μεγάλην ἐξαρθῇ φλόγα κατασβέσαι τοῦτο κατεπειγόμενος. Συνεξαπέστειλε δ' αὐτῷ καὶ στράτευμα ἀξιόλογον, συγκείμενον ἔκ τε Μακεδόνων καὶ Ῥωμαίων καὶ Φράγκων. Ἀλλ' οὗτος μὲν πρὸς τὴν τῶν Σκοπίων πόλιν τὴν ὁρμὴν ποιούμενος τῶν ἐν τῷ Νίσῳ οὐδεμίαν φροντίδα ἐτίθετο. Παραγενόμενος οὖν καὶ τῷ πεπιστευμένῳ ταύτην Γεωργίῳ τῷ Βοϊτάχῳ λόγον δεδωκὼς ὡς οὐδὲν φλαῦρον ὑποστήσεται, τὴν πόλιν τῶν Σκοπίων αἱρεῖ κἀν ταύτῃ τὴν στρατοπεδείαν πήγνυσι καὶ περὶ τῶν ἐν τῷ Νίσῳ τὸ ποιητέον ἐσκόπει καὶ ἐμελέτα. Ἀλλ' ὁ Βοϊτάχος μεταμεληθεὶς ὅτι δὴ ποσῶς ἀγαθὸς γέγονε καὶ τὰ Ῥωμαίων ἐφρόνησε, λαθραίως τοῖς ἐν τῷ Νίσῳ ἐδήλου ἀφικέσθαι μὲν ἐν τάχει πρὸς αὐτόν, καὶ τοὺς περὶ τὸν Σαρωνίτην ῥαθυμότερον διάγοντας καὶ ἀμελέστερον ἀνοίκτως καὶ ὠμῶς ἡβηδὸν ἀποσφάξαι. Οἳ δὴ τὴν ἀγγελίαν δεξάμενοι, ἄραντες ἐκ τοῦ Νίσου πρὸς τὰ Σκόπια ἵεντο, χιόνι κεκαλυμμένης οὔσης τῆς γῆς· χειμὼν γὰρ ἦν ∆εκεμβρίου ἐνισταμένου μηνός. Συναισθήσεως δὲ τοῖς περὶ τὸν Σαρωνίτην γενομένης ἔξεισιν ἐκεῖνος κατ' αὐτῶν παμπληθεί, καὶ καταλαβὼν αὐτοὺς κατὰ τὴν ὁδόν, ἐν τόπῳ τινὶ λεγομένῳ Ταωνίῳ, ἀναιρεῖ σχεδόν τι σύμπαντας· ἁλίσκεται δὲ καὶ ὁ Βοδῖνος, τοῦ Βαλανέως μάλιστα πάντων κατὰ χεῖρα καὶ θάρσος διενεγκόντος. Ὁ δὲ Λογγιβαρδόπουλος, ὡς εἴρηται, ἀχθεὶς πρὸς τὸν Μιχαηλᾶν καὶ λόγους δοὺς καὶ λαβὼν ζεύγνυται τῇ τούτου θυγατρὶ καὶ λαὸν ὅ τι πλεῖστον πιστεύεται ἀπὸ Λογγιβάρδων καὶ Σέρβων συγκείμενον, μεθ' οὗ καὶ πρὸς βοήθειαν τοῦ Βοδίνου ἀποσταλεὶς αὖθις τοῖς Ῥωμαίοις ἀποκαθίσταται. Ὁ δὲ Σαρωνίτης τὸν Βοδῖνον ἐξαπέστειλε πρὸς τὸν βασιλέα δέσμιον. Περιορισθεὶς δὲ ἐν τῇ τοῦ ἁγίου Σεργίου μονῇ, μετὰ βραχὺ παραδοθεὶς τῶ Κομνηνῷ Ἰσαακίῳ, ἤδη προβεβλημένῳ Ἀντιοχείας δουκί, ἀπήχθη εἰς Ἀντιόχειαν. Ὅπερ ἀκούσας Μιχαηλᾶς ὁ τούτου πατήρ, μισθωσάμενος Βενετίκους τινὰς βαλαντίου ἁδροῦ, οἷς ἔργον θαλαττοπορεῖν, ἀπέ 166 κλεψε τοῦτον ἐκεῖθεν καὶ τῇ ἰδίᾳ ἀρχῇ ἀποκατέστησεν· ὃς καὶ μετὰ θάνατον τοῦ πατρὸς τὴν ἀρχὴν κἀν τοῖς ἡμετέροις χρόνοις διήνυσεν. Ὁ δὲ Βοϊτάχος ἐτασθεὶς σφοδρῶς ἐν τῷ ἀπάγεσθαι πρὸς τὸν βασιλέα τελευτᾷ, μὴ ἐξαρκέσας ταῖς ἐκ τῶν πληγῶν ὀδύναις. Οἵ γε μὴν Ἀλαμάνοι καὶ Βάραγγοι, γένη δὲ οὗτοι δυτικά, κατὰ τῆς χώρας ἀφεθέντες καθαιροῦσι μὲν τὰ ἐν τῇ Πρέσπᾳ τῶν Βουλγάρων ὑπολελειμμένα βασίλεια, σκυλεύουσι δὲ καὶ τὸν ἐκεῖσε ναόν, ὃς ἐπ' ὀνόματι τοῦ ἁγίου Ἀχιλλείου ἵδρυται, μηδενὸς τῶν ἐν ἐκείνῳ φεισάμενοι ἱερῶν, ὧν τινα μὲν αὖθις ἀνεσώθησαν, τὰ δὲ λοιπὰ ὁ στρατὸς διανειμάμενοι εἰς χρῆσιν ἰδίαν μετεσκεύασαν. Τῶν τις οὖν στρατιωτῶν, τῆς μακεδονικῆς φάλαγγος ὤν, ἀξιούμενος ἀποδοῦναι ὅπερ εἰλήφει ἱερόν, ἐπεὶ μὴ ἐπείσθη, ἀνθρακιάσας τοὺς ὤμους τελευτᾷ, τῆς δίκης μὴ ἀνασχομένης, ὡς ἔθος, ἀλλὰ μετελθούσης αὐτὸν εἰς ὑπόδειγμα τοῖς ὀψιγόνοις. Ἐν δὲ ταῖς παρακειμέναις τῇ ὄχθῃ τοῦ Ἴστρου πόλεσι τῶν στρατιωτῶν ἠμελημένων οἷα δὴ μηδὲν εἰς διοίκησιν λαμβανόντων, στέλλεται ὁ βεστάρχης Νέστωρ, δοῦλος γεγονὼς τοῦ πατρὸς τοῦ βασιλέως, δοὺξ τῶν Παριστρίων ὀνομασθείς, καὶ συμφωνήσας τῷ Τατοὺς ὡς ὁμογνώμονι, Πατζινάκοις πλείοσιν ὁπλισθέντες εἰς τὴν βασιλεύουσαν παραγίνονται. Καταθεῖναι δὲ τὰ ὅπλα ἐγκελευόμενος μὴ ἂν ἄλλως τοῦτο ποιῆσαι ἔλεγεν, εἰ μὴ τὸν λογοθέτην Νικηφόρον ἐκ μέσου ποιήσοιεν ὡς κοινὸν ἐχθρὸν καὶ πολέμιον κοσμικὸν καὶ αὐτὸν οὐκ ὀλίγα λυπήσαντα καὶ τὴν αὐτοῦ περιουσίαν δημεύσαντα. Ἀλλ' ὁ βασιλεὺς οὐκ ἐπείθετο ἅπαξ ἑαυτὸν ταῖς αὐτοῦ γοητείαις καὶ ἀπάταις ἐκδεδωκώς. Ὁ δὲ Νέστωρ ἐπιβουλευθεὶς ὑπὸ τῶν οἰκείων ἀπανίσταται μὲν ἐκεῖθεν, ληίζεται δὲ τήν τε Μακεδονίαν καὶ Θρᾴκην καὶ τὰ παρακείμενα τῆς Βουλγαρίας καὶ εἰς τὴν τῶν Πατζινάκων ὑποχωρεῖ. Μοῖρα δὲ στρατιωτῶν, <τῶν> μακεδονικῶν, στερουμένη προσῆλθε τῷ βασιλεῖ τὴν στέρησιν ἀποκλαιομένη. Προστάξει οὖν βασιλικῇ τυφθέντες καὶ ὑβρισθέντες ἐδιώχθησαν, μηδεμιᾶς ἐπιστροφῆς αὐτῶν γενο 167 μένης. Ἀλλ' οἵ γε πρὸς τὰ οἰκεῖα λύπης οὐ μικρᾶς ὑποστραφέντες ἀνάμεστοι οὐκ