ται ὡς ὑπερηφανείας ποιητικόν, ταπεινοφροσύνη δὲ καὶ ἐπιεί κεια τοῖς ταῦτα εἰληφόσιν ὑπὸ τῆς θείας γραφῆς παραδέδο ται, πῶς οὐκ ἀνωφελῆ αὐτοῖς τὰ δωρήματα, αἴσθησιν ἐπὶ τοῦ παρόντος ἐκείνοις τοῦ οἰκείου καλοῦ παρασχεῖν μὴ δυνάμενα; Ἀπόκρισις. Τὸ χαίρειν ἐπὶ τοῖς χαρίσμασι μετὰ τῆς ὑπερηφανείας ἀπαγορεύει ὡς ἀναιρετικὸν τοῦ χαίρειν καλῶς, τὸ χαίρειν δὲ ἐπὶ τοῖς χαρίσμασι μετὰ τῆς ἐπιεικείας οὐ μόνον οὐκ ἀπο τρέπει, ἀλλὰ τοὐναντίον ἐπὶ τὴν τοιαύτην χαρὰν καὶ ἐπιτρέπει ποτὲ μὲν λέγων ὁ σωτήρ· Χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς· ποτὲ δὲ ὁ ἀπόστολός φησιν· Ἀδελ φοί, χαίρετε ἐν κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε· τὸ ἐπιει κὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις· τῷ διπλασιασμῷ τοῦ χαίρετε τὴν ἐπίτασιν τῆς χαρᾶς ἐμφαίνων. Oὔτε οὖν ἡ χαρὰ ἀναιρεῖ τὴν ἐπιείκειαν, οὔτε ἡ ἐπιείκεια ἀναιρεῖ τὴν αἴσθησιν τῆς χαρᾶς, ἀλλὰ δι' ἑκατέρας ἑκατέρα φυλάττεται. Ἐρώτησις οα. Ἐπειδή τινες περὶ τῆς τοῦ κόσμου συστάσεως ἔφασαν στοχαζόμενοι ὡς ἑξακισχίλια μόνα ἔτη συστήσεται, εἰ ἀληθὲς τοῦτο δι' ὑποδειγμάτων ἐναργῶν δείκνυται, εἰ δὲ ἐκ τῆς θείας γραφῆς, καὶ εἰ ἄδηλον, μάθωμεν. Ἀπόκρισις. Ἔνεστι διὰ πολλῶν γραφικῶν φωνῶν τεκμήρασθαι ἀλη θεύειν τοὺς λέγοντας ἑξακισχίλια ἔτη εἶναι τὸν χρόνον τῆς παρούσης τοῦ κόσμου συστάσεως, ποτὲ μὲν λέγουσα· Ἐπ' ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ· ποτὲ δέ· Eἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησε· ποτὲ δέ· Ὅτε ἦλθε τὸ πλήρωμα τοῦ χρόνου. Πᾶσαι δὲ αἱ τοιαῦται φωναὶ ἐν τῇ ἕκτῃ ἐῤῥήθησαν χιλιάδι. Ἐρώτησις οβ. Eἰ τότε ἄφθονος δείκνυται ἕκαστος, ὅτε ὅπερ ἐπίσταται ἢ καὶ δύναται καλὸν ποιεῖν τοῖς πλησίον χαρίζεται, πῶς οὐ φθονερὸς ὁ θεός, πάντας δυνάμενος ποιῆσαι θεοὺς καὶ μὴ ποιήσας, ἐπεὶ καλὸν ὁ θεός; Eἰ δὲ οὐ φθονερός, ἀλλ' ἀδύ νατος ὢν τοῦτο οὐκ ἐποίησε· δυοῖν γὰρ θάτερον λέγειν ἀνάγκη. Ἀπόκρισις. Oὐχ ὅμοιός ἐστιν ὁ θεὸς τοῖς χαριζομένοις τοῖς πλησίον ἃ δύνανται ποιεῖν ἢ ἐπίστανται καλά. Τὸ γὰρ πλησίον θεοῦ οὐ χρῄζει θεοῦ εἰς παροχήν· ἔχει γὰρ πρὸς αὐτὸν ἐν ἅπασι τὸ ἴσον. Ἔτι δὲ εἰ θεοὺς μόνον ἐποίει ὁ θεός, τὸν κόσμον οὐκ ἂν ἐποίει· ἀναγκαίως γὰρ χρῄζει ὁ κόσμος τῶν μερῶν τῶν καθ' ὑπέρβασιν καὶ ὑπόβασιν θέσεως ἀλλήλων διαφερόντων. Ἔτι δὲ εἰ τῶν ἀδυνάτων γίνεται οὐδέν, ἀδύνατον δὲ γενέσθαι θεόν (ἄκτιστος γὰρ καὶ ἀποίητος ὁ θεός), πῶς οὐκ ἔστιν ἄλο γον τό τε λέγειν τὸν θεὸν ἄφθονον, ὅτι τὰ μὴ ἐνδεχόμενα ποιεῖ; Ἔτι δὲ καλόν ἐστιν ὁ θεός, ὅτι ἄκτιστός ἐστι καὶ κτί στης· οὐδὲν δὲ τῶν κτιστῶν κατ' οὐσίαν δύναται γενέσθαι ἄκτιστον, τουτέστι θεός. Ἔοικε δὲ αὕτη ἡ ἐρώτησις τῷ λέγοντι