ἀσθενὴς καὶ ἐγγὺς τοῦ θανά του, τὴν δὲ βασιλείαν καὶ τὰ αὐτῆς δέδωκα πρὸς σὲ καὶ ποίησον, ὡς θέλεις.
Κομνηνοῦ. 14.4 Καὶ τῷ λ-ῳ ἔτει μηνὶ Σεπτεβρίῳ εὐλογήθη αὐτὴν ὁ βασιλεὺς κὺρ Ἰωάννης.
κ-ῃ ἀπέ θανε καὶ ἐτάφη ἐν τῇ τῶν ἁγίων ἀποστόλων μονῇ Ἰάσωνος καὶ Σωσι πάτρου.
ἀποθανὼν εὐφραι νόμενος ἐν οὐρανοῖς, ἡμᾶς δὲ καταλέλοιπε καὶ τὴν ἐκείνου λυπομένους στέρησιν.
ἀμφοτέρων, τούτου λέγω καὶ κἀκείνων. 37.5 Καὶ ὀρθωθεὶς ἀπῆλθον καὶ εἰς τὴν Μεθώνην, ἵνα διὰ τοῦ πλευ σίμου ἀπέλθω εἰς τὸ Ῥαούζη καὶ ἀπ' ἐκεῖ εἰς τὴν Σερβίαν, εἰ καὶ ἐσκό πει, εἰς τὸν Μορέαν μὲν τοῦ γυναικαδελφοῦ αὐτοῦ, Κεντηρίωνος υἱοῦ τοῦ πριγκίπου, ἀπὸ τὴν φυλακὴν τοῦ Χλουμουτζίου φυγόντος καὶ σύγχυσιν ποιήσαντος εἰς τὴν τόπον, τοῦ δὲ ἀμηρᾶ κατὰ τῆς Σερβίας ἀπελθόντος, ἐν ᾧ δὲ καιρῷ καὶ τὸν Ὁμόμβρυδον ἀπῆρεν. 37.6 Ὡς δὲ πλέον τὸ τῆς Σερβίας οὐκ εἶχε καιρὸν πραχθῆναι, ἀπῆλ θον διὰ θαλάσσης εἰς τὴν Πάτραν. Καὶ ἀπ' ἐκεῖ περάσας ἀπὸ τὴν Βο στίτζαν πέρα, τῇ α-ῃ Σεπτεβρίου τοῦ ξγ-ου ἔτους ἀπῆλθον εἰς τὴν Ἀν δριανούπολιν καὶ ἀπ' ἐκεῖ εἰς τὴν Αἶνον, ἴνα ἀποκρύφως διαβιβάσω και ρόν, ἕως οὗ ἀπὸ τοῦ τῆς Σοφίας μέρους ἐπαναστρέψῃ ὁ ἀμηρᾶς καὶ ὁ τὴν ἀθλίαν τῶν παίδων μου μητέραν ἔχων εἰς χωρίον μεραχούρης αὐτοῦ εἰς τὴν Ἀνδριανούπολιν ἔλθῃ. Ἣν καὶ ἐξαγοράσας, ἐπιστρέψαντός μου εἰς τὴν Ἀνδριανούπολιν, ἀλλὰ δὴ καὶ τὴν μετ' αὐτῆς Χρυσοβεργί ναν, ἐν τῇ Πάτρᾳ τὸν Φευρουάριον ἐπανέστρεψα μετ' αὐτῶν, πολλὰ κακο παθήσας καὶ ἐξοδιάσας. 37.7 Τὸν δ' Ὀκτώβριον, ἐν ᾧ δὴ ἐγὼ εἰς τὰ περὶ τὴν Ἀνδριανούπολιν διέτριβον, ἐλθόντος τοῦ Τουραχάνη μετὰ καὶ τῶν υἱῶν αὐτοῦ καὶ πολ λοῦ φωσάτου ὑπὲρ βοηθείας τῶν αὐθεντῶν καὶ δεσποτῶν, τοὺς Ἀλβανί τας ἐδούλωσαν, ὁπωσδήποτε κακώσαντες, καὶ τὸν ψευδοδεσπότην ἐδίω ξαν. 37.8 Ἐν ὧ δὴ χρόνῳ καὶ τῇ β-ᾳ Ἰαννουαρίου ἐγεννήθη καὶ τῷ δεσπό-τῃ κὺρ Θωμᾶ καὶ ὁ κὺρ Μανουὴλ ὁ Παλαιολόγος. 37.9 Καὶ τὸν Σεπτέβριον τοῦ ξδ-ου ἔτους ἀπέθανε Θάμαρ ἡ καλή μου θυγάτηρ ἐν τῷ τοῦ ἀμηρᾶ σαραγίῳ λοιμώδει νόσῳ, ἰού, ἱού μοι τῷ ἀθλίῳ γενέτῃ, οὖσα χρονῶν ιδ-ων καὶ μηνῶν εʹ. 37.10 Ἐμοῦ δὲ τοῦ ἀθλίου οὐκ εἰδότος τοῦτο τῇ κε-ῃ τοῦ Ὀκτωβρίου ἀπεστάλην ἀποκρισιάρης εἰς τὴν αὐθεντίαν τῶν Βενετικῶν, δουκὸς ὄντος αὐτοῦ δὴ τοῦ Φραντζέσκω Φούσκαρι· ὑφ' ὧν καὶ ἐτιμήθηκα καὶ εὐεργε τήθηκα καὶ διὰ χρημάτων καὶ γραμμάτων. 