30
ἡμετέρας φημὶ συστάσεως, ὥς φησιν ὁ θεῖος ∆αυίδ· «Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ», τουτέστιν ἐκ τῆς ἐμῆς κατασκευῆς. Ἐπισφαλὴς δὲ αὕτη τῷ Ἀδὰμ ὑπῆρχε νεοπαγεῖ ὄντι, δι' ἃς εἴπομεν αἰτίας-ἢ ξύλον μὲν ζωῆς τὴν ἐκ πάντων τῶν αἰσθητῶν ἐγγινομένην θειοτέραν ἔννοιαν καὶ τὴν δι' αὐτῶν ἐπὶ τὸν ἁπάντων γενεσιουργόν τε καὶ δημιουργὸν καὶ αἴτιον ἀναγωγήν, ὅπερ καὶ πᾶν ξύλον ὠνόμασε τὸ πλῆρες καὶ ἀδιαίρετον μόνην τε τοῦ καλοῦ φέρων τὴν μέθεξιν, ξύλον δὲ γνώσεως καλοῦ καὶ πονηροῦ τὴν αἰσθητὴν καὶ ἐνήδονον βρῶσιν, τὴν τῷ δοκεῖν μὲν γλυκαίνουσαν, τῷ ὄντι δὲ ἐν μετουσίᾳ κακῶν τὸν μετέχοντα καθιστῶσαν· φησὶ γὰρ ὁ θεός· «Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ», διὰ πάντων, οἶμαι, τῶν κτισμάτων ἐπ' ἐμὲ τὸν ποιητὴν ἀναβιβάσθητι, λέγων, καὶ ἕνα καρπὸν ἐκ πάντων κάρπωσαι, ἐμὲ τὴν ὄντως ζωήν. Πάντα σοι ζωὴν καρποφορείτωσαν, καὶ τὴν ἐμὴν μέθεξιν ποιοῦ τῆς οἰκείας ὑπάρξεως σύστασιν· οὕτω γὰρ ἔσῃ ἀθάνατος. «Ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, οὐ φάγεσθε ἀπ' αὐτοῦ. Ἧι δ' ἂν ἡμέρᾳ φάγητε ἀπ' αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε»· φυσικῶς γὰρ ἡ αἰσθητὴ βρῶσις τοῦ ὑπεκρεύσαντός ἐστιν ἀναπλήρωσις καὶ εἰς ἀφεδρῶνα χωρεῖ καὶ φθοράν· καὶ ἀμήχανον ἄφθαρτον διαμένειν τὸν αἰσθητῆς βρώσεως ἐν μετουσίᾳ γινόμενον. Ἢ ξύλον μὲν ζωῆς ἡ μετοχὴ τοῦ θεοῦ, δι' ἧς καὶ οἱ ἄγγελοι τρέφονται, δι' ἧς τὴν ἀφθαρσίαν λαμβάνειν ἠμέλλομεν· ἔδει γὰρ ἡμᾶς πρῶτον ἀδιακρίτως ὑποταγῆναι τῷ νόμῳ τοῦ θεοῦ, ἕως εἰς τελείαν ἕξιν τῆς ἀρετῆς ἤλθομεν, καὶ οὕτως δῶρον παρὰ θεοῦ λαβεῖν τὴν διάκρισιν καλοῦ τε καὶ κακοῦ, ὅπερ ἐστὶ ξύλον τοῦ γινώσκειν καλὸν καὶ κακόν. Οὐκ ἀσφαλὴς γὰρ τῷ ἀρτιπαγεῖ ἡ διάκρισις τῶν λογισμῶν καὶ τὸ ἀντιρρητικὸν διὰ τὸ ἐμπαθῆ ἔτι καὶ ἡδυπαθῆ ἔχειν τὸν λογισμόν. Ξύλον μὲν οὖν ζωῆς φημι τὴν ἐκ θεοῦ δεδομένην ἐντολήν-ξύλον γὰρ ζωῆς ἐστιν ἡ δικαιοσύνη πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς. Καὶ ηὐλόγηται ξύλον, δι' οὗ δικαιοσύνη πεφύτευται, φησὶ Σολομών-ξύλον δὲ γνώσεως τὴν διάκρισιν καλοῦ τε καὶ κακοῦ. Ἔδει οὖν τὸν Ἀδὰμ διὰ τῆς ἀδιακρίτου ὑπακοῆς ἑνωθῆναι θεῷ καὶ πλουτῆσαι τῇ ἑνώσει τὴν θέωσιν ἐν καιρῷ, ὅτε ὁ φύσει θεὸς ηὐδόκει, καὶ πάντων τὴν ἀληθῆ γνῶσίν τε καὶ διάκρισιν καὶ τὴν ἀπέραντον ζωήν. Ἔδει δὲ ἀπόπειραν γενέσθαι τῆς ἀδιακρίτου ὑπακοῆς. ∆ίδωσι τοίνυν ἐντολὴν ὁ θεός, μὴ γεύσασθαι τοῦ ξύλου τῆς γνώσεως, μὴ πιστεῦσαι τῇ ἰδίᾳ διακρίσει μηδὲ φαγεῖν ἀπὸ ξύλου τινὸς ἔχοντος φυσικὴν ἐνέργειαν ἐμποιητικὴν τῆς ἐπιγνώσεως ἑαυτοῦ ἤτοι τῆς ἰδίας φύσεως. Προσβαλόντος οὖν τοῦ πονηροῦ διὰ τοῦ ὄφεως καὶ εἰπόντος· «ἔσεσθε ὡς θεοὶ γινώσκοντες καλὸν καὶ πονηρόν», ἐὰν φάγητε, ἐπίστευσε τῇ ἰδίᾳ διακρίσει, καὶ ἔδοξεν αὐτῷ καλὸν ἡ θέωσις καὶ ἡ γνῶσις. Καὶ οὐκ ἐλογίσατο, ὅτι πάντα καλὰ ἐν καιρῷ αὐτῶν καὶ οὐ καλὸν τὸ καλόν, εἰ μὴ καλῶς γένηται, καὶ ὡς οὐ χρὴ προαρπάζειν τὸ δοθησόμενον παρὰ γνώμην τοῦ διδόντος τὸ εἶναι καὶ τὸ εὖ εἶναι. Καὶ εἶδεν, ὡς καλόν, καὶ ἔφαγεν καὶ ἐγυμνώθη τῆς πρὸς θεὸν ἐκστάσεως, καὶ διηνοίχθησαν οἱ ὀφθαλμοὶ οἱ σωματικοί, καὶ τὰ πάθη ἐκινήθησαν, καὶ ἔγνωσαν, ὅτι γυμνοί εἰσι, καὶ ᾐσχύνθησαν. Καὶ περιεσπάσθησαν ἀπὸ θεοῦ καὶ ὡς νήπιοι ἐλιχνεύθησαν πρὸς τὴν ἡδονὴν καὶ ἐξωρίσθησαν ἐκ τοῦ ξύλου τῆς ζωῆς καὶ θνητοὶ γεγόνασιν. Ἤιδει δὲ ὁ ἐχθρὸς ἐκ τῆς πείρας, ὅτι τὸ προσεδρεύειν θεῷ θεώσεως καὶ ζωῆς αἰωνίου γίνεται πρόξενον.
26 Περὶ ἀνθρώπου Οὕτω μὲν οὖν τὴν νοητὴν οὐσίαν ὑπεστήσατο ὁ θεός,
ἀγγέλους φημὶ καὶ πάντα τὰ κατ' οὐρανὸν τάγματα, -ταῦτα γὰρ ἀριδήλως νοερᾶς ἐστι καὶ ἀσωμάτου φύσεως· «ἀσωμάτου» δέ φημι συγκρινομένης πρὸς τὴν τῆς ὕλης παχύτητα· μόνον γὰρ ὄντως τὸ θεῖον ἄυλόν τε καὶ ἀσώματον- ἔτι δὲ καὶ τὴν αἰσθητήν, οὐρανόν τε καὶ γῆν καὶ τὰ τούτων ἐν μέσῳ κείμενα, καὶ τὴν μὲν οἰκείαν (οἰκεία γὰρ θεῷ ἡ λογικὴ φύσις καὶ νῷ μόνῳ ληπτή), τὴν δὲ πάντῃ που πορρωτάτω κειμένην, ὡς ὑπὸ τὴν αἴσθησιν δηλαδὴ πίπτουσαν. Ἔδει δὲ ἐξ ἀμφοτέρων μίξιν