καταλλαγὴ καὶ φιλία ἐμπεδωθῇ. οἱ δὲ Μυσοὶ ἄσμενοι τὴν πρεσβείαν ἐδέχοντο, καὶ κόρας ἐξ αἵματος τοῦ βασιλικοῦ 80 ἐπὶ ἁμαξῶν ἀναβιβάσαντες (εἰθισμένον δὲ γυναιξὶ Μυσῶν, ἐφ' ἁμαξῶν ὀχεῖσθαι), τῷ αὐτοκράτορι Νικηφόρῳ ἐξέπεμπον, ἀπαμῦναι σφίσιν ὅτι τάχιστα ποτνιώμενοι, καὶ τὸν τοῖς αὐχέσιν αὐτῶν ἐπικείμενον πέλεκυν τῶν Ταύρων ἀποτρέψαι καὶ κενὸν ἀπεργάσασθαι. καὶ κἂν ἐπήμυνε τούτοις, καὶ τρόπαια κατὰ τῶν Ταύρων ἐστήσατο, ἐπεὶ καὶ κατὰ πάντων, πρὸς οὓς ἂν τὴν Ῥωμαϊκὴν ἀντεπήνεγκε δύναμιν. ἀλλ' ἀπὸ μικρᾶς ῥοπῆς αἰωρούμενα τὰ ἀνθρώπινα, καὶ ὡς ἔκ τινος εἰπεῖν λεπτῆς κρόκης ἐκκρεμαννύμενα, καὶ εἰς τὸ ἐναντίον εἴωθε περιχωρεῖν. ἀνεπισφαλῶς γάρ τινες οἴονται νέμεσίν τινα θείαν καὶ φθόνον ἀνθρώπινον τοῖς ἐπισήμοις καὶ ἀλκιμωτάτοις ἀνδράσι προσίστασθαι, σφάλλοντα τούτους, καὶ περιτρέποντα, καὶ εἰς τὸ μηδὲν συνελαύνοντα. οἷα δὴ καὶ τότε τῷ αὐτοκράτορι Νικηφόρῳ, κατὰ ῥοῦν αὐτῷ φερομένων τῶν πραγμάτων, καὶ ὡς οὐκ ἄλλῳ τῶν πρὸ αὐτοῦ ἡγεμονευσάντων, συμβέβηκεν. ἐγὼ δὲ τοῦτό φημι, ὅτι ἀμηχάνῳ τοῦ κρείττονος προμηθείᾳ ἤδη τοῖς ἀνθρώποις εὐροοῦντα τὰ πράγματα εἰς τοὐναντίον ἀντιπεριΐσταται, ὡς ταύτῃ παιδευθεῖεν θνητοὶ ὄντες καὶ πρόσκαιροι, καὶ μὴ περαιτέρω φυσῷεν τοῦ προσήκοντος. ἤδη γάρ τινες εὐπραγίαις ἐπιβάντες καὶ κατὰ τὰς μάχας εὐδοκιμήσαντες, θεοὺς ἀνειπεῖν αὑτοὺς οὐκ ἐνάρκησαν, εἰς αὐτὴν τὴν πρόνοιαν ἐξυβρίσαντες. παράδειγμα τούτων οἱ τοῦ Ἀλωέως παῖδες Ὦτος καὶ Ἐφιάλτης, εἰς οὐρανοὺς κατὰτὸν μῦθον πειρώμενοι ἀνελθεῖν, καὶ Ναβουχοδονόσορ ὁ 81 Βαβυλώνιος, εἰκόνα στησάμενος ἑαυτοῦ, καὶ ὁ Φιλίππου Ἀλέξανδρος, Ἄμμωνος υἱὸς ἀξιῶν ὀνομάζεσθαι. εἰκότως οὖν τρεπτὰ καὶ παλίντροπα καθέστηκε τοῖς ἀνθρώποις τὰ πράγματα, οἷα δὴ καὶ τότε Ῥωμαίοις συνέβαινεν, ἀποβαλοῦσι μετὰ μικρὸν ἡγεμόνα τὸν ἑαυτῶν, οἷον οὐκ ἔσχεν ἄλλον ἡ Ῥωμαϊκὴ δυναστεία