αἰῶνος, ὡς κατ' οὐδὲν τῶν ὄντων ἐκπεπτωκότα, μᾶλλον δὲ καὶ ὑπερέχοντα καὶ προέχοντα πάντα τὰ ὄντα κατὰ δύναμιν ὑπερούσιον καὶ πᾶσι τοῖς οὖσι τὸ δύνασθαι εἶναι καὶ τόδε εἶναι κατὰ περιουσίαν ὑπερβαλλούσης δυνάμεως ἀφθόνῳ χύσει δεδωρημένον. <7> «∆ικαιοσύνη» δὲ αὖθις ὁ θεὸς ὡς πᾶσι τὰ κατ' ἀξίαν ἀπονέμων ὑμνεῖται καὶ εὐμετρίαν καὶ κάλλος καὶ εὐταξίαν καὶ διακόσμησιν καὶ πάσας διανομὰς καὶ τάξεις ἀφορίζων ἑκάστῳ κατὰ τὸν ὄντως ὄντα δικαιότατον ὅρον καὶ πᾶσι τῆς αὐτῶν ἑκάστων αὐτοπραγίας αἴτιος ὤν. Πάντα γὰρ ἡ θεία δικαιοσύνη τάττει καὶ ὁροθετεῖ καὶ πάντα ἀπὸ πάντων ἀμιγῆ καὶ ἀσύμφυρτα διασώζουσα τὰ ἑκάστῳ προσήκοντα πᾶσι τοῖς οὖσι δωρεῖται κατὰ τὴν ἑκάστῳ τῶν ὄντων ἐπιβάλλουσαν ἀξίαν. Καὶ εἰ ταῦτα ὀρθῶς φαμεν, ὅσοι τῇ θείᾳ διαλοιδοροῦνται δικαιοσύνῃ, λανθάνουσιν ἑαυτῶν ἀδικίαν ἐναργῆ καταψηφιζόμενοι, φασὶ γὰρ ὀφείλειν ἐνεῖναι τοῖς θνητοῖς τὴν ἀθανασίαν καὶ τοῖς ἀτελέσι τὸ τέλειον καὶ τοῖς αὐτοκινήτοις τὴν ἑτεροκίνητον ἀνάγκην καὶ τοῖς ἀλλοιωτοῖς τὴν ταὐτότητα καὶ τὰ τελειοδύναμα τοῖς ἀσθενέσι καὶ ἀΐδια εἶναι τὰ ἔγχρονα καὶ ἀμετάβολα τὰ φύσει κινούμενα καὶ τὰς ἐπικαίρους ἡδονὰς αἰωνίας, καὶ ὅλως τὰ ἄλλων ἄλλοις ἀποδιδόασιν. ∆έον εἰδέναι τὴν θείαν δικαιοσύνην ἐν τούτῳ ὄντως οὖσαν ἀληθῆ δικαιοσύνην, ὅτι πᾶσιν ἀπονέμει τὰ οἰκεῖα κατὰ τὴν ἑκάστου τῶν ὄντων ἀξίαν καὶ τὴν ἑκάστου φύσιν ἐπὶ τῆς οἰκείας διασώζει τάξεως καὶ δυνάμεως. <8> Ἀλλ' εἴποι ἄν τις· Oὐκ ἔστι δικαιοσύνης ἄνδρας ὁσίους ἐᾶν ἀβοηθήτους ὑπὸ τῶν φαύλων ἐκτρυχομένους. Πρὸς ὃν ῥητέον· Ὡς εἰ μὲν ἀγαπῶσιν, οὓς φῂς ὁσίους, τὰ ἐπὶ γῆς ὑπὸ τῶν προσύλων ζηλούμενα, τοῦ θείου πάντως ἐκπεπτώκασιν ἔρωτος, καὶ οὐκ οἶδα, ὅπως ὅσιοι κληθεῖεν ἂν ἀδικοῦντες τὰ ὄντως ἐραστὰ καὶ θεῖα τοῖς ἀζηλώτοις καὶ ἀνεράστοις ὑπ' αὐτῶν οὐκ εὐαγῶς παρευδοκιμούμενα. Eἰ δὲ τῶν ὄντως ὄντων ἐρῶσιν, εὐφραίνεσθαι χρὴ τοὺς τινῶν ἐφιεμένους, ἡνίκα τῶν ἐφετῶν τυγχάνωσιν. Ἢ οὐχὶ τότε μᾶλλον πλησιάζουσι ταῖς ἀγγελικαῖς ἀρεταῖς, ὅταν, ὡς δυνατόν, ἐφέσει τῶν θείων ἀναχωροῦσι τῆς τῶν ὑλικῶν προσπαθείας ἐγγυμναζόμενοι πρὸς τοῦτο λίαν ἀνδρικῶς ἐν ταῖς ὑπὲρ τοῦ καλοῦ περιστάσεσιν; Ὥστε ἀληθὲς εἰπεῖν, ὅτι τοῦτο μᾶλλόν ἐστι τῆς θείας δικαιοσύνης ἴδιον τὸ μὴ θέλγειν καὶ ἀπολλύειν τῶν ἀρίστων τὴν ἀῤῥενότητα ταῖς τῶν ὑλικῶν διαδόσεσι, μηδέ, εἴ τις ἐπιχειροίη τοῦτο ποιεῖν, ἐᾶν ἀβοηθήτους, ἀλλ' ἐνιδρύειν αὐτοὺς ἐν τῇ καλῇ καὶ ἀμειλίκτῳ στάσει καὶ ἀπονέμειν αὐτοῖς τοιούτοις οὖσι τὰ κατ' ἀξίαν. <9> Aὕτη γοῦν ἡ θεία δικαιοσύνη καὶ σωτηρία τῶν ὅλων ὑμνεῖται τὴν ἰδίαν ἑκάστου καὶ καθαρὰν ἀπὸ τῶν ἄλλων οὐσίαν καὶ τάξιν ἀποσώζουσα καὶ φυλάττουσα καὶ αἰτία καθαρῶς οὖσα τῆς ἐν τοῖς ὅλοις ἰδιοπραγίας. Eἰ δέ τις τὴν σωτηρίαν ὑμνοίη καὶ ὡς ἐκ τῶν χειρόνων τὰ ὅλα σωστικῶς ἀναρπάζουσαν, πάντως που καὶ τοῦτον ἡμεῖς τὸν ὑμνῳδὸν τῆς παντοδαπῆς σωτηρίας ἀποδεξόμεθα καὶ ταύτην δὲ καὶ πρώτην σωτηρίαν τῶν ὅλων ἀξιώσομεν αὐτὸν ὁρίζεσθαι τὴν πάντα ἐφ' ἑαυτῶν ἀμετάβλητα καὶ ἀστασίαστα καὶ ἀῤῥεπῆ πρὸς τὰ χείρω διασώζουσαν καὶ πάντα φρουροῦσαν ἄμαχα καὶ ἀπολέμητα τοῖς ἑαυτῶν ἕκαστα λόγοις διακοσμούμενα καὶ πᾶσαν ἀνισότητα καὶ ἀλλοτριοπραγίαν ἐκ τῶν ὅλων ἐξορίζουσαν καὶ τὰς ἀναλογίας ἑκάστου συνιστάνουσαν ἀμεταπτώτους εἰς τὰ ἐναντία καὶ ἀμεταχωρήτους. Ἐπεὶ καὶ ταύτην τὴν σωτηρίαν οὐκ ἀπὸ σκοποῦ τις ὑμνήσοι τῆς ἱερᾶς θεολογίας ὡς πάντα τὰ ὄντα τῇ σωστικῇ τῶν πάντων ἀγαθότητι τῆς τῶν οἰκείων ἀγαθῶν ἀποπτώσεως ἀπολυτρουμένην, καθ' ὅσον ἡ ἐκάστου τῶν σωζομένων ἐπιδέχεται φύσις. ∆ιὸ καὶ «ἀπολύτρωσιν» αὐτὴν ὀνομάζουσιν οἱ θεολόγοι, καὶ καθ' ὅσον οὐκ ἐᾷ τὰ ὄντως ὄντα πρὸς τὸ μὴ εἶναι διαπεσεῖν καὶ καθ' ὅσον, εἰ καί τι πρὸς τὸ πλημμελὲς καὶ ἄτακτον ἀποσφαλείη καὶ μείωσίν τινα πάθοι τῆς τῶν οἰκείων ἀγαθῶν τελειότητος, καὶ τοῦτο τοῦ πάθους καὶ τῆς ἀδρανείας καὶ τῆς στερήσεως ἀπολυτροῦται πληροῦσα τὸ ἐνδεὲς καὶ πατρικῶς τὴν ἀτονίαν ὑπερείδουσα καὶ ἀνιστῶσα τοῦ κακοῦ, μᾶλλον δὲ ἱστῶσα ἐν τῷ καλῷ καὶ τὸ ὑπεκρυὲν ἀγαθὸν ἀναπληροῦσα καὶ τάττουσα καὶ κοσμοῦσα τὴν ἀταξίαν αὐτοῦ καὶ ἀκοσμίαν καὶ ὁλόκληρον ἀποτελοῦσα καὶ πάντων ἀπολύουσα τῶν λελωβημένων. Ἀλλὰ περὶ μὲν τούτων καὶ περὶ δικαιοσύνης εἴρηται, καθ' ἣν ἡ πάντων ἰσότης μετρεῖται καὶ