τὸ πρόσωπον τοῦ Κυρίου, κατὰ τὸν ∆αβὶδ, καὶ μανθάνει τὴν αἰτίαν τοῦ τοιούτου λιμοῦ, ὅτι κατὰ τοῦ Σαοὺλ, καὶ κατὰ τοῦ οἴκου αὐτοῦ ἡ ἀδικία αὕτη, ἣν ἠδίκησε τοὺς Γαβαωνίτας. Ἀνθ' ὅτου γὰρ, φησὶν, ἐθανάτωσε τοὺς Γαβαωνίτας, ὡς προτεθεώρηται. Οἶκος δὲ Σαοὺλ τὸ γένος αὐτοῦ, τοῦτ' ἔστιν, οἱ ἀγαπῶντες αὐτόν. Εἶεν δ' ἂν οὗτοι οἱ μόνοι τοῦ γράμματος ἀντεχόμενοι. Καὶ ἐκάλεσε, φησὶ, ∆αβὶδ τοὺς Γαβαωνίτας καὶ εἶπεν αὐτοῖς· Τί ποιήσω ὑμῖν, καὶ ἐν τίνι ἐξιλάσομαι, καὶ εὐλογήσετε τὴν κληρονομίαν Κυρίου; Καὶ εἶπον πρὸς τὸν βασιλέα· Ὁ ἀνὴρ ὃς συνετέλεσεν ἡμᾶς, καὶ ἐδίωξεν ἡμᾶς, καὶ ἐλογίσατο ἐξολοθρεῦσαι ἡμᾶς, ἀφανίσωμεν αὐτὸν, τοῦ μὴ ἑστάναι αὐτὸν ἐν παντὶ ὁρίῳ Ἰσραήλ. ∆ότε ἡμῖν ζʹ ἄνδρας ἐκ τῶν υἱῶν αὐτοῦ, καὶ ἐξηλιάσομεν αὐτοὺς τῷ Κυρίῳ ἐν τῷ βουνῷ Σαούλ. Καὶ ἔλαβεν ὁ βασιλεὺς τοὺς βʹ υἱοὺς Ῥεσφᾶς παλλακῆς Σαοὺλ, τὸν Ἑρμονθὶ, καὶ τὸν Μεμφιβοσὲθ, καὶ τοὺς εʹ υἱοὺς Μερὼβ θυγατρὸς Σαοὺλ, οὓς ἔτεκε τῷ Ἐσριὴλ, καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ τῶν Γαβαονιτῶν, καὶ ἐξηλίασαν αὐτοὺς ἐν τῷ ὄρει ἐναντίον Κυρίου, καὶ ἔπεσον ἐκεῖ οἱ ζʹ 77.1256 ἐπὶ τὸ αὐτὸ, καὶ ἐθανατώθησαν ἐν ἡμέραις θερισμοῦ, ἐν ἀρχῇ θερισμοῦ κριθῶν. Πᾶς τοιγαροῦν ὁ μὲν διὰ πράξεως κατανοήσας τὴν ἐπισκήψασαν ὀργὴν τοῦ Θεοῦ, διὰ δὲ θεωρίας ἐκζητήσας τὸν Θεὸν, διδάσκεται μὲν τὴν αἰτίαν, ὡς προείρηται· κελεύεται δὲ ἐκδοῦναι τοὺς βʹ υἱοὺς, καὶ πέντε υἱωνοὺς τοῦ Σαοὺλ, εἰς θάνατον. ∆ύο μὲν υἱοὺς, τήν τε κατὰ σῶμα ἁμαρτίαν, καὶ τὴν κατὰ νοῦν αὖθις ἁμαρτίαν, ἤτοι τὴν κατ' ἐνέργειαν καὶ τὴν καθ' ἕξιν· φημὶ δὴ τὴν κατὰ πρᾶξιν, καὶ τὴν κατὰ συγκατάθεσιν. Πέντε δὲ υἱωνοὺς, τὰς πέντε χρήσεις τῶν πέντε αἰσθήσεων. Μήτηρ μὲν οὖν τῶν υἱῶν τοῦ Σαοὺλ, Ῥεσφὰ, ἥτις ἑρμηνεύεται δρόμος στόματος. Ἡ δὲ διὰ μόνου στόματος προφορὰ τοῦ νόμου, καὶ μὴ δι' ὑψηλοτέρου νοὸς ἀνάβασις, εἰκότως γεννᾷ τοὺς δηλωθέντας βʹ υἱούς. Μήτηρ δὲ τῶν