ὥσπερ ἐκεῖ τῇ λέξει τοῦ ἔδωκεν ἐπλεόνασεν, οὕτω καὶ ἐνταῦθα διὰ τὸ καίριον, καὶ ὅτι ποικιλίαν ἱκανὴν καὶ ὁ παρὼν ἔχει τόπος, ὡς εἴρηται, τόπους τε ἐκτιθείς· τὸν Ἐλεῶνα, τὴν Σκάνδειαν, τὰ Κύθηρα, καὶ ἡρωϊκῶν μεμνημένος προσώπων, καὶ περικεφαλαίας διαφόρους ἐκτιθείς, ὧν ἡ ἑτέρα ξενίζουσα, καὶ οὕτως ἀνεγείρας τὸ τῆς ἀφηγήσεως ὕπτιον, καὶ τὸν ἀκροατὴν ἀφυπνίσας οἷον εἰς ἐναγώνιον. καὶ οὕτω μὲν ταῦτα. Τοῦ δὲ χωρίου τὰ κατὰ μέρος τοιαῦτα. (ῃ. 256) Φάσγανον μὲν ἀναγκαίως ἤτοι ξίφος, ὡς Ὅμηρος ἑρμηνεύει, ἑκάτερος τῶν κατασκόπων λαμβάνει ἐκ φυλάκων, βιὸν δὲ μόνος Ὀδυσσεύς, ὡς προμηθὴς τοῦ μέλλοντος καὶ εἰδὼς αὐτὸν μάλιστα χρήσιμον ἐν τοῖς κατὰ νύκτα δόλοις. ὁ γὰρ ∆ιομήδης ἴσως ἀπαξιοῖ τὸ ἑκηβόλον ὅπλον οἷα σταδαῖος ὁπλίτης καὶ ἀγχέμαχος. εἰ δὲ δειλιῶν Ὀδυσσεὺς τόξον χειρίζεται, καθά τινες ἐσημειώσαντο, ἐκείνοις ἂν εἴη τοῦτο γνωστόν. Ὅτι δὲ καὶ προκατασκευὴ τοῦτο τῆς ἐν Ὀδυσσείᾳ τοῦ ἥρωος τοξείας, ὡς καὶ ὀϊστεύειν εἰδότος εὖ μάλα, καθὰ καὶ αὐτός φησί που περὶ ἑαυτοῦ, σεσημείωται καὶ αὐτὸ τοῖς παλαιοῖς. Ἀλλότρια δὲ περιδύονται ὅπλα πιθανῶς οἱ σκοποί, ὅτι μὴ ᾔδεισαν εἰς κινδυνῶδες ἔργον σταλήσεσθαι οἷα κατάσκοποι, ἀλλ' ὡς εἰς βουλὴν ἐξῄεσαν. (ῃ. 257) Ἐν δὲ τῷ «καὶ σάκος» προσυπακουστέον, ὡς τὸ ἑὸν παρὰ νηῒ λέλειπτο. καθὰ γὰρ τὸ φάσγανον, 3.63 οὕτω καὶ τὸ σάκος ἐλείφθη ἐν ταῖς ναυσί. Τὸ δὲ «κυνέην ταυρείην» φράσιν ἔχει ἀφελείας ἀρχαϊκῆς. οὔτε γὰρ ἡ κυρίως κυνέη ταυρείη ἂν εἴη, οὔτε ἡ ταυρείη κυνέη, ὅτι μηδὲ ταὐτὸν ταῦρος καὶ κύων. ὑπάγεται γοῦν καὶ τὸ τοιοῦτον τῷ σχηματισμῷ τοῦ «νέκταρ ἐῳνοχόει», καὶ «ἵπποι ἐβουκολοῦντο», καὶ τῶν ὁμοίων, περὶ ὧν ἐν ἄλλοις εἴρηται. Ἰστέον δὲ ὅτι, καθάπερ ἡ μὲν περικεφαλαία γενικόν τι ὄνομα, εἰδικὸν δὲ ἡ κυνέη, διαστελλομένη τῆς ἀπὸ χαλκοῦ ὡς αὐτὴ ἀπὸ κυνείας οὖσα δορᾶς, οὕτω διὰ τὸ πολὺ καὶ ἀρχαῖον τῆς χρήσεως ὡς εἰς γένος μὲν ἡ κυνέη ἀπετάχθη, εἴδη δὲ αὐτῆς ἡ ἐνταῦθά τε ταυρείη καὶ ἡ ἀλλαχοῦ ἰκτιδέη κυνέη καὶ ἡ ἐν Ὀδυσσείᾳ αἰγείη κυνέη καὶ ἡ πρὸ βραχέων