Quod unus sit Christus ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΟΤΙ ΕΙΣ Ο ΧΡΙΣΤΟΣ

 ὢν φύσει καὶ σύνεδρος τῷ Πατρί. {Β} Ἔφης μὲν ὀρθῶς. {Α} Κατακεκράξεται δ' οὖν τῆς ἐν ἀμφοῖν ἀμαθίας ἡ θεόπνευστος Γραφὴ πρεσβεύουσα τἀληθές, καὶ τὸν μ

 καὶ ἐξεστηκότος εὑρέματα νοῦ, καὶ ἕτερον οὐδέν. Οἴονται γάρ, ὡς ἔοικεν, ὡς ἐξ ἀφύκτου τε καὶ ἀναγκαίου λόγου, τροπῆς τε καὶ ἀλλοιώσεως σημαντικὸν εἶνα

 Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε. Καὶ πάλιν· Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. Γενέσθαι δ

 παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ θ

 ἐκ γυναικὸς κατὰ σάρκα γέννησιν. Τίνα γὰρ τρόπον ζωοποιήσειεν ἂν <ἡμᾶς> τὸ σῶμα αὐτοῦ εἰ μή ἐστιν ἴδιον αὐτοῦ ὅς ἐστι ζωή; Πῶς τὸ αἷμα Ἰησοῦ καθαρίζει

 θελήματος ἀνδρός, ἀλλ' ἐκ Θεοῦ διὰ Πνεύματος τὴν νοητὴν ἔχοντες ἀναγέννησιν, καὶ τὴν πρός γε τὸν φύσει καὶ ἀληθῶς Υἱὸν συμμορφίαν πνευματικήν, Πατέρα

 τεκοῦσαν αὐτόν, κατά γέ φημι τὴν σάρκα; {Β} Ναί, φασίν. Ἔοικε γὰρ καταμόνας τῷ ἐκ γυναικὸς καὶ ἐκ σπέρματος τοῦ ∆αυεὶδ τὸ Χριστὸς ὄνομα, διὰ τὸ κεχρῖσ

 δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Σύνες οὖν ὅπως καὶ Θεὸν εἰπὼν καὶ

 ἀτιμάζει τὴν οἰκονομίαν, ἣν καὶ αὐτὸς ἐπῄνεσεν ὁ Πατήρ, εἴπερ ἐστὶν ἀληθῆ τὰ διὰ τῆς τοῦ Παύλου φωνῆς. Ποτὲ μὲν γὰρ ἔφη· Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡ

 μεμέστωται; Τὸ γάρ τοι δοτὸν καὶ εἰσκεκριμένον ἀπόβλητον εἴη ἄν, καὶ τὸ θύραθεν πορισθὲν οὐκ ἀνύποπτον ἔχει τὴν ζημίαν. Καὶ σιωπῶ τὸ δύσφημον ἔτι καὶ

 ἐπιτάσει πολλῇ τὴν συνάφειαν ἔχει. {Β} Ἔοικεν. {Α} Ἀνθότου δὲ δὴ παρέντες τὴν ἕνωσιν, καίτοι φωνὴν οὖσαν εὐτριβῆ παρ' ἡμῖν αὐτοῖς, μᾶλλον δὲ καὶ ἐκ τῶ

 ἐλεύθερος φύσει. Ταύτῃτοι κεχώρηκε καὶ εἰς ἡμᾶς τὸ ἀξίωμα. Κεκλήμεθα γὰρ καὶ ἡμεῖς υἱοὶ Θεοῦ, ἐπεγραψάμεθά τε Πατέρα τὸν ἰδικῶς αὐτοῦ. Γέγονε γὰρ καὶ

 ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ' ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. {Α} Ὀρθῶς ἔφης. Ἤδει γάρ, ᾔδει σαφῶς, τὰ ἐξ ὧν ὁ εἷς ἐστι καὶ θεωρίᾳ μόνῃ ληπ

 τοῦ Θεοῦ καὶ Πατρός. Χάριτι γὰρ καὶ ἡμεῖς υἱοὶ καὶ θεοί. Ἐνηνέγμεθα δὲ πάντως εἰς ταύτην τὴν ὑπερφυᾶ καὶ τεθαυμασμένην ἀξίαν, ὡς ἔναυλον ἔχοντες τὸν μ

