παρεννοῶν τοὺς θείους νεὼς κατεστρέφετο; καὶ οὐκ ἀνίει ἄλλον ἐπ' ἄλλῳ τιθεὶς καὶ ἐκλελειμμένα ποιῶν ἐρείπια. οὐ γὰρ μόνον τὸν κόσμον ἀφῄρει τοῦ νεὼ οὐδὲ τὸ κάλλος ἠχρείου οὐδ' ὑφῄρει τι τοῦ μεγέθους οὐδὲ τῶν παναγεστάτων τὰ μὲν ὕβριζε, τῶν δὲ οὐκ ἔψαυεν, ἀλλ' ὁμοῦ πάντα καθάπερ οἱ μεμηνότες, τὸν κόσμον, τὸ κάλλος, τὸ μέγεθος, τὸ μὲν ἀφῄρει, τὸ δὲ ἠμαύρου, τὸ δὲ ἠρείπου, μέχρι καὶ τῶν ἀψαύστων καὶ ἀθεάτων τὴν μανίαν ἐπιδεικνύμενος. ταῦτα θρήνων, οὐκ ἀποδείξεων. καθῄρηται γὰρ καὶ νῦν τὸ ἁγίασμα κυρίου καὶ καταλέλυται ἡμῶν τὸ ἀξίωμα καὶ τὸ τῆς πίστεως ἡμῶν κατέστραπται μέγεθος· καὶ ἃ παρὰ πολλῶν τῶν πρῴην τυραννευσάντων καὶ εἰς αὐτὸ τὸ θεῖον μανέντων κατὰ μέρος πεπόνθαμεν, ταῦτα νῦν ἀθρόον παρὰ τοῦ μεγάλου πατρὸς ἐφ' ἡμᾶς ἐπενήνεκται. καὶ εἶδεν ὁ καθ' ἡμᾶς καιρὸς τῶν διαβεβοημένων ἐκείνων ἐπὶ πᾶσι παρανομήμασι τοῦ μὲν τὴν θρασύτητα, τοῦ δὲ τὴν ἱεροσυλίαν, τοῦ δὲ τὴν μιαιφονίαν, πάντων δὲ ὁμοῦ, ὥς τις εἴρηκε, τὴν ἀσέβειαν. ἡ δὲ τοῦ θεοῦ ῥομφαία τότε μὲν ἐστιλβοῦτο, νῦν δὲ ἧκε φέρουσα τὴν τομήν· ἀλλ' ἡ μὲν βραχύ τι ἐνταῦθα τεμεῖ, περὶ δὲ τῆς ἑτέρας δέδοικα τῆς τεμνούσης καὶ μὴ διαιρούσης τὰ τμήματα. ∆έδοικα δὲ καὶ περὶ τῶν πλειόνων ὑμῶν, εἰ ὡς ὑπεραπολογησόμενοι τοῦ ἀνδρὸς τὰς γνώμας ἐσχήκατε καὶ τὸ μὲν φῶς σκότος ποιήσοντες, τὸ δὲ πικρὸν γλυκὺ τῷ λόγῳ κατασκευάσοντες. ἀλλ' οὔτε τις τὰς τοῦ μεγάλου φωστῆρος μαρμαρυγὰς ἀχλυώδεις καὶ ἀμαυρὰς ἀποδείξειεν οὔτε τὸ ἐνταυθοῖ τοῦ λόγου φῶς καὶ τὴν τῶν ἀποδείξεων αὐγὴν ἀλαμπῆ καὶ ἀχλυώδη ἐρεῖ. εἰ δέ τις τῶν πάντα τολμώντων τοῦτον ὑπὲρ ἐκείνου τὸν λόγον προσθείη, ὡς καθῄρει μὲν τοὺς ἱεροὺς οἴκους, ἐβούλετο δὲ εὐπρεπεστέρους καὶ καλλίονας ἀπεργάσασθαι, πρὸς αὐτὸν ἂν βραχύ τι χαριεντισάμενος εἴποιμι, ὡς τοῦτο μέν, ὦ βέλτιστε, ἐν μαντεύμασιν· ἃ δὲ προσετίθει ποιῶν, σαφὴς τις ἀνέδην ἀσέβεια καὶ δίχα τοῦ τρίποδος. εἰ μὲν γὰρ μεταποιεῖν τὸν