Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
πρὸς τὸν Θεὸν καὶ Πατέρα ποιεῖται λόγους οὐχ ὑπὲρ ἑαυτοῦ μᾶλλον, ἀλλὰ δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν, ὡς εἷς ἐξ ἡμῶν διὰ τὴν οἰκονομίαν. Κύριον οὖν ὀνομάζει τὸν Πατέρα, διὰ τὸ ἐν τῇ τοῦ δούλου αὐτὸς γενέσθαι μορφῇ. Φυλαχθῆναι δὲ ἑαυτὸν αἰτεῖ, διὰ τὴν Ἐκκλησίαν, ἥ ἐστιν ἡ σὰρξ αὐτοῦ. Ἡ γὰρ σὰρξ αὐτοῦ Ἐκκλησία· 69.808 φυλαχθῆναι δὲ ταύτην αἰτεῖ εἰκότως· καὶ εἰς τὸ αὐτοῦ πρόσωπον ἀναφέροιτ' ἂν ἡ Ἐκκλησία καὶ ἡ φυλακή. Τίθησι δὲ καὶ τὴν αἰτίαν τοῦ δεῖν αὐτὸν φυλάττεσθαι· ∆ιὰ τοῦτο γὰρ, φησὶν, ὦ Πάτερ, αἰτῶ παρὰ σοῦ φυ λαχθῆναι, διότι ἐπὶ σοὶ ἤλπισα· ἐμαυτὸν δὲ λέγων, τὴν Ἐκκλησίαν λέγει. Εἶπα τῷ Κυρίῳ· Κύριός μου εἶ σὺ, ὅτι τῶν ἀγα θῶν μου οὐ χρείαν ἔχεις. (A f. 88. b.) Καὶ ἐν τῷ Εὐαγγελίῳ ἔλεγεν· "Ἀνα βαίνω πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν." Καὶ νῦν ὡς φύσει γενό μενος ἄνθρωπος, Κύριον ἑαυτοῦ τὸν Πατέρα καλεῖ. Προσθεὶς δὲ, "Ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις," τῆς νομικῆς λατρείας ἔδειξε τὸ ἀνόνητον. Ἀγαθὰ γὰρ ἐνταῦθα, τὰς κατὰ νόμον προσφερομένας θυσίας ὠνόμασεν, ἃς οὐ παραδεχόμενος φαίνεται· τὸ γὰρ τῆς πίστεως ῥῆμα ἐκείνας ἀναιρεῖ. "Μὴ φάγομαι κρέα ταύρων, καὶ αἷμα τράγων πίομαι;" Καὶ πάλιν· "Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατ ηρτίσω μοι." Ὅρα δὲ ὅτι Θεοῦ μόνου τὸ ἀνενδεές· οἱ δὲ ἄλλοι λεγόμενοι κύριοι, χρῄζουσιν ὧν προσ άγουσιν αὐτοῖς οἱ ὑπ' αὐτοὺς, οἷον τῆς τῶν οἰκετῶν γεωργίας, τῆς οἰκοδομῆς, καὶ τῶν ἄλλων. Τοῦτο οὖν καὶ ὁ Χριστὸς τεκμήριον τίθησι τοῦ ἀληθῶς Κύριον εἶναι τὸν Πατέρα, ὅτι οὐ χρῄζει τῶν ἀγαθῶν τῶν προσαγομένων παρ' αὐτοῦ, τουτέστι παρὰ τῆς σαρ κὸς αὐτοῦ τῆς Ἐκκλησίας. Καὶ μέν τοι κἂν προσεύ χηται ὁ Υἱὸς, κἂν δακρύῃ, κἂν παρακαλῇ, οὐκ ἔχει ὁ Πατὴρ χρείαν τῶν τοιούτων ἀγαθῶν· εἰδὼς γὰρ πάντα, οὔτε προσευχῆς δέεται, οὔτε λόγων χρῄζει προφητικῶν. Τοῖς ἁγίοις τοῖς ἐν γῇ αὐτοῦ." (C f. 269. b.) Ἁγίους εἶναί φησι τοὺς ἡγιασμέ νους ἐν πνεύματι· γῆν δὲ τὴν τοῦ Χριστοῦ Ἐκκλη σίαν. Τὸ δὲ ἐθαυμάστωσεν, ἀντὶ τοῦ ἔδειξεν ἢ ἐδό ξασεν τέθειται. Τὸ δὲ αὐτοῦ, τὸν Πατέρα σημαίνει· ἵνα ᾖ τὸ ὅλαν οὕτω, τοῖς ἡγιασμένοις ἐν πίστει γνω στὸν ἐποίησε τὸ θέλημα τοῦ Πατρός. ∆ιὸ καὶ καλεῖται μεγάλης βουλῆς Ἄγγελος. Ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν. (C f. 269. b.) Τῶν ἐθνῶν δηλονότι. Μήπω τῆς ἀλη θείας φανερωθείσης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι στοῦ, ἐπληθύνθησαν αἱ ἁμαρτίαι καὶ τὰ πάθη. Μετὰ ταῦτα, φανερωθείσης τῆς σωτηρίας, ἐτάχυναν εἰς γνῶσιν, καὶ τῶν κακῶν ἀθέτησιν. (L f. 59 b.). Τινὲς δὲ τὰς ποικίλας τῶν ἐθνῶν εἰδω λολατρείας καὶ ἀσθενείας ἐδήλωσαν, ἐξ ὧν οἱ με ταβάλλοντες ἅγιοι γεγόνασι τοῦ Θεοῦ· περὶ ὧν ἔφη "τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ," οἳ καὶ ταχέως ἀπέστη 69.80 σαν τῶν εἰδώλων, ἢ τῶν διαπονημάτων. ἣ τῶν ἀσθε νειῶν αὐτῶν τῶν πρὸ τῆς πίστεως, θαυμαστωθέντων τῶν τοῦ Σωτῆρος ἐν αὐτοῖς θελημάτων. Οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱ μάτων. (B f. 52.) Εἰ μέν τις βούλοιτο νοεῖν ταῦτα ὡς ἐπὶ τῶν Ἰουδαίων, ἀποφαντικῶς ἀναγνωστέον τοὺς στί χους, οἷον ἐναργῶς διαγορεύοντος τοῦ Θεοῦ τὰς αἰτίας τῆς ἀποβολῆς τοῦ Ἰσραήλ. Οὐκ ἂν συνάξαιμι, φησὶν, τὰς συναγωγὰς αὐτῶν, ἀλλ' οὐδ' ἂν μνησθείην ἔτι αὐτῶν τῶν ὀνομάτων διὰ χειλέων μου. Καὶ διὰ ποίαν αἰτίαν; Ἐξ αἱμάτων, φησὶν, τουτέστιν διὰ τὸ πλείστοις αὐτοὺς αἵμασιν ἐνησχολῆσθαι καὶ φόνοις. Εἰ δέ τις λέγοι καὶ περὶ ἐθνῶν χρῆναι νοεῖν αὐτὸν, ἐκδέξαι κατὰ τοιόνδε τινὰ τρόπον. Ἐπειδὴ γὰρ ἐτάχυναν περὶ τὴν πίστιν, φησὶ, καὶ ἀμελ[λ]ητὶ παρεδέξαντο τὸν ἐπιλάμ ψαντα Κύριον, καὶ πρὸς τὸ θεῖον αὐτοῦ δεδραμήκασι φῶς, οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν; Ἀνα γνωστέον δὲ ὡς ἐν ἐρωτήσει καὶ ὑποστιγμῇ· Ἀλλὰ ναὶ συνάξω, φησὶν, ἐξ αἱμάτων· τουτέστιν, ἐπειδὴ πάν τες ἀνῄρηνται, καὶ τὰ πολλὰ αὐτῶν ἐξεχύθη αἵματα, κομίζοντος εἰς ἀπώλειαν τοῦ Σατανᾶ, καὶ τῆς τῶν δαιμονίων ἀγέλης ὀλέθρου οὔσης αὐτοῖς. ∆ηλοῖ δὲ τὸ αἷμα τὴν ἀναίρεσιν, ἤγουν τὴν ἀπώλειαν ἣν ὑπέστη σαν αὐτοὶ, διὰ τὸ μὴ εἰδέναι τὸν τῶν ὄλων ∆ημιουρ γόν. Καταφέρεσθαι δὲ ἀγέλην δεῖ εἰς τὸν ᾅδην. Οὕτω γὰρ γέγραπται