30
ταμίαι, μυριάδας ὄντα χρυσίου πέντε· ἃ καὶ παραλαβόντες οἱ τοῦ μεγάλου δομεστίκου ταμίαι, πάλιν εἴασαν πρὸς τῷ βασιλικῷ ταμείῳ φρουρεῖσθαι, οὕτω προστεταγμένον αὐτοῖς παρὰ τοῦ δεσπότου, προσθέντες αἰτίαν τῆς καταλείψεως, ὡς ἓν τῶν ξυστρατεύειν τάγμα τῷ μεγάλῳ προστεταγμένων δομεστίκῳ, ἐκ στρατείας ἑτέρας ἐπανῆκον ἄρτι καὶ δεόμενον μικρὰ ταῖς οἰκίαις προσδιατρίψαι, ἐπεὶ πολλὰ καταναγκάσας ὁ στρατηγὸς οὐκ ἠδυνήθη τῶν οἰκιῶν ἐξελάσαι ἄλλον ἄλλοσε διαδιδράσκοντας, συνεχώρησε καὶ ἄκων τὴν τοῦ πάσχα ἑορτὴν οἴκοι διατρίψαντας, μετ' αὐτὴν εὐθὺς ἔχεσθαι τῆς ὁδοῦ· οὓς δεῖ καὶ τὰ χρήματα μεθ' ἑαυτῶν ἔχοντας πρὸς τὸν στρατηγὸν ἀφικέσθαι. τὸ δ' ἦν πρόφασις πεπλασμένη· κατελέλειπτο δὲ τὰ χρήματα, ἅμα μὲν ὅπως εἴη πρόφασις εὐπρεπὴς τοῦ περὶ τὸ Βυζάντιον διατρίβειν, διέτριψε γὰρ μετὰ τὴν ἔξοδον ἡμέρας πέντε περὶ αὐτὸ, τὴν τοῦ νέου βασιλέως ἄφιξιν ἐκδεχόμενος, ἅμα δὲ καὶ ἀγεννὲς καὶ μηδαμῶς αὐτῷ προσῆκον χρημάτων ἡσσῆσθαι δοκεῖν νομίζων, ὡς ἀπάτῃ καὶ κλοπῇ σχεδὸν ἀφαιρούμενος βασιλέως· ὃ μάλιστα αὐτῷ πρὸς τὴν εὔκλειαν καὶ τὴν εὐδοξίαν τὸν εἰσέπειτα χρόνον πάντα οὐκ ὀλίγα λυμανεῖσθαι ᾤετο. ὃ δὴ καὶ πολλοῖς τῶν περὶ χρήματα ἡττημένων ἔδοξεν ὑπερφυὲς, τὸ τοσούτων χρημάτων, καὶ οὕτως ἐν ἐπικαίρῳ τῆς χρείας, ῥᾳδίως ὡς οὐδενῶν καταφρονῆσαι, ἐξὸν, εἴπερ ἐβούλετο, σὺν ῥᾳστώνῃ πάσῃ λαβεῖν. ὁ μὲν οὖν μέγας δομέστικος τῇ τετάρτῃ τῆς μεγάλης 1.89 ἑβδομάδος ἐξῆλθε τῆς Κωνσταντίνου καὶ διέτριβε περὶ αὐτὴν, τοὺς στρατιώτας ἐκδεχόμενος καὶ τὰ χρήματα δῆθεν. κατὰ δὲ τὴν ἕκτην τῆς αὐτῆς καὶ ὁ πρωτοστράτωρ ἠνάγκαστο ἐξιέναι· οὐ μὴν ἐξῆλθεν, ἀλλὰ τό, τε ἀπαράσκευον αἰτιώμενος καὶ ἄλλας τινὰς αἰτίας συνείρων, ἐπηγγείλατο μετὰ τρίτην ἡμέραν καὶ αὐτὸς ἐξελθεῖν. τῇ δ' αὐτῇ τῆς μεγάλης ἑβδομάδος ἕκτῃ εὕρητο πρὸς τῇ κλίνῃ βασιλέως τοῦ νέου βιβλίον, τάδε ἔχον γεγραμμένα· ὡς, «ὁ μὲν γράψας ὁποῖος ἂν εἴη τις ἢ ὅ, τι ὀνομάζοιτο, οὐκ ἂν μάθοις ἐν τῷ παρόντι· λέγω μέντοι πρὸς ἀλήθειαν ὡς σήμερον ἐκπληροῦται