30
μέλιτος η τί λέοντος ἰσχυρότερον;" ὠργίσθη ουν ὁ Σαμψών, καὶ τοῖς μὲν νεανίσκοις εδωκεν α ὑπέσχετο, τὸν δὲ γάμον ἀπείπατο. καὶ εδωκεν ἑτέρῳ τὸ γύναιον ὁ πατήρ. πα1.75 ροξυνθεὶς δὲ ὁ Σαμψὼν διὰ τοῦτο, καὶ συλλαβὼν τριακοσίας ἀλώπεκας, λαμπάδας ἡμμένας ταῖς οὐραῖς ἐκείνων προσέδησε καὶ ταῖς τῶν Παλαιστηνῶν ἐπαφῆκεν ἀρούραις θέρους ἐνισταμένου, καὶ ουτω τὰ σφῶν κατέκαυσε λήια καὶ τὰς ἀμπέλους. Παλαιστηνοὶ δ' ἀντὶ τούτων τὴν γενομένην αὐτοῦ γυναῖκα καὶ τοὺς αὐτῇ προσήκοντας ἐνέπρησαν καὶ κατέκαυσαν. Σαμψὼν δὲ πολλοὺς ἀποκτείνας τῶν ἀλλοφύλων ἐν πέτρᾳ ἐκάθισεν, οἱ δὲ κατὰ τῶν ̓Ισραηλιτῶν ἐξεστράτευσαν λέγοντες "εἰ βούλεσθε ἀναίτιοι ειναι, δότε ἡμῖν τὸν Σαμψὼν ὑποχείριον." καὶ ἀπῆλθον ἐπὶ τὴν πέτραν ὁπλῖται τρισχίλιοι. καταβὰς δὲ Σαμψὼν ἑκὼν τοῖς φυλέταις παρέδωκεν ἑαυτόν, κἀκεῖνοι δεδεμένον παρέδωκαν τοῖς Παλαιστηνοῖς. ὁ δὲ διαρρήξας τὰ δεσμὰ καὶ ονου σιαγόνα ἐκεῖ που ἐρριμμένην ἁρπάσας χιλίους τῶν ἀλλοφύλων ἀπέκτεινεν ἐν αὐτῇ, τοὺς δ' αλλους ἐτρέψατο. οθεν Σιαγὼν ἐξ ἐκείνου ὁ τόπος ἐκλήθη. ειτα ἐδίψησεν ὡς ἐκλείπειν ἀπὸ τῆς δίψης, καὶ εκλαυσε δεόμενος τοῦ θεοῦ. ὁ δὲ θεὸς πηγὴν υδατος ἀνῆκεν ἀπὸ τοῦ ῥήγματος ο τὴν σιαγόνα ῥίψας κατὰ γῆς πεποίηκεν ὁ Σαμψών. καὶ ἀπῆλθεν εἰς Γάζαν. ἐνήδρευσαν δὲ αὐτῷ οἱ Γαζαῖοι, καὶ ινα μὴ λάθῃ αὐτοὺς ἐξιών, τὰς πύλας τῆς πόλεως εκλεισαν. ὁ δὲ περὶ μέσας νύκτας ἀναστὰς τάς τε πύλας καὶ τὰς φλιὰς αὐτῶν καὶ τὰς παραστάδας ἐπωμισάμενος εἰς τὴν τοῦ ορους ἀνήνεγκε κορυφὴν κἀκεῖσε κατέθετο. ἐρασθεὶς δ' ἑταίρας Παλαιστηνῆς ∆αλιδᾶς καλουμένης συνῆν αὐτῇ. καὶ οἱ προύχοντες τῶν ἀλλοφύλων πολλὰ τῇ γυναικὶ ἐπηγγείλαντο, εἰ μάθοι παρὰ τοῦ Σαμψὼν τί τὸ αιτιον αὐτῷ τῆς δυνάμεως καὶ ἀπαγγείλαι αὐτοῖς. ἡ δὲ ποικίλως μετῄει τὸν ανδρα ζητοῦσα γνῶναι οθεν αὐτῷ ἡ τοσαύτη 1.76 ἰσχύς, ἐκεῖνος δὲ αλλοτε αλλας πλαττόμενος αἰτίας τῇ γυναικὶ ελεγε. καὶ ἡ γυνὴ πειρωμένη τῶν λόγων ἀπάτας αὐτοὺς ευρισκεν. ἐγκειμένης δὲ καὶ δεομένης θερμότερον, τὸ κρύφιον