 τε καὶ Ἐξουσίας, καὶ παντὸς ὀνόματος ὀνομαζομένου; Ἄθρει δὲ ὅπως ὁ Κύριος λέγων· Εἰ οὖν ∆αυεὶδ ἐν Πνεύματι Κύριον ὀνομάζει, πῶς υἱὸς αὐτοῦ ἐστι; φρονε

 γὰρ ὄντι καὶ ἐκ Θεοῦ κατὰ φύσιν τῷ Μονογενεῖ, πῶς ἂν γένοιτο δοτὸν ὅπερ ἔχει; {Α} Οὐκοῦν, εἰ μὴ ἐπ' αὐτοῦ τέθειται τὸ λαβεῖν, βασανιζέσθω λεπτῶς ἐξ ὧν

 λέγοντος· Μὴ φοβοῦ, Μαριάμ. Ἰδοὺ γὰρ συλλήψῃ ἐν γαστρί, καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρ

 ἄνθρωπος. Οἳ δὲ τὴν οὕτω σεπτὴν καὶ τεθαυμασμένην οἰκονομίαν 745 ἀποφέροντες, οὐκ οἶδ' ὅπως, τοῦ Μονογενοῦς, ἄνθρωπον αὐτῷ συνάπτουσι σχετικῶς, τιμαῖς

 συνάφειαν τὸν ἐκ σπέρματος τοῦ ∆αυείδ. {Α} Ἀλλ' εἰ μή ἐστιν αὐτὸς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος ὁ καὶ κατὰ σάρκα ἐκ γυναικός, ἀλλ' ἕτερος μεθ' ἑτέρου, πῶς ἂν

 παντὸς αἰῶνος ὡς Θεός. Αὐτοῦ τοιγαροῦν καὶ τὸ πρόσφατον ἀνθρωπίνως καὶ τὸ ἀΐδιον θεϊκῶς. Ταύτῃ τοι καὶ ὁ πανάριστος Πέτρος, οὐ γυμνὸν οὐδὲ ἄσαρκον κατ

 ἐπιφωνείτω τις τοῖς διεναντίας, 750 τί παραβιάζεσθε τἀληθές, καὶ τῶν θείων δογμάτων τὴν δύναμιν παρευθύνοντες, ἔξω φέρεσθε τρίβου τῆς βασιλικῆς; Γέγον

 αὐτῷ τὰ ἀνθρώπινα, μὴ ἄρα πως ἀδικοῖτο δι' αὐτῶν, καὶ κατακομίζοιτο πρὸς τὸ δυσκλεές. Ταύτῃ τοι διατείνονται λαβεῖν αὐτὸν ἄνθρωπον, ἑαυτῷ τε τοῦτον συ

 οἰκειούμενος, καὶ ἦν ἄηθές τε καὶ ξένον ἐν Χριστῷ τὸ παράδοξον, ἐν οἰκετικῇ μορφῇ κυριότης, ἐν ἀνθρωπίνῃ σμικροπρεπείᾳ δόξα θεοπρεπής, καὶ βασιλείας α

 ἀνθρωπότητος χρῆσθαι μέτροις, καὶ ἀνατεῖναι λιτήν, καὶ καταστάξαι δάκρυον, καὶ δοκεῖν ἤδη πως καὶ δεῖσθαι τοῦ σώζοντος, καὶ μανθάνειν τὴν ὑπακοήν, καί

 {Α} Ἐπειδὴ γὰρ γεγόναμεν ἐπάρατοι διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, πεπτώκαμεν δὲ καὶ ὑπὸ θανάτου πάγην, ἐγκαταλειφθέντες ὑπὸ Θεοῦ, πάντα δὲ γέγονεν ἐν Χριστ

 οὕτω πάλιν αὐτοῦ κατ' οἰκείωσιν οἰκονομικὴν καὶ κατά γε τὸν τῆς <ἑνώσεως> τρόπον, τὰς τῆς σαρκὸς ἀσθενείας. Ὡμοιώθη γὰρ κατὰ πάντα τοῖς ἀδελφοῖς, δίχα

 τὸ μὴ δύνασθαί τινας καθικνεῖσθαι τοῦ βάθους τῶν ἱερῶν Γραμμάτων. Ὁ γάρ τοι σοφὸς εὐαγγελιστής, σάρκα γεγονότα προεισενεγκὼν τὸν Λόγον, δείκνυσιν αὐτὸ

 κατακερτομοῦντες ἔφασκον· Οὐχ οὗτός ἐστιν <Ἰησοῦς> ὁ τοῦ τέκτονος υἱός; Πῶς νῦν λέγει Ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκα; Ἀόρατον μὲν γὰρ τῇ φύσει τὸ θεῖον

 ἐστεφανωμένον. Ἔπρεπε γὰρ αὐτῷ δι' ὃν τὰ πάντα καὶ δι' οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελ

 Κυριότητες, εἴτε Ἀρχαί, εἴτε Ἐξουσίαι, τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται. Καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε, καὶ αὐτός

 διδόντος τοῦ τρόπου τῆς οἰκονομίας ἀνεγκλήτως αὐτῷ καὶ τὸ σαρκὶ μὲν ἑλέσθαι παθεῖν, θεότητι δὲ μὴ παθεῖνἦν γὰρ <ὁ αὐτὸς> Θεός τε ὁμοῦ καὶ ἄνθρωποςπερι

 καὶ ἕτερα, καὶ οὐκ ἀγεννῆ συναγόρευσιν τὴν ὑπέρ γε τῶν ἱερῶν δογμάτων καθάπερ τινὰ παντευχίαν ἀναλαβών, ἀνταναστήσω τὸ ἀληθὲς τοῖς φρονοῦσι τὰ διεστρα

 δεδόσθαι λέγειν αὐτῷ παρὰ τοῦ Πατρός, ἵνα καὶ ἐν ἀνθρωπότητι νοῆται Θεὸς καὶ ἐν ὑπερτάτοις ὑψώμασιν ὁ τὴν καθ' ἡμᾶς ταπείνωσιν ἀνατλάς, ἵνα μὴ νέος κα

 ἀλλὰ τὸ τοῦ Πατρός; Ἆρ' οὖν οἰήσαιτ' ἄν τις τῶν ἐν ἡμῖν τῆς τοῦ Θεοῦ καὶ Πατρὸς ἡμερότητος ἰέναι κατόπιν τὸν ἐξ αὐτοῦ φύντα Υἱόν, καὶ εἶναι μὲν ἀγαθὸν

 εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα, καὶ οὐ δήπου φαῖεν ἂν ὡς εἰς ἕτερον ὄντα καὶ ἰδικῶς Υἱὸν τὸν ἐκ σπέρματος τοῦ ∆αυεὶδ βεβαπτίσμεθα. Ἐπειδὴ δὲ Θεὸς

 Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν, ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστί, καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστί. {Β} Τίνα τρόπο

 μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ 777 τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. Συνίεμεν τοίνυν ἡμεῖς, φασίν, ὡς ἔστι μᾶλλον οὐ τοῦ

