15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
πάντων θεῷ», τῷ πατρὶ «τοῦ μονογενοῦς υἱοῦ», κυριολογεῖται τὸ «κύριε» ἢ τῷ υἱῷ ἢ τῷ συντεταγμένῳ τούτοις πνεύματι. πρὸς τίνα δὲ ἡμεῖς ποτνιώμενοι τοῦτο προσάγομεν τὸ ῥητόν; ἆρα ἑνὶ τῶν τριῶν προσώπων, ἢ τῷ κοινῷ ὀνόματι τῆς θεότητος; καὶ εἰ ἑνί, πάντως ἀφωρισμένῳ τινί, καὶ διὰ τί τούτῳ μέν, ἐκείνῳ δ' οὔ; εἰ δὲ τῷ κοινῷ, ζητῶ ποῖα μὲν τῶν ὀνομάτων δεικνύει τὴν ἕνωσιν, ποῖα δὲ τὴν διάκρισιν. αὐτὸ δὲ τὸ «ἐλέησον» τίνα ἔχει τὴν δύναμιν; ἆρα τὴν αὐτὴν τῷ «δικαίωσον»; καὶ μὴν πρὸς τοῦτο αὐτομάτως ἀνάγεται. ἀλλ' ἄλλο τι παρὰ τοῦτο; πᾶν δὲ τὸ μὴ τῷ τοῦ δικαίου κανόνι στοιχοῦν, τοῦτο διεφθαρμένον καὶ παρατεθραυσμένον ἐστίν. ἆρα γοῦν ὁ ἱεροσυλῶν, ἐν ᾧ δὴ τὰ τῶν κρειττόνων συλᾷ, ἐπιβοώμενος τὸ «κύριε, ἐλέησον» ἐξιλεώσεται ἑαυτὸν τῷ θεῷ; εἰ δὲ μετὰ τὸ κακοποιῆσαι τὸν τῆς μεταμελείας στεναγμὸν ἀναπέμπων ἐξιλεοῖ ἑαυτῷ τὸν θεόν, οὐκ ἐλεοῦντα τοῦτον, ἀλλὰ δικαιοῦντα προσάγεται. ὁ γὰρ κατὰ λόγον τῶν τε ἡμαρτημένων τῶν τε μετεγνωκότων ἐπάγων ἢ τὰς τιμωρίας ἢ τὰς ἀφέσεις δικαιοῖ δήπουθεν, ἀλλ' οὐκ ἐλεεῖ. οὐκ ἀφίησι δὲ ἡμῖν ὁ θεὸς τὰ παραπτώματα μὴ ἑτέροις ἀφεικόσιν αὐτά· ὥστε οὐκ ἐλεεῖ, ἀλλὰ δικαιοῖ. πῶς οὖν φαμεν «κύριε, ἐλέησον»; Τὰ μὲν οὖν ἠπορημένα ταῦτα καὶ τούτων πλείω, εἴ γε βούλοιτό τις κατὰ λεπτὸν τὰς ἐγκειμένας δυνάμεις τῶν λέξεων πολυπραγμονεῖν· ἐγὼ δὲ πρὸς τὸ πρῶτον ἄνειμι. καὶ πρῶτόν γε δεῖ τοῦτο πάντας ἡμᾶς ἐπίστασθαι, ὅτι μηδεμία τις λέξις αὐτῆς. ἅπτεται τῆς θείας οὐσίας, ἀλλ' ὥσπερ οὐδεμίαν καταληπτικὴν ἔννοιαν ἔχομεν τοῦ πρώτου ἀγαθοῦ, οὕτως οὐδ' ἐκφωνούμενόν τινα λόγον τοῦ κρείττονος παραστατικόν. ἀλλ' ἐπειδὴ τὸ θεῖον πάντα ἴσμεν ὂν τὰ ὅσα πεποίηκε κατὰ τὴν οἰκείαν ἑνιαίαν δύναμιν καὶ πάσας ἀύλως καὶ ἀσωμάτως ἐν ἑαυτῷ περιέχον τὰς εἰς τὰ προνοούμενα προχεομένας δυνάμεις, διὰ τοῦτο, ἀφ' ὧν ἡμῶν προνοεῖ, τούτοις κατονομάζομεν. Kαὶ ὅτε μὲν τὴν κατὰ πάντων