υἱῶν αὐτοῦ Μερώβ· ἥτις ἑρμηνεύεται πλησμονὴ φάρυγγος, ἤτοι γαστριμαργία. Αὕτη δὲ πάλιν ἀκολούθως γεννᾷ τὰς εἰρημένας παραχρήσεις· καὶ ἡ μὲν Ῥεσφὰ, παλλακὴ, διὰ τὴν ἀπρεπῆ καὶ ἀναξίαν τοῦ νόμου μίξιν. ∆εῖ γὰρ μὴ διὰ μόνου στόματος προφέρεσθαι τὸν νόμον· ἀλλὰ καὶ δι' ὑψηλοτέρας θεωρίας· ἣ γεννᾷ τὴν γαστριμαργίαν. Ἵνα δὲ καὶ τὰ ὀνόματα τῶν ἐκ Ῥεσφᾶς υἱῶν ἀναπτύξωμεν, Ἑρμοθὶ μὲν ἑρμηνεύεται ἀνάθεμα· τοιοῦτον δὲ ἡ κατὰ σῶμα ἁμαρτία, ἀνατιθεῖσα τῷ δαίμονι τὸν ταύτην ἐνεργοῦντα. Μεμφιβοσθὲ δὲ αἰσχύνη. Τοιοῦτον δὲ πάλιν ἡ κατὰ νοῦν ἁμαρτία, αἰσχύνουσα τὸν νοῦν, ὅς ἐστι δόξα ψυχῆς. Ἐπειδὴ δὲ καὶ Ἐσδριὴλ, τοῦ ἀνδρὸς τῆς Μερὼβ ἐμνημόνευσεν ὁ λόγος, ἑρμηνεύεται δὲ Ἐσδριὴλ βλέψις δυνατή· τοιοῦτον δὲ ὁ νοῦς· εἴη ἂν Ἐσδριὴλ, ὁ ἐπικλινόμενος τῇ γαστριμαργίᾳ νοῦς, καὶ συγγινόμενος αὐτῇ. Τοιγαροῦν πᾶς ἐκζητῶν τὸ πρόσωπον Κυρίου κατὰ τὸν ∆αβὶδ, ἀναιρεῖ τοὺς εἰρημένους υἱοὺς καὶ υἱωνοὺς τοῦ Σαοὺλ, διὰ μέσης τῆς φυσικῆς θεωρίας, ἐν τῷ ὕψει τῆς γνώσεως, ὥσπερ ἐκεῖνος ἐκείνους διὰ τῶν Γαβαωνιτῶν ἐν τῷ ὄρει, καὶ ἐξηλιάζει αὐτοὺς ἔναντι Κυρίου· τοῦτ' ἔστι, δείκνυσιν αὐτοὺς νεκροὺς ἐνώπιον Κυρίου. Ἐξηλιασμὸν γὰρ ἐνταῦθα νοοῦμεν τὴν φανέρωσιν, ἣν τὰ πάθη πάσχουσι, διὰ τῶν ὑψηλῶν τῆς φύσεως λογισμῶν κατὰ τὴν ὑψηλὴν θεωρίαν θριαμβευόμενα. Καὶ οὕτως ἐξιλεοῦται τὸν Θεόν. Ἀρχὴ δὲ θερισμοῦ κριθῶν, ἡ ἀρχὴ τῆς κατὰ φυσικὴν θεωρίαν εὐσεβείας, ὅτε θερίζονται τὰ θρεπτικὰ τοῦ ἀλόγου μέρους τῆς ψυχῆς νοήματα. Ἀλλὰ πῶς οἱ Γαβαωνῖται λέγουσιν ἀφανίσαι τὸν Σαοὺλ ἐκ παντὸς ὁρίου Ἰσραὴλ, καίτοι Μαριβαὰλ τοῦ υἱοῦ μὲν Ἰωνάθαν, υἱωνοῦ δὲ Σαοὺλ, παρὰ τῷ Θεῷ διασωθέντος, καὶ ἄλλων πολλῶν συγγενείας Σαοὺλ, ὡς ἡ τῶν Παραλειπομένων διδάσκει βίβλος; Ἀλλ', ὡς ἔοικεν, οἰκονομικῶς παρεμίγη τῇ ἱστορίᾳ τὸ παράλογον, ἵνα ζητήσαντες ἐν τῇ ἀναγωγῇ, τὸ εὔλογον εὕρωμεν. Ὅταν γὰρ οἱ κατὰ τὴν φυσικὴν θεωρίαν ὑψηλότεροι λόγοι τὸ ἐνδόσιμον