αὐτῇ ἀνεκάλυψε, κατ' ἐντολὴν εἰπὼν τοῦ θεοῦ τὴν κόμην τρέφειν, ἐντειλαμένου μὴ κείρειν αὐτήν, καὶ ἐν ταύτῃ προσεῖναι αὐτῷ τὴν ἰσχύν. κείρει τὴν κόμην κοιμωμένου αὐτοῦ ἡ γυνὴ καὶ παραδίδωσι τοῖς ἐναντίοις αὐτὸν ἀσθενῆ. ἐκκόπτουσιν ἐκεῖνοι τὰ ομματα τοῦ ἀνδρός, καὶ ὁ πρὶν φοβερὸς εἰς παίγνιον κατέστη αὐτοῖς. προϊόντος δὲ τοῦ καιροῦ ηυξετο αυθις ἡ κόμη αὐτῷ καὶ ἡ ἰσχὺς ἐπανήρχετο. πότου δὲ τοῖς Παλαιστηνοῖς οντος, καὶ τῶν ἀρχόντων καὶ μεγιστάνων εὐωχουμένων ὁμοῦ ἐν οικῳ κίοσιν ἀνεχομένῳ, ηχθη καὶ ὁ Σαμψὼν παιχθησόμενος, καὶ παιδάριον ἐχειραγώγει αὐτόν. συνήχθη δὲ παρὰ τὸν οικον πλῆθος ἀνδρῶν τε καὶ γυναικῶν ὡσεὶ τρισχίλιοι, ιν' ὁρῷεν τὸν Σαμψὼν παροινούμενον. ὁ δὲ παιζόμενός τε καὶ ῥαπιζόμενος λέγει τῷ χειραγωγοῦντι αὐτόν "ἐπάγαγέ με πρὸς τοὺς κίονας, ὡς αν αὐτοῖς ἐπιστηριχθῶ δεόμενος ἀναπαύσασθαι." δραξάμενος δὲ τῶν δύο κιόνων ἐπικατέσεισεν ἑαυτῷ τὸν οικον, καὶ αὐτός τε καὶ οἱ ἐν τῷ οικῳ πάντες ἀπώλοντο. καὶ τῷ μὲν τοιοῦτον τέλος ἐγένετο, ἐπὶ εικοσιν ετη κρίναντι τὸν τῶν ̔Εβραίων λαόν. Οὐκέτι δὲ κριταὶ ηγον τὸν ̓Ισραήλ, ἀλλ' ὁ ἀρχιερεὺς ̓Ηλεὶ προέστη αὐτῶν· ἐφ' ου λιμὸς γέγονε, καί τις ἀνὴρ ἐκ Βηθλεὲμ ̓Αβιμέλεχ καλούμενος σὺν τῇ γυναικὶ καὶ δύο υἱοῖς διὰ τὸν λιμὸν εἰς τὴν Μωαβῖτιν 1.77 μεταναστεύει. αγεται ουν τοῖς υἱοῖς γαμετὰς Μωαβίτιδας. ἐν δέκα μέντοι ἐνιαυτοῖς ο τε ̓Αβιμέλεχ καὶ οἱ παῖδες αὐτοῦ τεθνήκασι, καὶ κατελείφθησαν χῆραι η τε Νοεμὶν ἡ συνοικοῦσα τῷ ̓Αβιμέλεχ καὶ αἱ γυναῖκες αμφω τῶν παίδων αὐτοῦ, ̓Ορφά τε καὶ ̔Ρούθ. ἡ Νοεμὶν δὲ εἰς τὴν πατρίδα ὑπέστρεψε, τῶν δέ γε νυμφῶν αὐτῆς ἡ μὲν ̓Ορφὰ παρακληθεῖσα παρὰ τῆς πενθερᾶς εμεινε παρὰ Μωαβίταις, ἡ δὲ ̔Ροὺθ σὺν τῇ Νοεμὶν ἀπελήλυθε. καὶ ηδη παραγενομένας εἰς Βηθλεὲμ ξενίζει Βοόζ, ̓Αβιμέλεχ ων συγγενής. προσαγορευομένη δὲ παρὰ τῶν πολιτῶν ἐξ ὀνόματος ἡ γυνή "μή με Νοεμίν" ελεγεν "ἀλλὰ Μάραν καλεῖτε," Νοεμὶν δὲ εὐτυχίαν δηλοῖ, Μάρα δὲ ὀδύνην καὶ πικρασμόν· "πλήρης γὰρ πορευθεῖσα κενὴ ὑπενόστησα." ἀμήτου δὲ