεν ἄλση, καθὼς ἐποίησεν Ἀχαὰβ βασιλεὺς Ἰσραήλ· καὶ ἐποίησεν θυσιαστήρια πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ ᾠκοδόμησεν θυσιαστήριον ἐν οἴκῳ Κυρίου, ἐν ᾧ εἶπεν Κύριος πρὸς ∆αυὶδ καὶ πρὸς Σολομῶνα τὸν υἱὸν αὐτοῦ λέγων, ὅτι ἐν αὐτῷ θήσω τὸ ὄνομά μου. Καὶ ἔστησεν Μανασσῆς θυσιαστήρια, καὶ ἐν αὐτοῖς ἐδούλευσεν τῇ Βάαλ, καὶ εἶπεν· Ἔσται τὸ ὄνομά μου εἰς τὸν αἰῶνα. Καὶ ᾠκο δόμησε θυσιαστήρια ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου Κυρίου τῇ στρατιᾷ τοῦ οὐρανοῦ· καὶ αὐτὸς διῆγεν τὰ τέκνα αὐτοῦ ἐν πυρὶ ἐν Γὲ Βενεννόμ, καὶ ἐκληδονίζετο καὶ ἐφαρμακεύετο καὶ ἐποίησεν ἐγγαστριμύθους καὶ ἐπαοιδοὺς καὶ γνώστας καὶ θεραφείν, καὶ ἐπλήθυνεν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου τοῦ παροργίσαι αὐτόν. Καὶ ἔθηκεν τὸν χωνευτὸν καὶ τὸν γλυπτὸν τοῦ ἄλσους, τὴν εἰκόνα ἣν ἐποίησεν, ἐν οἴκῳ Κυρίου, ἐν ᾧ ἐξελέξατο Κύριος θέσθαι τὸ ὄνομα αὐτοῦ ἐκεῖ ἐν Ἱερουσαλὴμ τῇ ἁγίᾳ πόλει εἰς τὸν αἰῶνα, καὶ εἶπεν· Oὐ προσθήσω τὸν πόδα μου σαλεῦσαι ἀπὸ τῆς γῆς Ἰσραὴλ, ἣν ἔδωκα τοῖς πατράσιν αὐτῶν, πλὴν ἐὰν φυλάξωνται κατὰ πάντα ὅσα ἐνετειλάμην αὐτοῖς, κατὰ πᾶσαν ἐντολήν, ἣν ἐνετείλατο Μωϋσῆς ὁ δοῦλός μου. Καὶ οὐκ ἤκουσαν, καὶ ἐπλάνησεν αὐτοὺς Μανασσῆς τοῦ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου ὑπὲρ τὰ ἔθνη ἃ ἐξῆρεν Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ. Καὶ ἐλάλησεν Κύριος ἐπὶ Μανασσῆν καὶ ἐπὶ τὸν λαὸν αὐτοῦ ἐν χειρὶ δούλων αὐτοῦ τῶν προφητῶν λέγων· Ἀνθ' ὧν ὅσα ἐποίησεν Μανασσῆς ὁ βασιλεὺς Ἰούδα τὰ βδελύγματα τὰ πονηρὰ ταῦτα ἀπὸ πάντων ὧν ἐποίησεν ὁ Ἀμορραῖος ἔμπροσθεν αὐτοῦ, καὶ ἐξήμαρτεν τὸν Ἰούδαν ἐν τοῖς εἰδώλοις αὐτοῦ, τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· Ἰδοὺ ἐγὼ φέρω κακὰ ἐπὶ Ἱερουσαλὴμ καὶ Ἰούδαν, ὥστε παντὸς ἀκούοντος αὐτὰ ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ, καὶ ἐκτενῶ ἐπὶ Ἱερουσαλὴμ τὸ μέτρον Σαμαρείας καὶ τὸν σταθμὸν τοῦ οἴκου Ἀχαάβ, καὶ ἀπαλείψω τὴν Ἱερουσαλήμ, καθὼς ἀπαλείφεται τὸ πυξίον ἀπαλειφόμενον, καὶ καταστρέψω ἐπὶ πρόσωπον αὐτοῦ καὶ ἀποδώσομαι τὸ ὑπόλειμμα τῆς κληρο νομίας μου, καὶ παραδώσω αὐτοὺς εἰς χεῖρας ἐχθρῶν αὐτῶν, καὶ ἔσονται εἰς διαρπαγὴν καὶ προνομὴν πᾶσι τοῖς ἐχθροῖς αὐτῶν· ἀνθ' ὧν ὅσα ἐποίησαν πονηρὰ ἐν ὀφθαλμοῖς