ΤOΥ AΓIOΥ IOΥΣΤIΝOΥ ΦIΛOΣOΦOΥ ΚAI ΜAΡΤΥΡOΣ AΝAΤΡOΠH ∆OΓΜAΤΩΝ ΤIΝΩΝ AΡIΣΤOΤEΛIΚΩΝ.

 Καὶ περὶ τούτων πάντες οἱ παρὰ τοῦ θεοῦ πρὸς πάντας ἀν θρώπους ἀποσταλέντες προφῆται ταὐτὰ φρονοῦντες διετέ λουν, καὶ διαφωνία ἐν αὐτοῖς γέγονεν οὐδεμ

 θετον, κατὰ σύνθεσιν ἀνάγκη γίνεσθαι· ἀλλ' εἰ ὁ τρόπος τῆς κατὰ σύνθεσιν γενέσεως πάσῃ γενέσει ἁρμόττει, περιττῶς τῶν ἄλλων τῆς γενέσεως τρόπων διέστα

 ἐστιν ἕτερον παρὰ τὴν ἀναίρεσιν παντὸς τοῦ ὄντος, ἔχουσα δὲ ταύτην ἡ ὕλη, πῶς οὐκ ἀνῄρηται αὐτῆς καὶ τὸ εἶναι αὐτὴν ὕλην Ἔτι εἰ ἀπόντος τοῦ εἴδους τῆ

 παρουσίᾳ αὑτῆς καὶ τῇ ἀπουσίᾳ, ἔσονται ἄρα αἱ ἀρχαὶ ὑπ' ἀλλήλων γιγνόμεναί τε καὶ ἀναιρούμεναι καὶ οὐκ ἀΐδιοι· τὸ γὰρ ἀΐδιον παρουσίας τινὸς καὶ ἀπουσ

 ·ηθέντος περὶ τῶν παρ' Ἕλλησι φιλοσόφων, ὡς κατὰ τὴν ἀποδεικτικὴν ἐπιστήμην περὶ τῶν ὄντων τοὺς λόγους μὴ πεποιηκότων, ἀλλ' εἰκασμῷ τὸ δοκοῦν διορισαμ

 ζῶον, τῇ δὲ γενέσει τοῦ ἁπλῶς ζώου τὸ ὑποκείμενον οὐκ ἦν σπέρμα, πῶς οὐκ ἔστι παρὰ φύσιν γιγνόμενον τὸ ζῶον ἐκ μὴ ζώου Eἰ πρὸ τοῦ γενέσθαι τὸ γιγνόμε

 καὶ στερεῖται μὲν ἡ ὕλη τοῦ τινὸς εἶναι ὕλην, τοῦ δὲ εἶναι αὐτὴν ὕλην οὐ στερεῖται, ἔσται ἄρα ἡ ὕλη ὂν καὶ οὐκ ὄν, ὂν μὲν διὰ τὸ εἶναι αὐτὴν ὕλην, οὐκ

 ρησις Eἰ, ὅτε πάρεστι τὸ εἶδος, τότε ἡ στέρησις οὐχ ὑπομέ νει, δῆλον ὅτι μὴ παρόντος τοῦ εἴδους ὑπομένει ἡ στέρησις. Πῶς οὖν οὐκ ἔστιν ἄτοπον τὸ λέγε

 αὐτὴν ἔχει καὶ τὸ ἀϊδίως ἀγένητον πρὸς τὸ γενέσθαι τι ἐξ αὐτοῦ κατὰ φύσιν καὶ κατὰ τέχνην. Πῶς οὖν ἐκ μὲν τοῦ ἀϊ δίως ἀγενήτου ἠδυνήθη ὁ θεὸς ποιῆσαί

 καὶ μεταβολῆς, ἄλλον δὲ τρόπον ἡ μορφὴ καὶ τὸ εἶδος τὸ κατὰ τὸν λόγον. Ὥσπερ γὰρ τέχνη λέγεται τὸ κατὰ τὴν τέχνην καὶ τὸ τεχνικόν, οὕτω καὶ φύσις τὸ κ

 ὑπέβαλε τῇ γενέσει οὐ μόνῃ τῇ αὐτομάτῳ, ἀλλὰ καὶ τῇ διὰ νοῦ τε καὶ φύσεως· ὅπερ ἐστὶ προδήλως ἄτοπον, τὸ τὸν εἰ ληφότα διὰ νοῦ τε καὶ φύσεως τὴν κατ'

 νατόν, ἐστὶ δὲ τῶν ἀδυνάτων τὸ μέλλον ἔσεσθαι ἀγένητον εἶναι, ἄναρχόν τε καὶ ἀτελεύτητον, ἔχον τε καὶ περιέχον ἐν ἑαυτῷ τὸν ἄπειρον χρόνον, ἔσται ἄρα

 Ὅτι δέ, εἰ μή ἐστιν ἄπειρον οὐδαμῶς, πολλὰ ἀδύνατα συμβαίνει, δῆλον· τοῦ τε γὰρ χρόνου ἔσται τις ἀρχὴ καὶ τε λευτή, καὶ τὰ μεγέθη οὐ διαιρετὰ εἰς μέγε

 μέν ἐστιν, ἐνεργείᾳ δὲ οὔ· ἀλλ' ἀεὶ ὑπερβάλλει τὸ λαμβα νόμενον παντὸς ὡρισμένου πλήθους. Ἀλλ' οὐχ ὁριστὸς οὗτος ὁ ἀριθμός, οὐδὲ μένει ἡ ἀπειρία ἀλλὰ

 προνοίας δεύτερος· εἰ δὲ ἀγενήτως τε καὶ ἀνάρχως ἐστὶν ὁ τόπος ὅ ἐστι καὶ ἔχει ὃ ἔχει, ἀγένητος ἄρα ὁ τόπος καὶ πρῶτος τῶν ἐν τόπῳ πάντων, ἐν οἷς ἐστι

 ποῦ τῷ ἐν τόπῳ Καὶ εἰ μὴ ἅπαν ἐν τόπῳ τὸ ὄν, πῶς οὐκ ἔσται ταὐτὰ τῷ μὴ ὄντι τινὰ τῶν ὄντων, εἴ γε τὸ μὴ εἶναι ἐν τόπῳ κοινόν ἐστιν ἀμφοτέρων Καὶ εἰ

 γεγονέναι. Oἷς τὸ γενητὸν καὶ τὸ γεγονέναι πρόσεστι, τούτων ἐξ ἀνάγκης τὸ ἀΐδιόν τε καὶ ἄναρχον καὶ τὸ ἄπειρον ἄπεστιν. λδ. Ἐκ τοῦ αὐτοῦ λόγου. Τότε φ

 λη. Ἐκ τοῦ αὐτοῦ λόγου. Ὅσα μήτε κινεῖται μήτε ἠρεμεῖ, οὐκ ἔστιν ἐν χρόνῳ· τὸ μὲν γὰρ ἐν χρόνῳ εἶναι ἐστὶ τὸ μετρεῖσθαι χρόνῳ, ὁ δὲ χρόνος κινήσεως κα

 νεσθαι χρόνος, οὕτως γέγονε καὶ ὁ παρελθών. Ἀλλ' ὁ μέλλων γίνεσθαι χρόνος, ὥσπερ τὴν μέλλουσαν γένεσιν ἔχει, οὕτως καὶ τὴν ἀρχήν· καὶ ὥσπερ οὐδὲν τοῦ

 εἶναι εὐθεῖαν. Aἱ ἀρχαὶ τῶν κατὰ φύσιν ἀεὶ γινομένων ἀΐδιοι εἶναι οὐ δύνανται. Eἰ γὰρ ἣν ἔχουσι φύσιν ταύτην μεταδιδόασι τοῖς ἐξ αὐτῶν γιγνομένοις, γε

 Τὸ δὲ ἐφ' ἑνὸς μὲν ὁτουοῦν τῶν γιγνομένων οὕτως ἔχει, ἀλλ' ἕτερον ἀναγκαῖον πρότερόν τι κινεῖσθαι τῶν γιγνο μένων, ὂν αὐτὸ καὶ μὴ γιγνόμενον, καὶ τούτ

