30
Αλογοι. ἐρανισταὶ, οἱ μήπω ἐξειλεχότες τὸ ἐπιβάλλον αὐτοῖς. ̓Αλλοδαπήσ. ὁ ξένος, ἀπὸ αλλου δαπέδου. ̓Αλοητόσ. ὁ καιρὸς τοῦ θέρους. ̓Αλλοθρόουσ. ἀλλοφώνους. ̓Αλλοπρόσαλλοσ. εὐμετάβλητος, ἀνάρμοστος. Αλλοσ. ἀντὶ τοῦ ετερος. -∆ιῒ δ' ἡμεῖς οισομεν αλλον. Αλλοσ. προσώπου σημαντικὸν εστιν ηγουν ὑποστάσεως. οιον αλλος καὶ αλλος, Παῦλος. αλλο δὲ τὴν κατὰ φύσιν διαφορὰν σημαίνει. οιον· αλλο ανθρωπος καὶ αλλο ιππος. τὸ δ' ἀλλοῖον ἐπὶ τῶν κατὰ συμβεβηκὸς διαφορῶν τίθεται· τὸ γὰρ ἀλλοῖον ποιεῖ. Αλλος αλλον. ἀντὶ τοῦ ἀλλήλους. ̓Αλλότριοσ. ξένος. ἀλλοόριος, καὶ κατὰ συγκοalpha.122 πὴν ἀλλόριος, *ὁ αλλων ὁρίων ὑπάρχων. καὶ κατὰ πλεονασμὸν τοῦ ˉτ ἀλλότριος.* Αλλοσ. ἀπὸ τοῦ αλαλος καὶ συγκοπῇ αλλος· ἀναιρετικὸν γάρ ἐστι τῶν ὡρισμένων προσώπων. οιον· αλλος, οὐκ ἐγὼ, αλλος, οὐ σύ. ἰστέον, οτι τὸ αλλος κλητικὸν οὐκ εστιν, οιον αλλε, ἡ γὰρ φύσις τῆς κλίσεως μάχεται τῷ σημαινομένῳ τοῦ ὀνόματος. ἡ γὰρ κλητικὴ πρὸς παρόν ἐστι πρόσωπον καὶ γνωριζόμενον· τὸ δὲ αλλος ἀγνοούμενόν ἐστι καὶ ἀπόν. ὁμοίως καὶ αἱ κλητικαὶ τῶν πυσμάτων, τοῦ· ποῖος· τίς· πόσος· ἐκλελοίπασιν, ἐπειδὴ τὰ πύσματα περὶ ἀπόντων καὶ ἀγνοουμένων γέγονε προσώπων, αἱ δὲ κλητικαὶ παρόντων εἰσὶ καὶ ἐγνωσμένων προσώπων κλίσεις. Αλλοσ. ονομά ἐστιν ἀντωνυμία. *εἰσὶ μὲν τινὲς λόγοι, μὴ ελκοντες αὐτὸ ειναι ἀντωνυμία καὶ μὴ ονομα.* ἐπειδὴ ον τρόπον τὸ ἐκεῖνος καὶ ουτος ποιοῦσι τὰ οὐδέτερα αὐτῶν ἀποβολῇ τοῦ ˉς, ἐκεῖνο καὶ τοῦτο, τὸν αὐτὸν τρόπον καὶ τὸ αλλο ἀποβολῇ τοῦ ˉν ποιεῖ τὸ οὐδέτερον, σεσημειωμένον τὸ αλλο καὶ τοῦτο, καὶ τὰ ομοια. ετερος δὲ λόγος τοῦ μὴ ειναι ἀντωνυμίαν, ἀλλ' ονομα. ἡ γὰρ ἀντωνυμία ἀντὶ ὀνόματος παραλαμβάνεται. τὸ δὲ αλλος ἀόριστον, διότι καὶ ˉγ καὶ ˉβ. τὸ ἐκεῖνος καὶ ουτος καὶ τὰ λοιπὰ η δεῖξιν σημαίνει, η ἀναφοράν· τὸ δὲ αλλος ουτε δεῖξιν σημαίνει, ουτε ἀναφορὰν, καὶ εστιν ονομα. ̔Αλμυρόσ. ὡς τὸ τόλμη τολμηρὸς, ουτω καὶ αλμη ἁλμυρός. καὶ ὡς τηρὸς, τύρος. κυρίως δὲ τίθεται ἡ λέξις ἐπὶ τῶν