37.11 Καὶ τῇ -ῃ Ἀπριλλίου ἐπανέστρεψα εἰς τὴν Πάτραν, θεοῦ καὶ μόνου βοηθείᾳ ἀπὸ τοῦ ὑπερβάλλοντος τῆς θαλάσσης κακοῦ, οὗπερ καθ' ὁδὸν ἡμᾶς συνήντησεν. 37.12 Καὶ τὸν Ἰούνιον τοῦ αὐτοῦ χρόνου ἀπῆρεν ὁ ἀμηρᾶς τὴν πό λιν τῶν Ἀθηναίων. 37.13 Τὸν δὲ Ἰούλιον τοῦ αὐτοῦ ἔτους ἀπελθόντος τοῦ ἀμηρᾶ εἰς τὸ Μπελγράδον, τὸ πλέον μερικὸν ἁλώσαντος, αὐτὸς τέλος κακῶς ἐδιώχθη παρὰ τῶν εἰς αὐτὸ ἐλθόντων εἰς βοήθειαν, τοῦ Ἰάγκου δηλονότι καὶ τοῦ Καπιστριάνου καὶ ἑτέρων ἀξιολόγων ἀνδρῶν. Καὶ ἡττηθεὶς καὶ τοῦ χρη σίμου μπεϊλερμπέϊ αὐτοῦ ἀποθανόντος ὡς φυγὰς ὤχετο. 37.14 Καὶ τῷ ξε-ῳ ἔτει ὁ τοῦ Οὐγγαρίας φωσάτου ἄρχων καὶ κουβερ νάριος ὁ Ἴαγκος ἐτελεύτησεν, ἀλλὰ δὴ καὶ αὐτὸς ὁ Καπιστριάνος, ἔτι δὲ καὶ ὁ τῆς Σερβίας ἄρχων καὶ δεσπότης κὺρ Γεώργιος ὁ Βοῦλκος ἐτε λεύτησε. Καὶ Μαΐου β-ᾳ τοῦ αὐτοῦ ἔτους καὶ βασίλισσα ἡ γυνὴ αὐτοῦ ἀπέθανεν· ἐν ᾗ σχεδὸν ἡμέρᾳ καὶ ὥρᾳ διέβη εἰς τὸν ἀμηρᾶν ἡ θυγάτηρ αὐτῆς ἀμήρισσα μετὰ τοῦ α-ου ἀδελφοῦ αὐτῆς καὶ τυφλοῦ καὶ τοῦ θείου αὐτῆς Θωμᾶ τοῦ Καντακουζηνοῦ καὶ παντὸς τοῦ βίου αὐτῶν, φοβηθέντες διὰ τὸν βίον τῆς μητρὸς τὸν ἀδελφὸν καὶ τὴν νύμφην αὐτῶν. 37.15 Καὶ τῷ ξ-ῳ ἔτει μηνὶ Νοεμβρίῳ καὶ αὐτὸς ὁ δεσπότης Λά ζαρος ἀπέθανε· καὶ ὁ ἀμηρᾶς τὸν μπεϊλερμπεῒν αὐτοῦ Μεχεμέτην ἀπέ στειλεν, ἵνα, εἰ δυνατόν, τὸ Σμεντόροβον καὶ πᾶσαν δὴ τὴν Σερβίαν μετ' εἰρήνης λάβῃ καὶ ἄλλον ἀντ' αὐτῶν τόπον δώσῃ τῇ γυναικὶ καὶ τοῖς τέκνοις αὐτοῦ δὴ τοῦ Λαζάρου, ὅπερ τότε μὲν οὐ κατώρθωσεν, ἀλλὰ μό νον τὸ Περιστέριν ἀπῆρε προδοσίᾳ, μετά τινα δὲ καιρὸν καὶ τὸ Σμεν τόροβον καὶ τὸν ἄλλον τόπον καὶ ἔδωκε τὴν βασίλισσαν τάχα κάστρα τινά, ἅπερ ὁ ἀμηρᾶς εἰς τὴν Μπόσθαν εἶχε.
38.1 Μαΐῳ ιε-ῃ τοῦ αὐτοῦ ἔτους ὁ ἀμηρᾶς εἰς τὸν Μορέαν ἦλθε καὶ εἰς τὴν Κόρινθον καταλύσας φωσάτον, εἶχε ταύτην ἀποκλει σμένην, αὐτὸς δὲ ἐλθὼν ἔπεσεν εἰς τὴν μέσην τοῦ τόπου· καὶ πάντα τὰ ἐκεῖσε, τὰ μὲν ἠχμαλώτευσε, τὰ δὲ κατέκαυσε καὶ ἠφάνισεν, ἐξαιρέτως δὲ τὴν Ἄκωβαν, τὸν Ἀετὸν καὶ Πενταχώρια. Καὶ ἐξελθὼν