ἀρχὴν αὐτῷ προσμαρτυρῆσαι βουλόμεθα, τῷ τοῦ κυρίου τιμῶμεν ὀνόματι· ὅτε δὲ τὸ δημιουργικὸν ἐμφῆναι βουλόμεθα, ποιητὴν αὐτὸν τῶν ὄντων ἀποκαλοῦμεν, καὶ τὰ λοιπὰ τῶν ὀνομάτων ὡσαύτως αὐτῷ ἀπομεριζόμεθα. τούτων δὲ τὰ μὲν κοινὰ τοῖς τρισὶ προσώποις, τὰ δὲ ἑκάστῳ μεμερισμένως προσ αφορίζεται. ἀλλ' ἴδια μὲν ἑκάστῳ, τῷ μὲν ἡ πατρότης καὶ τὸ ἀγέννητον καὶ τὸ μὴ ἐξ αἰτίου, τῷ δὲ τὸ υἱῷ εἶναι καὶ γεγεννῆσθαι καὶ ἐξ αἰτίου προεληλυθέναι, τῷ δὲ πνεύματι τὸ αἴτιον ἔχειν τὸν πατέρα καὶ τὸ ἐκπε πορεῦσθαι. τὰ δ' ἄλλα πάντα κοινά· ἀγαθὸν γὰρ εἰπόντες τὸν θεὸν ἢ σοφὸν ἢ προνοητικὸν ἢ κύριον, τοῖς τρισὶν ὁμοτίμως ταῦτα προσάπτομεν. ὁ γοῦν τὸ «κύριε, ἐλέησον» λέγων οὐκ ἰδικῶς πρὸς ἕνα τὸν λόγον ποιεῖται, ἀλλὰ πρὸς πᾶσαν ἁπλῶς τὴν τριαδικὴν ἕνωσιν· κοινὸν γὰρ πᾶσιν ὥσπερ τὸ δικαιοῦν, οὕτω καὶ τὸ ἐλεεῖν. ∆ύναμιν δὲ ἔχει τὸ «κύριε» τὴν ἀρχικὴν ἀοράτου καὶ ὁρατῆς κτίσεως· τὸ δ' ἄρχειν οὐ τοῦτό ἐστι, τὸ ἁπλῶς προκαθῆσθαί τινων, ἀλλὰ καὶ τὸ μεταποιεῖν ὡς ἂν ἐθέλῃ ταῦτα, ὧν δὴ καὶ προΐσταται. κύριος οὖν ἡλίου, ὅτι μὴ μόνον κατάρχει τῆς τούτου κινήσεως, ἀλλὰ καὶ ἀναλύει ταύτην, ὅταν βούληται. διὸ δὴ καὶ φαίνεται πολλάκις τοῦτο πεποιηκώς· «τήν» τε γὰρ «σελήνην» ἅπαξ ποτὲ «ἔστησε κατὰ φάραγγα», καὶ «τὸν ἥλιον» ἐπέδησέ τε «κατὰ Γαβαώθ», καὶ αὖθις ἀνέλυσεν. οὐ μάτην δέ μοι ταῦτα προσείλη πται, ἀλλὰ διὰ τὸ «ἐλέησον» δοκεῖ γὰρ ὁ ἐλεῶν ὑπερβαίνειν τὸ δίκαιον. διὰ τοῦτο οὖν τὸ «ἐλέησον» προσῆπται τῷ «κύριε»· καινοτομοῦντος γάρ ἐστιν ὁ ἔλεος, κυρίου δὲ τὸ καινοτομεῖν διὰ τοῦτο ὡς πάντα δυνάμενον τὸν θεὸν ἐνεργεῖν ἐλεῆσαι καταδυσωποῦμεν ἡμᾶς, «κύριε», φάσκοντες, «ἐλέησον», τουτέστιν, οὐ νόμοις ἀκολουθεῖς, ὦ δέσποτα, οὐδ' ἔστι σοι ἀνάγκη τις ἀπαραίτητος, ἣν οὐχ ὑπερβήσῃ ἐλεεῖν ἐθέλων. ἀλλ' ἐπειδὴ ὡς ἂν ἐθέλῃς τὰ σὰ διακυβερνᾷς ποιήματα, εἰ καὶ πολλάκις αὐτὸς μετενόησα, καὶ κατὰ τὸν Μανασσῆν ἐπὶ πεντήκοντα ἔτεσι τὴν παρανομίαν ἐξέτεινα, καὶ