1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

30

γυναῖκα Μεγάραν συνῴκισεν Ἰολάῳ τῷ ἀδελφιδῷ διὰ τὴν περὶ τὰ τέκνα συμφοράν· αὐτὸς δὲ Ἰόλην τὴν Εὐρύτου πρὸς γάμον αἰτήσας, μὴ δόντος δὲ τοῦ πατρὸς νοσήσας, χρησμὸν λαμβάνει ἀπολυθήσεσθαι τῆς νό2.2.25 σου, εἰ πρότερον πραθεὶς δουλεύσειεν. πλεύσας οὖν εἰς τὴν Φρυγίαν ὑπό τινος τῶν φίλων πιπράσκεται καὶ δοῦλος γίνεται Ὀμφάλης βασιλευούσης τῶν τότε Μαιόνων, νῦν δὲ Λυδῶν ὀνομαζομένων. γίνεται δὲ αὐτῷ κατὰ τὸν τῆς δουλείας καιρὸν ἐκ δούλης υἱὸς Κλεόλαος. γήμας δὲ τὴν Ὀμφάλην ποιεῖται 2.2.26 καὶ ἐξ αὐτῆς παῖδα. Ἐπανιὼν δὲ εἰς τὴν Ἀρκαδίαν καὶ καταλύσας παρ' Ἄλεῳ τῷ βασιλεῖ, τῇ θυγατρὶ τούτου λάθρᾳ μιγεὶς καὶ ποιήσας αὐτὴν ἔγκυον 2.2.27 ἐπανῆλθεν. Καὶ μετὰ ταῦτα πάλιν ἔγημεν ∆ηιάνειραν τὴν Οἰνέως, τετε λευτηκότος ἤδη Μελεάγρου. Λαβὼν δὲ αἰχμάλωτον τὴν Φυλέως θυγατέρα ἐπεμίγη ταύτῃ καὶ ἐτέκνωσεν Τληπόλεμον. δειπνῶν δὲ παρ' Οἰνεῖ τὸν δια2.2.28 κονοῦντα περί τι διαμαρτήσαντα κονδύλῳ πατάξας ἀπέκτεινεν. ἐπεὶ δὲ πορευόμενος ἦλθε πρὸς τὸν Εὔηνον ποταμόν, καταλαμβάνει Νέσσον τὸν Κένταυρον μισθοῦ διαβιβάζοντα τὸν ποταμόν. οὗτος δὲ πρῶτον διαβιβάσας τὴν ∆ηιάνειραν καὶ διὰ τὸ κάλλος ἐρασθεὶς ἐπεχείρησεν αὐτὴν βιάσασθαι· ἐπιβοωμένης δὲ αὐτῆς τὸν ἄνδρα ὁ μὲν Ἡρακλῆς ἐτόξευσεν τὸν Κένταυρον, ὁ δὲ Νέσσος μεταξὺ μισγόμενος καὶ διὰ τὴν ὀξύτητα τῆς πληγῆς εὐθὺς ἀποθνήσκων ἔφησεν τῇ ∆ηιανείρᾳ δώσειν φίλτρον, ὅπως μηδεμιᾷ τῶν ἄλλων γυναικῶν Ἡρακλῆς 2.2.29 θελήσῃ πλησιάσαι. παρεκελεύσατο οὖν λαβοῦσαν τὸν ἐξ αὐτοῦ πεσόντα γόνον καὶ τούτῳ προσμίξασαν ἔλαιον καὶ τὸ ἀπὸ τῆς ἀκίδος ἀποσταζόμενον αἷμα χρῖσαι τὸν χιτῶνα τοῦ Ἡρακλέους. τοῦτο δὲ ποιήσασα ∆ηιάνειρα κατ2.2.30 εῖχε παρ' ἑαυτῇ τὸ φάρμακον. Πάλιν δὲ ὁ Ἡρακλῆς τὴν Φύλαντος θυγατέρα λαβὼν αἰχμάλωτον καὶ μιγεὶς αὐτῇ υἱὸν Ἀντίοχον ἐγέννησεν. καὶ πάλιν Ἀστυάνειραν τὴν Ἀρμενίου τοῦ βασιλέως θυγατέρα λαβὼν αἰχμάλωτον καὶ 2.2.31 μιγεὶς αὐτῇ Κτήσιππον υἱὸν ἐγέννησεν. Θέσπιος