τὸ εἰρημένον τό· ἐλήλυθεν ἡ ὥρα, ἵνα σκορπισθῆτε ἕκαστος καὶ ἐμὲ μόνον ἀφῆτε· συνετὸς δ' ὢν, οὐκ ἀγνοήσεις τὰ λεγόμενα δήπου.» ὃ μὲν οὖν ἐνόει τὸ γράμμα, τοῦτ' ἦν, ὅπερ καὶ αὐτὸς ἐστοχάζετο βασιλεὺς, ὡς ὁ τῶν περὶ αὐτὸν διασκεδασμὸς οὐδενὸς ἑτέρου χάριν, ἢ ὅπως αὐτὸς γένηται εὐεπιχείρητος, εἴη. τὸν μέντοι γεγραφότα καὶ ὕστερον ἐν τοῖς τῆς εἰρήνης καιροῖς πολλὰ ζητήσας ὁ βασιλεὺς, οὐκ ἔσχεν εὑρεῖν· ἐνομίσθη δ' ἐν τῷ μεταξὺ χρόνῳ ἀποθανεῖν. ἀλλὰ ταῦτα μὲν ὧδέ πῃ ἔσχεν. τοῦ δ' αὐτοῦ ἦρος, ἐννάτην ἄγοντος Ἀπριλλίου πρὸς ταῖς δέκα, ἰνδίκτου τετάρτης τοῦ ἐννάτου καὶ εἰκοστοῦ πρὸς τοῖς ὀκτακοσίοις καὶ ἑξακισχιλίοις ἔτους, μετὰ μέσας νύκτας, τοῦ πρὸς τὴν δευτέραν τῆς νέας ἑβδομάδος ἀνίσχοντος ἡλίου, τὰς πρὸς τὴν Γυρολίμνην λεγο 1.90 μένας ὑπανοίξας πύλας, ὡς πρὸς θήραν δῆθεν ὁ νέος ἐξῆλθε βασιλεὺς, ὀλίγους τινὰς τῶν οἰκετῶν ἐπαγόμενος, κύνας τε καὶ ὄρνεις ἠσκημένους θηρᾷν. ἦν δ' ἐξ ἔθους αὐτῷ τοῦτο ποιεῖν ὅτε βούλοιτο, καὶ διὰ τοῦτ' αἴσθησιν οὐδεμίαν οὐδὲ ταραχὴν ὁ δρασμὸς παρεῖχε. τοὺς δέ γε πλείους τῶν οἰκετῶν καὶ τῶν φίλων αὐταῖς σκευαῖς τῇ πρὸ τῆς δευτέρας διεσκεδασμένους κατὰ πάσας τὰς τῆς πόλεως πύλας ἐκέλευσεν ἐξελθόντας, ἐν ὡρισμένῳ τινὶ χωρίῳ συναθροιζομένους περιμένειν. οὗ δὴ καὶ γενόμενος καὶ τοῖς οἰκείοις συμμίξας, τῆς εἰς τὴν Ἀδριανοῦ πόλιν φερούσης εἴχετο, συνόντος καὶ πρωτοστράτορος. γενόμενος δὲ πρὸς τὸν Μέλανα καλούμενον ποταμὸν καὶ ἵππων πολλῶν ἀγέλας παρ' αὐτῷ νεμομένας εὑρών· ἦσαν δ' ἵπποι τῆς ἱδρυμένης ἐν Βυζαντίῳ στρατιᾶς καὶ τῶν ἄλλων συγκλητικῶν καὶ πολιτικῶν· οὐδὲν ἠθέλησεν ἀδικῆσαι, ἀλλὰ τοῖς τε συνεπομένοις ἀπεῖπε νεωτερίζειν μηδὲν, καὶ τοῖς ἱπποφορβοῖς ἐκέλευσε τοὺς ἵππους λαβόντας πρὸς τὴν πόλιν χωρεῖν, μὴ ταραχῆς τινος γενομένης διαρπασθῶσιν. ἐφεξῆς δὲ συνελθὼν καὶ τῷ μεγάλῳ δομεστίκῳ καὶ Συργιάννῃ, ὡς εἶχον ἤνυον τὴν ὁδόν· καὶ μετὰ μέσην τῆς μετὰ τὴν δευτέραν ἡμέρας, εἰς τὴν Ἀδριανοῦ φθάσαντες εἰσεληλύθασιν, ἡδέως ὑποδεξαμένων τῶν οἰκούντων