 καθ' ἣν τὰ μὲν ὑπὲρ τὴν φύσιν γέγονε, τὰ δὲ κατὰ φύσιν. Eἰ ἔστιν ἀγένητον τὸ πρότερον καὶ ὕστερον, ἔσται ἄρα ὅτε τὸ ἀγένητον οὐκ ἀγένητον· ὅπερ ἐστὶν

 γομεν, οὗ μή ἐστιν ὑπόδεσις. Ὁ δὲ θεὸς καὶ ἡ φύσις οὐδὲν μάτην ποιοῦσιν. Eἰ ἦσαν ἐν φορᾷ σωμάτων κινήσεις ἐναντίαι, ἢ ἴσαι κατὰ τὴν ἀντιπερίστασιν κωλ

 κόσμους γενέσθαι ἐξ αὐτῆς, ἀλλ' εἰς γένεσιν ἑνὸς κόσμου ἀναλωθεῖσα ἄκοντα τὸν θεὸν ἔπαυσε τοῦ ποιεῖν πλείονας κόσμους να. Ἐκ τοῦ αὐτοῦ λόγου. Ὁ δὲ οὐ

 καὶ λόγον ἔνυλον ἐν τῇ ὕλῃ, δι' ὃν ἕτερον τὸ οὐρανῷ εἶναι τῷ τόδε οὐρανὸν εἶναι Eἰ οὐ δύναται ὁ οὐρανὸς ποιῆσαι τῇ βουλήσει ἃ ποιεῖ τῇ κινήσει, πῶς θ

 ληλα. Νῦν δὲ τοσοῦτόν ἐστι δῆλον, διὰ τίνα αἰτίαν πλείω τὰ ἐγκύκλιά ἐστι σώματα, ὅτι ἀνάγκη γένεσιν εἶναι, γέ νεσιν δέ, εἴπερ καὶ πῦρ, τοῦτο δὲ καὶ τὰ

 καὶ τὸ συμβαῖνον ἐν τοῖς κατὰ προαίρεσιν γινομένοις δεύ τερόν ἐστι τῆς προαιρέσεως), πῶς ὑπάρχει ἐν τοῖς ἀϊδίοις τὸ εἶναι τόδε τι διὰ τὸ εἶναι ἄλλο τό

 ταὐτομάτου ἐνδέχεται ἐν τοῖς ἀϊδίοις εἶναι, ὁ δὲ οὐρανὸς ἀΐδιος καὶ ἡ κύκλῳ φορά, διὰ τίνα ποτὲ αἰτίαν ἐπὶ θάτερα φέρεται, ἀλλ' οὐκ ἐπὶ θάτερα Ἀνάγκη

 αὐτὸ πάσχειν. Ταῦτα μὲν οὖν αὐτὰ ἐκθερμαίνεται διὰ τὸ ἐν ἀέρι φέρεσθαι, ὃς διὰ τὴν πληγὴν τῇ κινήσει γίνεται πῦρ· τῶν δὲ ἄνω ἕκαστον ἐν τῇ σφαίρᾳ φέρε

 φύσιν ἐκινεῖτο κίνησιν ἣν νῦν κινεῖται, πῶς οὐ μάτην ἐνεδέθη τῇ σφαίρᾳ Eἰ δὲ μὴ ταύτην ἐκινεῖτο κατὰ φύσιν, ἀλλ' ἑτέ ραν παρὰ ταύτην εἴτε τῷ ποσῷ εἴτ

 ἀεί Eἰ τοῖς ἀεὶ κινουμένοις ὡς ἁρμόδιον ἐδόθη τὸ σφαιρι κὸν σχῆμα, πῶς τῶν ἐχόντων τὸ σφαιρικὸν σχῆμα τὸ μὲν κινεῖται ἀεὶ ὡς ὁ οὐρανός, τὸ δὲ ἀεὶ ἠρε

 καὶ ἔχουσιν ἃ ἔχουσιν Eἰ οὐκ ἐχρῆν κινεῖσθαι τὰ ἄστρα, διὰ τί ὅλως κινοῦνται δι' ἑτέρων Eἰ δὲ ἐχρῆν κινεῖσθαι, διὰ τί μὴ δι' ἑαυτῶν κινοῦνται ἀλλὰ δ