δὲ ὁ Ἀθηναῖος, Ἐρεχθέως παῖς, ἐκ διαφόρων γυναικῶν θυγατέρας ἀριθμῷ πεντήκοντα πεποιηκὼς φιλοτιμησάμενός τε αὐτὰς ἐξ Ἡρακλέους παῖδας κτήσασθαι, καλέσας ἐπί τινα θυσίαν τὸν Ἡρακλέα καὶ λαμπρῶς αὐτὸν ἑστιάσας κατὰ μίαν αὐτῷ τῶν θυγατέρων ἀπέστειλεν. ὁ δὲ ἐν μιᾷ νυκτὶ διέφθειρεν τὰς πάσας, καὶ γίνεται πατὴρ 2.2.32 τῶν καλουμένων Θεσπιαδῶν. Λαβὼν δὲ καὶ τὴν Ἰόλην αἰχμάλωτον καὶ θυσίαν ἐπιτελῶν, ἀποστείλας ἐπὶ τὴν γυναῖκα ∆ηιάνειραν ᾔτει χιτῶνα καὶ ἱμάτιον οἷς εἰώθει χρῆσθαι πρὸς τὰς θυσίας· ἡ δὲ τὸν χιτῶνα χρίσασα τῷ παρὰ τοῦ Κενταύ2.2.33 ρου δεδομένῳ φίλτρῳ ἀποστέλλει. ὁ δὲ Ἡρακλῆς τὸν χιτῶνα περιθέμενος περιέπεσεν συμφορᾷ τῇ μεγίστῃ. τῆς γὰρ ἀκίδος τὸν ἐκ τῆς ἐχίδνης ἰὸν ἀπειληφυίας καὶ διὰ τοῦτο τοῦ χιτῶνος διὰ τὴν θερμασίαν τὴν σάρκα τοῦ σώματος λυμαινομένου περιαλγὴς γενόμενος τὸν διακονήσαντα ἀπέκτεινεν, αὐτὸς δὲ κατὰ χρησμὸν πυρὶ ἑαυτὸν παραδοὺς οὕτως κατέλυσε τὸν βίον. καὶ τὰ μὲν καθ' 2.2.34 Ἡρακλέα τοιαῦτα. Περὶ δὲ τοῦ Ἀσκληπιοῦ φασιν Ἀπόλλωνος υἱὸν εἶναικαὶ Κορωνίδος, ζηλῶσαι δὲ τὴν ἰατρικὴν ἐπιστήμην, ἐπὶ τοσοῦτον δὲ προβῆναι τῇ δόξῃ ὡς πολλοὺς τῶν ἀπεγνωσμένων ἀρρώστων παραδόξως θεραπεύειν· ὥστε τὸν ∆ία παροξυνθέντα κεραυνῷ βαλόντα αὐτὸν διαφθεῖραι, τὸν δὲ Ἀπόλλωνα διὰ τὴν ἀναίρεσιν τοῦ παιδὸς παροξυνθέντα φονεῦσαι τοὺς τὸν κεραυνὸν τῷ ∆ιὶ κατασκευάσαντας Κύκλωπας· ἐπὶ δὲ τῇ τούτων τελευτῇ παροξυνθέντα τὸν ∆ία προστάξαι τῷ Ἀπόλλωνι θητεῦσαι παρ' Ἀδμήτῳ καὶ ταύτην τιμωρίαν λαβεῖν παρ' αὐτοῦ τῶν ἐγκλημάτων.» 2.2.35 Ταῦτα μὲν οὖν ἐν τῷ τετάρτῳ τῶν βιβλιοθηκῶν ὁ ∆ιόδωρος παρατέθειται. καὶ τὴν λοιπὴν δὲ θεολογίαν πάλιν ὁ αὐτὸς ἐκ τῶν ἄλλων ἐθνῶν μετειληφέναι φησὶ τοὺς Ἕλληνας, γράφων ἐν τῷ τρίτῳ τῆς αὑτοῦ ἱστορίας τάδε· 2.2.36 «Φασὶ τοίνυν Ἀτλάντειοι πρῶτον παρ' αὐτοῖς Οὐρανὸν βασιλεῦσαι, τούτου δὲ γενέσθαι παῖδας ἐκ πλειόνων γυναικῶν πέντε πρὸς τοῖς τεσσαράκοντα, ὧν ὀκτωκαίδεκα λέγουσιν ὑπάρχειν ἐκ Τεπαίας γυναικός, ἣν σώφρονα γενομένην