ἐστεφανωμένον. Ἔπρεπε γὰρ αὐτῷ δι' ὃν τὰ πάντα καὶ δι' οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι. Ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες· δι' ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου. Καὶ πάλιν· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός. Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας. Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. Ἰδοὺ γάρ, ἰδού, καὶ μάλα σαφῶς, ἠλαττῶσθαι λέγων αὐτὸν παρὰ τοὺς ἀγγέλους διὰ τὸ πάθημα τοῦ θανάτου, κατεστέφθαι γε μὴν δι' αὐτὸ τιμῇ τε καὶ δόξῃ, καθίστησιν ἐμφανῆ τὸν ἐφ' ᾧ ποιεῖται τοὺς λόγους, δῆλον δὲ ὅτι τὸν Μονογενῆ. Μετεσχηκέναι, γάρ φησιν αὐτόν, αἵματος καὶ σαρκὸς παραπλησίως ἡμῖν, καὶ οὐκ ἀγγέλων ἐπιλαβέσθαι μᾶλλον, ἀλλὰ σπέρματος Ἀβραάμ. Ἔπρεπε γὰρ τῷ Θεῷ καὶ Πατρί, δι' ὃν τὰ πάντα καὶ δι' οὗ τὰ πάντα, καθιγμέ764 νον εἰς κένωσιν καὶ ἐνανθρωπήσαντα τὸν Υἱόν, ὡς τὴν τοῦ δούλου λαβόντα μορφήν, τελειῶσαι διὰ παθημάτων, τῆς ἁπάντων ζωῆς ἀντίλυτρον τὴν ἰδίαν αὐτῷ καθιεροῦντα σάρκα. Τέθυται γὰρ ὑπὲρ ἡμῶν ὁ Χριστός, τὸ ἄμωμον ἱερεῖον, καὶ μιᾷ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους, ἀναμορφῶν εἰς τὸ ἐν ἀρχαῖς τὴν ἀνθρώπου φύσιν. Πάντα γὰρ ἐν αὐτῷ καινά. Ὅτι γὰρ ὁ Θεὸς καὶ Πατὴρ δέδωκεν ὑπὲρ ἡμῶν τὸν ἴδιον Υἱόν, οὐδὲν ἧττον ἡμᾶς πιστώσεται γράφων ὁ [πάνσοφος] Παῦλος περὶ αὐτοῦ· Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν ἁπάντων παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; Ἴδιον δέ φαμεν Υἱὸν τοῦ Θεοῦ τὸν ἐκ τῆς οὐσίας αὐτοῦ πεφηνότα Λόγον. ∆εδόσθαι γε μὴν ὑπὲρ ἡμῶν οὐ γυμνὸν ἔτι καὶ ἄσαρκον, ἀλλ' ὅτε γέγονε σάρξ. Καὶ τὸ λέγεσθαι παθεῖν ἀμώμητον ἦν αὐτῷ· πέπονθε γὰρ οὐ φύσει θεότητος, ἀλλ' ἰδίᾳ σαρκί. Ὁ γὰρ Θεὸς καὶ Πατήρ, καθάπερ ἔφην ἀρτίως· Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ σὺν αὐτῷ. {Β} Ἆρ' οὖν ἁμαρτίαν αὐτὸν γενέσθαι νοοῦμεν, ἢ ὅτι μᾶλλον ὡμοιώθη τοῖς ὑπὸ ἁμαρτίαν, ταύτῃτοι καὶ ἁμαρτία λέγεται; {Α} Ὀρθῶς ἔφης. Ὥσπερ οὖν Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷδεδικαίωται γὰρ ἡ ἀνθρώπου φύσις ἐν αὐτῷ, οὕτω τὸν οὐκ εἰδότα θάνατονζωὴ γάρ ἐστι καὶ ζωοποιὸς ὁ Λόγοςσαρκὶ παθεῖν παρεσκεύασεν, ἔξω μείναντα τοῦ παθεῖν, καθὸ νοεῖται Θεός, ἵνα ἡμεῖς ζήσωμεν δι' αὐτοῦ τε καὶ ἐν αὐτῷ. ∆ιὸ καὶ ὁμοίωμα θανάτου τὸ Χριστοῦ πάθος ὠνόμασται. Γέγραπται οὖν· Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα. Ἔζη γὰρ ὁ Λόγος καὶ γευομένης θανάτου τῆς ἁγίας αὐτοῦ σαρκός, ἵν' ἡττηθέντος θανάτου καὶ πεπατημένης τῆς φθορᾶς, ἡ τῆς ἀναστάσεως δύναμις εἰς ἅπαν ἔρχηται τὸ ἀνθρώπινον γένος. Ἀληθὲς γὰρ ὅτι Ὥσπερ ἐν τῷ Ἀδὰμ πάντεςἀποθνῄσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται. Ἐπεὶ τίνα τρόπον ὀνῆσαί φαμεν τὴν ἀνθρώπου φύσιν τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς τὸ μυστήριον, εἰ μὴ Θεὸς ὢν ὁ Λόγος γέγονε σάρξ; Εἰ μὴ καθῆκεν ἑαυτὸν εἰς κένωσιν καὶ καταπεφοίτηκεν ἐν τοῖς καθ' ἡμᾶς ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν; Εἰ μὴ σῶμα γέγονε 765 ζωῆς τὸ ὑπὸ φθοράν, ἵνα γένηται θανάτου πέρα καὶ φθορᾶς; {Β} Αὐτὸν οὖν ἄρα φαμὲν τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον σαρκὶ παθεῖν δι' ἡμᾶς; {Α} Πάνυ μὲν οὖν, εἴπερ ἀληθὴς ὁ Παῦλος λέγων περὶ αὐτοῦ· Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε Θρόνοι, εἴτε