 χείου παρὰ τὰ ἐνταῦθα ποτὲ δὲ ἐκ τῶν αὐτῶν στοιχείων, πῶς οὐκ ἔστι θατέρως ψευδόμενος ξγ. Ἐκ τοῦ αὐτοῦ λόγου. Περὶ μὲν οὖν τοῦ πρώτου τῶν στοιχείων ε

 καὶ αἱ πλίνθοι. Τοίνυν τῆς ὕλης οὐκ οὔσης οὐσίας, τίς ἐστιν ὁ ποιήσας ἐξ αὐτῆς τὰ γεγονότα ἐξ αὐτῆς, τῆς φύσεώς τε καὶ τέχνης ἀδυνατούσης ποιεῖν τι ἐκ

 βολή, ἀλλὰ εἰς τὸ ἐναντίον ἐν τῷ αὐτῷ γένει, οἷον ἐν τῇ ποιότητι οὐ γίνεται μεταβολὴ ἐκ τοῦ λευκοῦ εἰς τὸ μέγα ἀλλ' εἰς τὸ μέλαν, κατὰ τί οὖν μεταβάλλ

αὐτὸ πάσχειν. Ταῦτα μὲν οὖν αὐτὰ ἐκθερμαίνεται διὰ τὸ ἐν ἀέρι φέρεσθαι, ὃς διὰ τὴν πληγὴν τῇ κινήσει γίνεται πῦρ· τῶν δὲ ἄνω ἕκαστον ἐν τῇ σφαίρᾳ φέρεται, ὥστε αὐτὰ μὲν μὴ ἐκπυροῦσθαι, τοῦ δὲ ἀέρος ὑπὸ τὴν τοῦ κυκλι κοῦ σώματος σφαῖραν ὄντος ἀνάγκη φερομένης ἐκείνης θερ μαίνεσθαι, καὶ ταύτην μάλιστα ᾗ ὁ ἥλιος τυγχάνει ἐνδεδε μένος. ∆ιὸ δὴ πλησιάζοντός τε αὐτοῦ καὶ ἀνίσχοντος καὶ ὑπὲρ ἡμᾶς ὄντος γίνεται θερμότης. Ὅτι μὲν οὖν οὔτε πύρινά ἐστιν οὔτε ἐν τῷ πυρὶ φέρεται, ταῦθ' ἡμῖν εἰρήσθω περὶ αὐτῶν. Eἰ ἐκ τῆς αὐτῆς ὕλης, ἐξ ἧς ἐστιν ὁ οὐρανός, ἐκ ταύ της ἐστὶ καὶ τὰ ἄστρα, πῶς οὐκ ἔστι ψευδὲς τὸ Ἐκ πάσης γέγονε τῆς ὕλης ὁ οὐρανός, καὶ τὸ Πᾶσαν τὴν ὕλην περιεί ληφεν; Eἰ τὸ κινούμενον καὶ τῇ κινήσει θερμαντικὸν ἑτέρου γιγνόμενον, ἐὰν μὴ προηγουμένως αὐτὸ τῇ ἑαυτοῦ κινήσει θερμανθῇ, θερμαντικὸν ἑτέρου γενέσθαι οὐ δύναται, πῶς ἡ σφαῖρα καὶ τὰ ἐν αὐτῇ ἄστρα θερμαίνουσι τῇ ἑαυτῶν κινήσει τὸν ἀέρα, αὐτὰ μὴ θερμαινόμενα; Eἰ τὸ τῇ ἑαυτοῦ κινήσει θερμαντικὰς ἐνεργείας ἐκτελοῦν ἀνάγκη τοῦτο ἢ βαρύτητα ἔχειν ἢ κουφότητα, πῶς ὁ οὐρανὸς καὶ τὰ ἐν αὐτῷ ἄστρα μήτε βαρύτητα ἔχοντα μήτε κουφότητα τὰς θερμαντικὰς ἐκ τελεῖ ἐνεργείας; Eἰ τὰ τὴν αὐτὴν ἔχοντα κινητὴν οὐσίαν, τούτοις ἀνάγκη τὴν αὐτὴν καθ' αὑτὸ κινεῖσθαι κίνησιν καὶ μὴ κατὰ συμβεβηκός, πῶς οὐκ ἔστιν ὁ ἥλιος κατὰ συμβεβηκὸς κινούμενος, εἰ τῇ σφαίρᾳ ἐνδέδεται; Καὶ περὶ τῶν ἄλλων ἄστρων ὁ αὐτὸς λόγος, εἰ μὴ δι' ἑαυτῶν κινοῦνται τὰς κατὰ φύσιν αὑτῶν κινήσεις, ἀλλὰ διὰ τῶν σφαιρῶν αἷς εἰσιν ἐνδε δεμένα. Eἰ ἐκ τῆς αὐτῆς ὕλης ἐστὶν ὁ ἥλιος ἧς ἐστιν ὁ οὐρα νός, τῆς μήτε βαρύτητα μήτε κουφότητα ἐχούσης, καὶ σφαιρι κὸν ἔχει τὸ σχῆμα, ὥσπερ ἔχει καὶ ὁ οὐρανός, διὰ τί μὴ ὡσαύ τως κινοῦνται ἀμφότεροι ἢ κατὰ ἀντιμετάστασιν τῶν μερῶν ὥσπερ κινεῖται ὁ ἥλιος; Eἰ οὐδὲν παρὰ φύσιν ἐν τοῖς ἀϊδίοις, πῶς οὐκ ἔστι παρὰ φύσιν τὸ τὴν κίνησιν, ἣν ἔχει τις κατὰ φύσιν, ταύτην μὴ δι' ἑαυτοῦ κινεῖσθαι ἀλλὰ δι' ἑτέρου; Κι νοῦνται γὰρ ὅ τε ἥλιος καὶ τὰ ἄστρα οὐ δι' ἑαυτῶν, ἀλλὰ διὰ τῶν σφαιρῶν ἐν αἷς εἰσιν ἐνδεδεμένοι. Eἰ, ὥσπερ τὰ γενητὰ κατὰ λόγον ἐστὶν ὃ γέγονεν, οὕτως καὶ τὰ ἀγένητα κατὰ λόγον ἐστὶν ὅ ἐστιν, ὕστερα ἄρα τοῦ λόγου τὰ ἀγένητα. Eἰ δὲ τοῦτο ἀδύνατον, οὐκ ἄρα κατὰ λόγον ἐστὶ τὰ ἀγένητα. Μὴ ὄντων δὲ αὐτῶν κατὰ λόγον, πῶς ἕκαστον αὐτῶν χρειωδῶς ἐστιν ὅ ἐστι καὶ ἔχει ὃ ἔχει καὶ ποιεῖ ὃ ποιεῖ; Τὰ γὰρ χρειω δῶς ὄντα λόγου τε καὶ προνοίας ἐστὶν ἔργα. Eἰ ἀκολουθεῖ τοῖς γενητοῖς τὸ ἐκ λόγου εἶναι καὶ ὕλης, οὐκ ἄρα ἐκ λόγου καὶ ὕλης τὰ ἀγένητα. Πῶς οὖν ἀγένητα ὅ τε οὐρανὸς καὶ τὰ ἐν αὐτῷ πάντα καὶ ἔστιν ἐκ λόγου καὶ ὕλης; Eἰ, καθὰ εἶπεν ὁ Ἀριστοτέλης, ἐν τοῖς ἀϊδίοις οὐδὲν μάτην οὐδὲ παρὰ φύσιν, πῶς ἀφ' ὧν εἶπε περὶ τῆς τοῦ ἡλίου κινήσεως συμβαίνει τῷ ἡλίῳ ἀμφότερα, καὶ τὸ μάτην καὶ τὸ παρὰ φύσιν; Eἰ γὰρ τοῦ ἡλίου τῇ κινούσῃ αὐτὸν σφαίρᾳ μὴ ἐνδεδεμένου τὴν αὐτὴν κατὰ