βόμβον ὃς διαπορθμεύεται πάλιν ἐπὶ τὴν αἴσθησιν. ἄλλοι λέγουσιν ὡς ὁ γινόμενος μετὰ τὴν ἔμφραξιν τοῖς ὠσὶ ψόφος τοῦ ἔξωθέν ἐστιν ἀέρος συναπειλημμένος εἰσερχόμενος τοῖς ὠσίν. Ὀξὺ λέγομεν ἐν τοῖς μεγέθεσι τὸ κεντεῖν δυνάμενον, ἀμβλὺ τὸ ὠθεῖν. καὶ ὀξὺν ψόφον λέγομεν τὸν ταχέως ἐπὶ τὴν αἴσθησιν παραγενόμενον καὶ ἐπιμένοντα, βαρὺ τὸν ἀνάλογον τῷ ἀμβλεῖ καὶ βραδέως παραγενόμενον καὶ ταχέως ἀποπεμπόμενον. 56 Φωνή ἐστιν ἐμψύχου ψόφος διὰ τῶν φωνητικῶν γινόμενος ὀργάνων μετὰ φαντασίας. τρία δὲ ταύτῃ θεωρεῖται, ῥυθμός, ἁρμονία, [λέ]ξις. ὁ ῥυθμὸς ἔχει τὸ μακρὸν καὶ τὸ βραχύ, ἐξ οὗ [οἱ παλαιοὶ μακρὰ ὠνόμασαν τὰ ἐν] πλείονι χρόνῳ, βρα[χέα] τὰ ἐν ἐλάττονι, ὧν ἡ σύνθεσις τὴν εὐρυθμίαν ποιεῖ, ἡ δὲ ἁρμονία [περὶ τὴν τοῦ ὀξέος καὶ βαρέος συμμε]τρίαν ἔχει, ἡ δὲ λέξις τὴν διατύπωσιν τῶν συλλαβῶν. [φαμὲν ὅτι ὁ ῥυθμὸς] γένος ἐστί, τὸ δὲ μέτρον εἶδος. θεωρεῖται δὲ ὁ ῥυθμὸς ἐπὶ τῶν κροτούντων χερσὶ καὶ ποσὶ κατὰ τὴν ταχεῖαν καὶ βραδ[εῖαν τῶν ποδῶν] ἄρσιν καὶ θέσιν, ὅθεν καὶ τὰ μέτρα παρὰ ποιηταῖς πόδες ἐκλήθησαν. ὅθεν ὁ μὲν ἐπὶ τῶν ἄλλων ῥυθμὸς κατὰ τ[ὸ βραδὺ καὶ τὸ ταχὺ] χαρακτηρίζεται, ὁ δὲ ἐπὶ τοῦ λόγου κατὰ τὸ μακρὸν καὶ βραχύ. Οὐδὲν ἔντομον ἢ ἄναιμον ἀναπνεῖ. [ἀλλ' οὐδὲ πάντα] τὰ ἀμφίβια φωνοῦσιν ἢ τὰ ὀστρακόδερμα ἢ τὰ μαλακόστρακα. Περὶ τὸν Ἀχελῷον ποταμὸν ἰχθύες φωνεῖν [δοκοῦ]σιν. οὐκ ἔστι δέ, ἀλλ' ὅτι νηχόμενοι περὶ τοῦ ὕδατος ἐπιφάνειαν μεγάλοι ὄντες καὶ πολὺ ὕδωρ ἐν τοῖς βραγχίοις [ἐναπολαμβάνοντες], εἶτα συστέλλοντες τὰ βράγχια ἐκπέμπουσι τὸ ὕδωρ, καὶ τοῦτο ταραττόμενον ἐναπολαμβάνει ἀέρα ὃς ἐκθλιβόμενος τῇ πληγῇ ἠχεῖ. Οἱ τέττιγες ὑμένα τινὰ ἔχοντες ὑπὸ τὸ στῆθος κατὰ τὴν ἐπιφάνειαν καὶ τοῦτον τύπτοντες ταῖς πτέρυξι καὶ ἐκθλίβοντες τὸν ἐναπειλημμένον ἀέρα ψοφοῦσιν. αἱ μυῖαι τραχεῖα ἔχουσαι τὰ πτερὰ πλήττουσι τὸν ἀέρα καὶ ἠχοῦσι, σταθεῖσαι δὲ οὔ. καὶ οἱ σκάροι φωνεῖν δοκοῦσιν, ὅτι τῷ στόματι ὕδωρ δεχόμενοι ἐξωθοῦσιν αὐτὸ μετὰ ῥοίζων καὶ ἦχον ἀποτελοῦσιν, οὐ μὴν δὲ καὶ ἐν τῷ βάθει. Ἡ φωνὴ γίνεται τοῦ εἰσπνευσθέντος ἀέρος ἐκθλιβομένου τῇ συστολῇ τοῦ θώρακος κατὰ τὴν ἐνυπάρχουσαν αὐτῷ ψυχικὴν δύναμιν καὶ προσπίπτοντος τῇ τραχείᾳ ἀρτηρίᾳ καὶ τῷ ἐναπειλημμένῳ ἐν αὐτῇ ἀέρι, ὃς τῇ ἀθρόᾳ πληγῇ ἄθρυπτος ἀποπαλλόμενος ἀεὶ τύπτει τὸν προσεχῆ ἀέρα ἕως τῆς ἀκοῆς. ἔστι γὰρ τὸ μὲν ἀχανὲς τοῦ στόματος τὸ μέχρι τῆς ῥίζης 57 τῆς γλώττης φάρυγξ· ἐκεῖθεν δὲ δύο ἀγγεῖα φέρονται, τὸ μὲν ἐπὶ τὸν θώρακα καὶ καλεῖται ἀρτηρία, τὸ δὲ ἕτερον τὸ πρὸς τῷ τένοντι καὶ καλεῖται οἰσοφάγος. γίνεται δὲ διὰ τῆς τραχείας ἡ πάροδος τοῦ πνεύματος, ἥ τε κατὰ τὴν εἰσπομπὴν καὶ τὴν ἐκπομπήν, ὅπερ τῷ εἰρημένῳ τρόπῳ ἐκπνεόμενον ποιεῖ ψόφον, ὃς καλεῖται φωνὴ ὅταν μετά τινος σημαντικῆς φαντασίας γένηται. Ἡ φωνὴ τοῦτο ἔχει τέλος τὸ σημᾶναί τινα ψυχικὴν διάθεσιν καὶ ὄρεξιν. διὸ καὶ οἱ τῶν ἀλόγων ψόφοι φωναί. καὶ γὰρ καὶ ὁ κύων ὁπηνίκα φαντασίαν ἔχει τοῦ ἀλλοτρίου ὑλακτεῖ, ὅταν δὲ τοῦ οἰκείου σαίνει. Τὰ ἄλογα ζῷα οὐ σύμμετρα, ἀλλ' ἀνειμένα καὶ σεσηρότα τὰ χείλη <ἔχουσιν>, ὅτι οὐ δέονται τούτων εἰς ὑπηρεσίαν διαλέκτου. ὅσα δὲ παραπλήσια ἔχουσι, ταῦτα ἀνθρώποις μιμοῦνται διάλεκτον, ὡς κίτται καὶ ψιττακοί. Ἡ γλῶττα πρὸς δύο συμβάλλεται, πρὸς γεῦσιν καὶ διάλεκτον. Ὑλικὸν αἴτιον τῆς φωνῆς ὁ ἀήρ, ποιητικὸν ἡ φύσις, ὀργανικὸν ἡ τραχεῖα ἀρτηρία, τελικὸν ἡ διάλεκτος. Φάρυγξ θηλυκῶς λεγόμενον σημαίνει τὴν ἀχάνειαν τὴν μετὰ τὴν τῆς γλώττης ῥίζαν, ἀρρενικῶς τὸν λάρυγγα, ὅς ἐστιν ἔσχατον τῆς τραχείας ἀρτηρίας καὶ ὑπὸ τῶν τριῶν χόνδρων περιέχεται, ἀρυταινοειδοῦς, θυροειδοῦς καὶ τοῦ ἀνωνύμου, οἳ συστελλόμενοι καὶ διαστελλόμενοι διὰ τῶν ἐκεῖ μυῶν τὴν φωνὴν ῥυθμίζουσιν. Ἡ ἀρτηρία καταψύχει τὸ ἐντὸς θερμόν. οἱ