τὸ πρότερον. εἰ γὰρ μὴ τῇ τούτου ἀναιρέσει εἰς τὸ ἔμπαλιν ἡ τύχη τούτοις ἀπέτρεχεν, οὐδὲν ἐνέδει, ἐπιβιοῦντος ἐκείνου, μὴ τὰ ὅρια πήξασθαι τῆς σφῶν ἐπικρατείας πρὸς ἀνίσχοντα ἥλιον κατὰ τὴν Ἰνδικὴν, καὶ αὖθις ἐπὶ δυόμενον πρὸς αὐτὰ τῆς οἰκουμένης τὰ τέρματα. ἀλλὰ γὰρ ἐπανακτέον τὸν λόγον, ὅθεν ἀπέκλινε τοῦ εἱρμοῦ. δʹ. Οἱ μὲν δὴ Μυσοὶ χεῖρας ἱκέτιδας ἐφήπλουν, ἐπαμῦναι σφίσι δυσωποῦντες τὸν αὐτοκράτορα. ἐν ᾧ δὲ πρὸς τὴν ἐκστρατείαν διεσκευάζετο, ἡ τῆς μεγάλης Ἀντιοχείας ἅλωσις ἐπηγγέλλετο, ἄρτι κατὰ τὰς ἐκείνου ὑποθήκας ἁλοῦσα, ἃς δὴ τοῖς καταλειφθεῖσι πρὸς αὐτοῦ εἰς τὸ ταύτην λεηλατεῖν στρατιώταις ἐπέσκηπτε. λέγεται γὰρ, ὡς, ἐπείπερ ταῖς καθ' ἡμέραν καταδρομαῖς εἰς ἀμηχανίαν καὶ σπάνιν τῶν ἀναγκαίων ἐσχάτην συνηλαύνετο, τὸν Πατρίκιον Πέτρον καὶ στρατοπεδάρχην, τομίαν μὲν ὄντα, ῥέκτην δὲ τὴν ἄλλως καὶ ῥωμαλεώτατον, κατατρέχοντα Συρίαν, ἐκεῖσε μετὰ τῆς δυνάμεως ἀφικέσθαι, καὶ Μιχαὴλ ἐκεῖνον, ἐν ταξιάρχοις τελοῦντα, ᾧ Βούρτζης ἐπώνυμον, ἐπὶ κατασκοπὴν ἐκπέμψαι τῆς πόλεως. τὸν δὲ μετὰ καὶ ἄλλων λογάδων ἀγχοῦ ταύτης γενόμενον, τὸν ἐπίβατον τοῦ τείχους περισκοπῆσαι, 82 καὶ ὀπισθόρμητον ἀπαλλαγῆναι πρὸς τὸ στρατόπεδον, κλίμακάς τε ἀναλόγους τῷ ὕψει τῶν πύργων τεκτήνασθαι· κἀν τοῖς ἀχθοφόροις ζώοις ταύτας ἐπιφορτίσασθαι, καὶ μετὰ λεγεῶνος γενναιοτάτων στρατιωτῶν ἤδη μέσων νυκτῶν τὸν τῆς Ἀντιοχείας περίβολον αὖθις καταλαβεῖν, ἤρεμά τε ταύτας προσερεῖσαι τῷ τείχει καὶ ἀνιέναι διὰ τῶν κλιμάκων· τοὺς δὲ φύλακας τῶν Ἀγαρηνῶν, βαθεῖ τῷ ὕπνῳ καθεύδοντας, τοῖς ξίφεσι διαχρήσασθαι. ἐγκρατεῖς δὲ τῶν τειχῶν τὸν τρόπον τοῦτον Ῥωμαίους γεγενημένους καταβῆναί τε τῶν πύργων, καὶ τετραχῶς τὸ ἄστυ πυρπολεῖν· Ἀντιοχεῖς δὲ, τῷ ἀπροσδοκήτῳ καταπλαγέντας, εἰς οἰμωγὰς καὶ θρήνους τραπῆναι καὶ ἀμηχανίαν δεινὴν, διενθυμουμένους ὅ,τι καὶ