1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

30

ἐστι, καὶ ὁ τῆς Ἀφροδίτης σὺν τῇ σελήνῃ· οἱ δὲ τοῦ Κρόνου καὶ Ἄρεος ἀστέρες οὕτως οὐκ ἔχουσι πρὸς τὰ φῶτα σύμβασιν, ὥς τινι μέντοι ἐσχάτῃ ἀριθμῶν ἐμφάσει τὸν μὲν Κρόνον πρὸς τὸν ἥλιον ἀφορᾶν, τὸν δὲ Ἄρην πρὸς τὴν σελήνην. καὶ διὰ ταῦτα ἧττον ὠφέλιμοι τῇ ἀνθρωπίνῃ δοκοῦσι ζωῇ· τί δὲ δήποτε καὶ αὐτοὶ ἔσθ' ὅτε καὶ πλοῦτον καὶ περιφάνειαν τοῖς ἀνθρώποις παρέχειν πιστεύονται, ἑτέρᾳ τοῦτο ἐξετάσει προσήκει. ὅ γε μὴν Πλωτῖνος ἐν βιβλίῳ τῷ ἐπιγραφομένῳ «ὅπως ποιεῖ τὰ ἄστρα» περὶ τούτου ἀποφαινόμενός φησι, μηδὲν ἢ δυνάμει ἢ ἐξουσίᾳ τούτων τοῖς ἀνθρώποις συμβαίνειν, ἀλλ' ἅπερ ἡ τῆς θείας οἰκονομίας ἀνάγκη ἑκάστοις ἐκύρωσεν, οὕτω διὰ τοῦ τῶν ἑπτὰ τούτων προποδισμοῦ ἢ στηριγμοῦ ἢ ὑποποδισμοῦ δείκνυσθαι, ὥσπερ καὶ οἰωνοὶ ἤτοι περιπτάμενοι ἢ ἀτρεμοῦντες τὰ μέλλοντα ταῖς πτέρυξιν ἢ ταῖς φωναῖς σημαίνουσιν εἰδότες. τοῦ Πλωτίνου ἐκ τοῦ αὐτοῦ λόγου· «σημαίνει-ἤγουν τὰ ἄστρα-μὲν οὖν πάντα ὅσα ἐν αἰσθητῷ, ποιεῖ δὲ ἄλλα, ὅσα φανερῶς ποιεῖ· ἡμεῖς δὲ ψυχῆς ἔργα κατὰ φύσιν ποιοῦμεν, ἕως μὴ ἐσφάλημεν ἐν τῷ πλήθει τοῦ παντός· σφαλέντες δὲ ἔχομεν δίκην.» 4.38 Ὅτι ὡς αὐτός φησι Πλωτῖνος· «Πλάτωνι δὲ ὁ ἀτρακτός ἐστι τό τε πλανώμενον καὶ τὸ ἀπλανὲς τῆς περιφορᾶς· καὶ αἱ Μοῖραι δὲ καὶ ἡ Ἀνάγκη μήτηρ οὖσα στρέφουσι καὶ ἐν τῇ γενέσει ἑκάστου ἐπικλώθουσι καὶ δι' αὐτῆς εἶσιν εἰς γένεσιν τὰ γεννώμενα· ἔν τε Τιμαίῳ θεὸς μὲν ὁ ποιήσας τὴν ἀρχὴν τῆς ψυχῆς δίδωσιν· οἱ δὲ φερόμενοι θεοὶ τὰ δεινὰ καὶ ἀναγκαῖα πάθη, θυμοὺς καὶ ἐπιθυμίας, καὶ ἡδονὰς καὶ λύπας αὖ, καὶ ψυχῆς ἄλλο εἶδος, ἀφ' οὗ τὰ παθήματα ταυτί. οὗτοι γὰρ οἱ λόγοι συνδέουσιν ἡμᾶς τοῖς ἄστροις, παρ' αὐτῶν ψυχὴν κομιζομένους καὶ ὑποτάττουσι τῇ ἀνάγκῃ ἐνταῦθα ἰόντας· καὶ ἤθη τοίνυν παρ' αὐτῶν καὶ κατὰ τὰ ἤθη πράξεις, καὶ πάθη ἀπὸ ἕξεως παθητικῆς οὔσης· ὥστε τί λοιπὸν ἡμεῖς, ἢ ὅπερ ἐσμὲν κατ' ἀλήθειαν ἡμεῖς, οἷς καὶ κρατεῖν τῶν παθῶν ἔδωκεν ἡ φύσις· καὶ γὰρ ὅμως ἐν τούτοις τοῖς κακοῖς διὰ τοῦ σώματος ἀπειλημμένοις ἀδέσποτον ἀρετὴν θεὸς ἔδωκεν. οὐ γὰρ ἐν ἡσύχῳ οὖσιν ἀρετῆς δεῖ ἡμῖν, ἀλλ' ὅταν κίνδυνος ἐν κακοῖς εἶναι ἀρετῆς οὐ παρούσης. διὸ καὶ φεύγειν ἐντεῦθεν δεῖ καὶ χωρίζειν αὑτοὺς ἀπὸ τῶν προσγεγενημένων καὶ μὴ τὸ σύνθετον εἶναι σῶμα ἐψυχωμένον, ἐν ᾧ κρατεῖ μᾶλλον ἡ σώματος φύσις ψυχῆς τι ἴχνος λαβοῦσα, ὡς τὴν ζωὴν τὴν κοινὴν μᾶλλον τοῦ σώματος εἶναι. πάντα γὰρ σωματικὰ ὅλα ταύτης, τῆς δὲ ἑτέρας τῆς ἔξω ἡ πρὸς τὸ ἄνω φορὰ καὶ τὸ καλὸν καὶ τὸ θεῖον, ὧν οὐδεὶς κρατεῖ, ἀλλ' ἢ προσχρῆται, ἵν' ᾖ ἐκεῖνο καὶ κατὰ τοῦτο ζῇ ἀναχωρήσας, ἢ ἔρημος ταύτης τῆς ψυχῆς γενόμενος ζῇ ἐν εἱμαρμένῃ· καὶ ἐνταῦθα τὰ ἄστρα αὐτῷ οὐ μόνον σημαίνει, ἀλλὰ καὶ γίνεται αὐτὸς οἷον μέρος καὶ τῷ ὅλῳ συνέπεται, οὗ μέρος. διττὸς γὰρ ἕκαστος· ὁ μὲν τὸ συναμφότερόν τι, ὁ δὲ αὐτὸς καὶ πᾶς ὁ κόσμος δὲ, ὁ μὲν τὸ ἐκ σώματος καὶ ψυχῆς τινος δεθείσης σώματι, ὁ δὲ ἡ τοῦ παντὸς ψυχὴ ἡ μὴ ἐν σώματι, ἐλλάμπουσα δὲ ἴχνη τῇ ἐν σώματι, καὶ ἥλιος δὴ καὶ τἄλλα διττὰ οὕτω». 4.39 Ὅτι ἐπειδὴ τόδε τὸ πᾶν ἀρρήτῳ τέχνῃ πεποίκιλται ἁρμονίας τε πλῆρες εὐδαίμονός ἐστιν, ἀνάγκη δήπουθεν ἐξ ὀξέων καὶ βαρέων, προσηνῶν τε καὶ αὐστηρῶν φθόγγων καὶ ῥυθμῶν καὶ τόνων, ἵν' οὕτως εἴπω, συνηρμόσθαι τὴν φύσιν. 4.40 Ὅτι οἱ παλαιοὶ μετὰ τελευτὴν ἔκαιον τὰ σώματα, συναποθεοῦντες ὥσπερ τῇ ψυχῇ καὶ τὸ σῶμα· καθάπερ γὰρ ἐκείνη πυρώδης τὴν φύσιν καὶ πρὸς τὰ ἄνω σπεύδουσα, οὕτω βαρὺ τὸ σῶμα καὶ ψυχρὸν καὶ πρὸς τὰ κάτω ῥέπον. ἐδόκουν τοίνυν καὶ αὐτὸ τὸ εἴδωλον ἐκκαθαίρειν τοῦ σώματος τῇ τοῦ πυρὸς ἁγιστείᾳ· οὐ γὰρ ἀληθὴς ὁ λόγος ὁ κατὰ τὸν Ἀναξίμαν δρον, ὃς ἐκ τοῦ πυρὸς εἶναι τόδε τὸ πᾶν ἀπεφήνατο, καὶ διὰ τοῦτο πυρὶ παραδοθῆναι πρὸς τῶν ἀρχαίων τὰ σώματα· ἢ κατὰ τοὺς Στωϊκούς, οἳ καθολικὴν ἐκπύρωσιν ἀναμένοντες προαπετέφρουν τοὺς θνήσκοντας· πολλῷ γὰρ πρεσβυτάτῳ τῶν ἐν φιλοσοφίᾳ δογμάτων ἡ τοιαύτη τῶν σωμάτων ἀναστοιχείωσις. τοὺς μέντοι ὀδόντας