αλας μυρωμένων ποταμῶν, ο ἐστιν ἐκχεομένων. ̓Αλοιμόσ. ἡ ἐπάνω τῆς τοῦ θαλάμου γανώσεως ἐνιεῖσα ἐπάλειψις, καθάπερ πετάλωσις alpha.123 ουσα ἐν αὐτῷ. ὡς ουν λείπω λοιμὸς, ουτω ἀλείφω αλοιμος. Αλπισ. ορος μέγα τῆς Εὐρώπης, ἀφ' ου ῥεῖ ὁ Ιστρος· καὶ αλλο δυτικώτερον, ἀφ' ου ῥεῖ ὁ ̔Ρῆνος ποταμός. Αλπις δὲ λέγεται ἀπὸ τινὸς Αλπιος, ὑπὸ τοὺς τόπους ἀνῃρημένου· η παρὰ τὸ αλτον, ο σημαίνει τὸν ὑψηλόν. Αλασ. ἡ θάλασσα. παρὰ τὸ αλες, τὸ συνεστραμμένον καὶ ἠθροισμένον. ̓Αλιάτησ. Λυδῶν βασιλεὺς, ος ην τὰ πολέμια γενναῖος. τινὲς δύο ˉτˉτ γράφουσι τὸ ̓Αλιάττης. ὁ οἰκήτωρ ̓Αλιαττηνός. καὶ ̓Αλιάτα χώρα Βιθυνίας ἀπὸ ̓Αλιάττου. ̓Αλύδενοσ. ὁ κακὸς ανεμος. ̓Αλύδιμοσ. ὁ οἰκουρός. ̓Αλφειόσ. ποταμὸς τῆς ̓Αρκαδικῆς πόλεως, η κατὰ τὴν Πελοπόννησον κεῖται. ̓Αλφιτεῖσ. οἱ τὰ αλφιτα ποιοῦντες. ουτως ̔Υπερίδης. ̓Αλφόσ. πάθος τὶ, παρὰ τὸ ἐναλλάσσειν τὴν χροίαν. ἀλλόφος τὶς ων, ὁ ἀλλοιοφανὲς τὸ χρῶμα ποιῶν. ̓Αλωπόχρουσ. ὁ πολιός. Ἀλώβητοι. ἀνύβριστοι, ἀβλαβεῖς, ἀμώμητοι. ̓Αλωτόσ. χειρωτός. ̓Αλφόσ. πάθος τὶ λευκόχρουν. ̓Αλιτρόσ. ὁ ἁμαρτωλός. ̓Αλφειόσ. ὁ ἐν Ηλιδι ποταμός. παρὰ τὸ τοὺς ἀλφοὺς θεραπεύειν. η παρὰ τὸ αλφειν, ο ἐστιν ὠφελεῖν· ὠφέλιμον γὰρ αὐτοῦ τὸ υδωρ. τὰ διὰ alpha.124 τοῦ εἰς ˉοˉς τρισύλλαβα ἐπὶ ποταμῶν ὀξύτονα οντα δίφθογγον εχει, οιον· Πηνειὸς, Σπερχειός. πρόσκειται ὀξύτονα, διὰ τὸ Μηνιός. γράφεται γὰρ διὰ τοῦ ˉι τρισύλλαβα διὰ τὸ Σαγγάριος. ̓Αλαζόνασ. τοὺς ἐφ' οις οὐκ εχουσιν αὐχοῦντας, ὡς εχοντας. ουτως Παῦλος ὁ ̓Απόστολος. ̓Αλλοτριοεπίσκοποσ. ὁ τὰς ἑαυτοῦ ἁμαρτίας ἀφεὶς, τὰς δὲ τῶν ἑτέρων περιεργαζόμενος. (Θηλυκόν.) ̓Αλαβαστροθήκη. μυροθήκη. ̓Αλάβανθα. πόλις Καρίας. ̓Αλβανία. χώρα. ̓Αλάκατος καὶ ἠλάκατος καὶ ἠλακάτη. παρὰ τὸ αζω, αξω, γίνεται ονομα ῥηματικὸν ἀκτὸς, τὸ θηλυκὸν ἀκτὴ, καὶ πλεονασμῷ τῆς ˉαˉλ συλλαβῆς, ωσπερ ειωθε, γίνεται ἀλακάτη, ἡ αγουσα τὸ εριον η λίνον. ̓Αλαζονεία. εξις προσποιητικὴ τῶν μὴ ὑπαρχόντων. ̓Αλγεινή. ἡ χαλεπή. ̓Αλαοσκοπιή. ἡ τύφλωσις.