δηλωθεῖσα ἡλιοστερής. Ἡ δὲ τοιαύτη φράσις καὶ πολυμάθειαν ἔχει. δηλοῖ γάρ, ὡς καὶ ταύρου δορὰ καὶ ἴκτιδος καὶ αἰγὸς περικεφαλαίαν ἀπαρτίζειν δύναται, καθὰ τὴν ἀρχὴν καὶ ἡ τοῦ κυνός. Τὸ δὲ «κεφαλῇφιν ἔθηκεν» ἀφελῶς μὲν ἔχει, ὡς μὴ τοῦ ∆ιομήδους αὐτὴν φορήσαντος, ἀλλ' ἑτέρου θεμένου αὐτῷ περὶ τὴν κεφαλήν, εὐτυχεῖ, ὅ φασι, χειρί, ὃ δὴ καὶ ἐπὶ Ὀδυσσέως γίνεται. ἀρχὴ δέ ἐστι τοῦ τὴν κυνέην περικεφαλαίαν λέγεσθαι. (ῃ. 258) Ἄφαλον δὲ καὶ ἄλοφον ταυρείην ὁ ∆ιομήδης φορεῖ, ὡς ἄν, φασί, ἔχοι λανθάνειν. οὐ μόνον γὰρ ἀλαμπὴς ἡ τοιαύτη, ἀλλὰ καὶ χθαμαλή, ὡς μὴ ἔχουσα λόφον ἤτοι τρίχωσιν. διὸ καὶ καταῖτυξ καλεῖται παρὰ τὸ κάτω τετύχθαι. Ἡ δὲ ἄφαλος, ἧς ἡ ἄρχουσα ἐκτείνεται, κατὰ τὸ ἀκάματος καὶ ἀθάνατος, εἴη ἄν, φασί, ἐξ ἀνάγκης καὶ ἄλοφος. Φάλος γάρ ἐστι μικρὸς ὀμφαλός, οὗ ἐκδεῖται ὁ λόφος. Οἱ δὲ περὶ Ἀπίωνα καὶ Ἡρόδωρον οὕτω φασί· φάλοι, ὀμφαλοὶ ἀσπίσι μικραῖς παραπλήσιοι, καὶ κεῖνται κατὰ τὸ μέτωπον, ὑπερέχοντες τῶν ὀφρύων, ἀποσκιάζοντες τὴν τοῦ ἡλίου αὐγήν, οἷαι τῶν Παλλαδίων καὶ τῶν Κορυβάντων αἱ κόρυθες. δηλοῖ δὲ καὶ Ὅμηρος λέγων «τὸν δ' ἔβαλε κόρυθος φάλον, ἐν δὲ μετώπῳ πῆξε». Τὸ δὲ «καταῖτυξ» συστέλλει τὴν λήγουσαν κατὰ τοὺς παλαιούς, καθὰ καὶ τὸ κῆρυξ. Ἰστέον δὲ καὶ ὅτι διάφορα περικεφαλαιῶν εἰσιν εἴδη, ὡς καὶ προείρηται, παρὰ τῷ ποιητῇ, οἷον ἡ τρυφάλεια, ἡ ἀμφίφαλος, ἡ τετράφαλος, ἡ πρὸ μικροῦ ῥηθεῖσα στεφάνη, ἡ νῦν λεχθεῖσα καταῖτυξ, ἔτι δὲ καὶ ἡ, ὡς ἂν εἴποι τις, ὀδοντωτή, ἥτις τὴν τοῦ Ὀδυσσέως ἐπύκασε κεφαλήν, ναὶ μὴν καὶ ἡ τὸν ∆όλωνα 3.64 σκεπάσασα κτιδέη κυνέη, καὶ ἡ κυρίως λεγομένη κυνέη, καὶ ἡ ταυρείη, καὶ ἡ αἰγείη, καὶ ἡ ἁπλῶς ῥινοῦ τινος ποιητή. Τινὲς δὲ καὶ τὴν ῥηθεῖσαν σκάνδειαν περικεφαλαίας εἶδος ἐνόησαν. τὸ δ' ἐστὶν οὐ τοιοῦτον, ὡς ῥηθήσεται. (ῃ. 259) Τὸ δὲ «ῥύεται κάρη» ἔπαινος μέν ἐστι περικεφαλαίας, εἴληπται δὲ πρὸς ἀκρίβειαν ἐννοίας, ἵνα μή τις οἴοιτο τὴν ταυρείην ἀλυσιτελῆ διὰ τὸ ἐκ δέρματος πεποιῆσθαι. Τὸ δὲ «θαλερῶν αἰζηῶν» εἰς ἔνδειξιν πρόσκειται τοῦ νέοις