κόσμον ᾑρεῖτο ἢ ἐναλλάττειν τὸ μέγεθος ἢ ἄλλο τι μετασχηματίζειν τῶν εἰργασμένων, τὸ μὲν ἂν ὑφῄρει, τὸ δὲ ἀντετίθει, ὥσπερ δὴ νόμος μεταποιήσεως, καὶ τὸ μὲν καθῄρει, τὸ δὲ ἀνίστη, καὶ τὸν μὲν διέλυε τῶν δεσμῶν, τὸν δὲ μᾶλλον συνέσφιγγε, καὶ τὸν μὲν ἐξῄρει τῶν λίθων, τὸν δὲ προσήρμοζεν. εἰ δὲ τὸ ξύμπαν ἐλέλυτο, ἀλλ' ἤρκει μέχρι τῶν κρηπίδων ἡ λύσις. τί δὲ καὶ ταύτας ἀνώρυττε; τί τὰ ὑπὸ γῆν ἀνεχώννυεν; ἀφαρμόττων δὲ τοὺς λίθους καὶ προσαράττων τοὺς τοίχους καὶ τὸ ἱερὸν ἀποστρωννὺς ἔδαφος καὶ τοὺς ἐγγεγλυμμένους ἀφαιρούμενος τύπους διὰ τί μετετίθει καὶ ἐφ' ἑτέραις οἰκοδομαῖς προσεπήγνυ καὶ ἥρμοττεν; ἆρ' οὐ λῆρος ἀντιλογία πᾶσα καὶ τὸ ὑπὲρ ἐκείνου σπουδάζειν τῶν ἐκείνῳ πεπραγμένων κοινωνίαν κατηγορεῖ; τίς δὲ τῶν πάντων ὑμῶν τοιοῦτόν τι πεποίηκεν, εἴπερ οὐκ ἔχει κατηγορίαν τὸ γεγονός; τίς δὲ τῶν πρῴην ἀρχιερέων; τὸ γάρ τοι δεδομένον καὶ εὐσεβὲς πᾶσιν ὁμοίως ἀνεῖται καὶ πρὸς παράδειγμα βλέπων ἕκαστος τὸ ἔργον οὐκ ἀποκνεῖ· ἀλλ' οὐδεὶς τοιοῦτόν τι πεποίηκεν, οὔτε τῶν νῦν οὔτε τῶν πάλαι. ἀλλ' ὥσπερ οἱ τὸ ἐπὶ γαστρὶ πεπονθὸς ἀμύσσειν ἐθέλοντες ἢ τυλωδέστερον τὸ ἦπαρ γενόμενον πρὸς τὴν φυσικὴν μεταποιεῖν ἁπαλότητα ἢ ἄλλο τι τῶν κυριωτέρων ἰώμενοι, ἢ πεπονθυῖαν μήνιγγα ἢ καρδίαν ὑποπτευθεῖσαν, ἡρέμα τὴν χεῖρα προσάγουσι καὶ τῇ πάσῃ φειδοῖ χρώμενοι τὸ νοσοποιὸν ἐξαίρουσιν αἴτιον κἀντεῦθεν τοῦ πάθους τὸν ἄνθρωπον ἀπαλλάττουσιν, οὕτω δὴ καὶ οἱ διαιρεθέντα νεὼν συνάπτειν ἐπιχειροῦντες ἢ τὴν ἁρμονίαν διαλυθέντα συσφίγγειν καὶ ξυγκολλᾶν ἠρέμα καὶ κατὰ βραχὺ καὶ πεφεισμένως καὶ μέχρι τῆς λύσεως μετατιθέασι τὰ διερρωγότα, εἶτ' αὖθις ἐποικοδομοῦσι καὶ ξυντιθέασιν. Ὁ δὲ ὥσπερ τὸν τοῦ Σαράπιδος καταλύων ναὸν ἢ τὸ ἐν ∆ελφοῖς μαντεῖον ἢ τὸ εἰδωλεῖον τοῦ Ἡρακλέους, οὕτως ἀνεπίμπρα καὶ ἀνεμόχλευε πάσαις σιδήρων ἀκμαῖς καὶ ὀξύτησιν, ἀξίναις, λαξευτηρίοις, πελέκεσι· συνηράττοντο λίθοι, οἱ ἀντερείδοντες, οἱ